Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Δανιὴλ προφήτην καὶ εἰς τοὺς τρεῖς παῖδας καὶ εἰς τὸ ῥητόν· Καιροὶ πονηροί εἰσι

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και ιστορικό πλαίσιο της αιχμαλωσίας

Εισαγωγή στον λόγο και περιγραφή των θλίψεων και της ταλαιπωρίας των αγίων Παίδων κατά την άλωση της Ιερουσαλήμ και τη μεταφορά τους στη Βαβυλώνα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Λόγος εἰς τὸν προφήτην Δανιὴλ καὶ εἰς τοὺς ἁγίους Τρεῖς Παῖδας. Καὶ πρὸς τὸν λέγοντα, ὁ καιρὸς πονηρός ἐστι, σωθῆναι οὐ δύναμαι Φέρε δή, διασκεψώμεθα τὰ κατὰ τὸν προφήτην Δανιὴλ καὶ τοὺς ἁγίους Παῖδας.

Οἱ ὅσιοι οὗτοι ὑπῆρχον ἐν ταῖς ἡμέραις, ἐν αἷς παρέδωκε Κύριος τὴν Ἱερουσαλήμ, ἐξ ἁμαρτιῶν τοῦ λαοῦ, εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, προσεῖχον δὲ ἑαυτοῖς ἀσφαλῶς, ἐκ νεαρᾶς ἡλικίας. Ὅθεν ἐν τοσούτοις ποικίλοις πειρασμοῖς καὶ θλίψεσι δόκιμοι ἀνεφάνησαν. Οἵους δὲ πόνους ἀπήντλησαν ἐν τῇ συγχύσει τῇ γενομένῃ ἐν ἐκείνῃ τῇ αἰχμαλωσίᾳ οἱ θεοφιλεῖς οὗτοι Παῖδες, πρῶτον μὲν θεασάμενοι τὸν ἐπίλεκτον λαὸν ὑπὸ Ἀσσυρίων ἀνηλεῶς πορθούμενον; Φησὶ γὰρ Ἱερεμίας· πρόσωπον ἱερέως οὐκ ἔλαβον, πρεσβύτην οὐκ ἠλέησαν· ἄρχοντες ἐν χερσὶν ἐκρεμάσθησαν, καὶ νεανίσκοι ἐν ξύλοις ἠσθένησαν· καὶ τὰ ἑξῆς. Καὶ θεωροῦντες τὴν ἁγίαν πόλιν ὑπὸ ἀνόμων ἐρημουμένην, καὶ τὸ τοῦ Θεοῦ ἱερὸν πυρὶ καταφλεχθέν, καὶ τὰ ἅγια σκεύη ὑπὸ ἀνόμων χειρῶν ψηλαφώμενα καὶ ἐν εἰδωλείοις ἀνατιθέμενα, καὶ τοὺς προφήτας ἐν πέδαις σιδηραῖς δεδεμένους, οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία αὐτῶν, οὐ κατελάλησαν τοῦ Θεοῦ, οὐκ ἐδίστασαν. Καθώς τις που λέγει· ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομένω τῷ Κυρίῳ ἔτι; Εἶτα ἤγοντο λοιπὸν ἐν τῇ αἰχμαλωσίᾳ· διαδέχεται αὐτοὺς κάματος ἄμετρος ἐν τῇ ὁδοιπορίᾳ· ὑπομένουσι κακουχίαν καὶ γυμνότητα καὶ λιμόν, διὰ τὸ μὴ ἀλισγηθῆναι τοῖς ἀθεμίτοις. Εἶτα ἤχθησαν εἰς Βαβυλῶνα· διαδέχεται αὐτοὺς ἕτερος ἀγών.