Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Δανιὴλ προφήτην καὶ εἰς τοὺς τρεῖς παῖδας καὶ εἰς τὸ ῥητόν· Καιροὶ πονηροί εἰσι

Ἐφραίμ ὁ Σύρος

Η δικαίωση της πίστης και η αναίρεση των προφάσεων

Η θεϊκή επιστασία που ανέδειξε τους αγίους Παίδες και η αντιπαραβολή του γενναίου φρονήματός τους προς τις πιθανές δειλές δικαιολογίες των ολιγόπιστων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Καὶ ἵνα γνῷς ὅτι ἔργον Θεοῦ ἦν τὸ πραττόμενον, τῶν ἐσθιόντων ἐν τῇ βασιλικῇ τραπέζῃ, καὶ ἐν τῇ γραμματικῇ σοφίᾳ καὶ ἐν τῇ ἔξω μορφῇ ηὑρέθησαν λαμπρότεροι. Εἰ δὲ ἦσαν δείλανδροι ἢ δίψυχοι, τούτοις ἂν ἐχρήσαντο τοῖς λόγοις· τί ποιήσομεν, ἀδελφοί; Ἀνάγκη ἡμᾶς κατέλαβε. Βασιλικὴ ἀπειλή ἐστι θανάτου. Τί ἑαυτοῖς προξενοῦμεν βασάνους διὰ τῆς ἀπειθείας; Θεὸς οὕτως ηὐδόκησεν. Ὁρᾷ δὲ αὐτὸς τὴν βίαν, ἣν πάσχομεν· ὅθεν καὶ συγγνώσεται ἡμῖν δι᾽ ἀνάγκην παρανομοῦσιν. Ἐν ἀποικίᾳ ἐσμέν, εἰς δουλείαν κατεχόμεθα, τὴν ἑαυτῶν χώραν ἀπολέσαμεν. Εἰ δὲ καὶ συμβῇ ἡμῖν μαλακία διὰ τῆς σκληραγωγίας, τίς ὁ ἐπιμελούμενος ἢ ἐπισκεπτόμενος;

Οὐκ ἔστιν, οὐ πατήρ, οὐ μήτηρ, οὐκ ἀδελφοί, οὐ γένος ὑπάρχει, ὃς δυνήσεται φανῆναι ἡμῖν ἐν θλίψει· πάντες γὰρ ἄποροι καὶ ἐν ἀλλοτρίᾳ γῇ εἰς δούλους κατεχόμενοι. Οὐδένα αὐτῶν θεωροῦμεν εὐημεροῦντα, ἢ μόνον τοὺς κοινωνήσαντας τῇ τοῦ βασιλέως τραπέζῃ. Ἡμεῖς δὲ καὶ θανόντες οὐδὲ ταφῆς ἀξιούμεθα, ἀλλὰ κυσίβορα ῥιφήσεται ἡμῶν τὰ σώματα. Ἀλλ᾽ οὐδὲν τούτων ἐνενόησαν οἱ τοῦ Θεοῦ δοῦλοι, ἀλλ᾽ οὐδὲ τῆς βρώσεως τῶν σπερμάτων κατεπιθυμιῶντες, ταύτην ἂν ἐπελέξαντο τὴν δίαιταν, ἀλλ᾽ ἦσαν ἀγωνιζόμενοι τοῦ προθύμως παθεῖν ὑπὲρ τῆς ἀληθείας.