Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἰωνᾶν προφήτην καὶ περὶ τῆς μετανοίας τῶν Νινευιτῶν

Ἐφραίμ ὁ Σύρος

Η άφιξη του Ιωνά, το κήρυγμα και η πρώτη αντίδραση της Νινευή

Η έλευση του προφήτη Ιωνά στη Νινευή και το αυστηρό κήρυγμά του, το οποίο λειτουργεί ως ιατρική επέμβαση, οδηγώντας τις διάφορες κοινωνικές τάξεις σε άμεση μετάνοια.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 7

Λόγος εἰς τὸν προφήτην Ἰωνᾶν, καὶ περὶ μετανοίας τῶν Νινευϊτῶν Ἰωνᾶς ὁ Ἑβραῖος, ἀνελθὼν ἐκ θαλάσσης κηρύσσει ἐν Νινευὴ τοῖς ἀπεριτμήτοις· ἐν τῇ σοβαρῇ πόλει εἰσελθὼν ὁ προφήτης, διὰ φοβερᾶς φωνῆς ταύτην ἐξετάραξε.

Πόλις ἄρχουσα ἐθνῶν εὐθέως κατέπτηξε διὰ τοῦ κηρύγματος τοῦ υἱοῦ Ἀμαθή, καὶ καθάπερ θάλασσα πάντοθεν ἐδονεῖτο διὰ τῆς φωνῆς αὐτοῦ, ἀνελθόντος ἐκ τοῦ βυθοῦ. Κατελθὼν ἐν θαλάσσῃ ἐτάραξεν αὐτήν, καὶ ἀπελθὼν ἐν ξηρᾷ ταύτην εὐθὺς χειμάζει.

Ἐσαλεύθη ἡ θάλασσα ἐν τῇ φυγῇ αὐτοῦ, καὶ ἡ γῆ ἐπτοήθη ἐν τῷ αὐτὸν κηρύττειν· ἐπαύσατο ἡ θάλασσα ἐν τῇ προσευχῇ αὐτοῦ, καὶ ἡ γῆ ἐν τῇ πολλῇ εὐσπλαγχνίᾳ τοῦ Θεοῦ ἐξέστη. Ἐν τῇ τοῦ κήτους κοιλίᾳ τοῦ μεγάλου ηὔχετο· ὡσαύτως Νινευΐται ἐν τῇ μεγάλῃ πόλει. Ἡ εὐχὴ ἐρρύσατο Ἰωνᾶν ἐκ τοῦ κήτους, καὶ δέησις ῥύεται Νινευὴ τῆς πτώσεως.

Ἀπέδρα ὁ Ἰωνᾶς ἀπὸ προσώπου τοῦ Θεοῦ, ὡσαύτως Νινευΐται ἀπὸ τῆς εὐφροσύνης, καὶ ἐνέκλεισε τοὺς δύο ὡς ἐν φρουρᾷ ἡ δικαιοκρισία, ὥσπερ τινὰς χρεώστας· καὶ προσήνεγκαν αὐτῇ οἱ δύο μετάνοιαν, ὅπως ἂν λυτρωθῶσι τὰ ἀμφότερα μέρη τῶν οἰκείων σφαλμάτων τὴν οὐρανόδικον κρίσιν καὶ ἀνταπόδοσιν. Προσέταξε Κύριος τὸ κῆτος τὸ ἐν τῇ θαλάσσῃ τὸν Ἰωνᾶν φυλάττειν μεταξὺ τῆς ἠπείρου.

Ἀφ᾽ ἑαυτοῦ γὰρ ἔμαθεν ὁ Προφήτης ὅτι δίκαιόν ἐστι τοὺς μετανοοῦντας ζῆν. Τύπον ἔδωκεν ἐν ἑαυτῷ ἡ χάρις· Ἰωνᾶς μετανοήσας ἀνῆλθεν ἐκ τῆς θαλάσσης, οὕτω δὴ ἵν᾽ ἀναγάγῃ τὴν βυθισθεῖσαν πόλιν. Ἐταράχθη ἡ πόλις, καθάπερ ἡ θάλασσα, διὰ φωνῆς Ἰωνᾶ ἀνελθόντος ἐκ τοῦ βυθοῦ. Ἤνοιξεν ὁ δίκαιος Ἰωνᾶς τὸ στόμα αὐτοῦ καὶ Νινευὴ ἀκούσασα εὐθέως ἐθορυβήθη.

Κηρύξας ὁ Ἰουδαῖος κατέπτηξε τὴν πόλιν, διανείμας θάνατον τοῖς ἀκροαταῖς αὐτοῦ· ἐστάθη κῆρυξ ὁ ἰατρὸς μεταξὺ τῶν γιγάντων, καὶ ἐκ τοῦ φόβου αὐτοῦ ὡς παῖδες κατέπτηξαν. Ἔκλασε φωνὴ αὐτοῦ καρδίας βασιλέων, ὅτι τὴν πόλιν αὐτῶν ἐπ᾽ αὐτοὺς κατέστρεφε. Μιᾷ φωνῇ ἐκτεμὼν αὐτῶν πᾶσαν ἐλπίδα, ποτήριον ποτίζει αὐτὴν πλῆρες ὀργῆς καὶ θυμοῦ.

Ἤκουσαν βασιλεῖς καὶ ἐταράχθησαν, μᾶλλον δὲ καὶ ἐταπεινώθησαν, καὶ τοὺς στεφάνους αὐτῶν ῥίψαντες ἐπόθησαν τὴν μετάνοιαν· ἤκουσαν οἱ ἄρχοντες καὶ ἐθορυβήθησαν, καὶ ἀντὶ λαμπρᾶς στολῆς σάκκους ἠμφιάσαντο· ἤκουσαν πρεσβύτεροι, οἱ πολλῆς τιμῆς ἄξιοι, καὶ κατέχωσαν τὰς κεφαλὰς αὐτῶν ἐν σποδῷ· ἤκουσαν πλούσιοι καὶ εὐθέως ἤνοιξαν τοὺς θησαυροὺς αὐτῶν ἔμπροσθεν τῶν πενήτων· ἤκουσαν οἱ δανεισταὶ καὶ εὐθέως ἔρρηξαν ἃ εἶχον γραμματεῖα· ἤκουσαν ὀφειλέται, καὶ διελογίσαντο τοῦτο δίκαιον εἶναι ἀποδοῦναι τὰ χρέη ἃ ὤφειλαν· ἕκαστος γὰρ ἔσπευδε περὶ τῆς αὑτοῦ σωτηρίας κήδεσθαι, καὶ δυσωπεῖν τὸν Θεόν. Οὐκ ἦν ἐκεῖ ἄνθρωπος ὁ διὰ πονηρίας βουλόμενος γριπίσαι, ἐπειδὴ ἑνὶ δικαίῳ βουλήματι οἱ ἄπαντες ἐβέβληντο, ἵνα πως κερδάνῃ τις τὴν ἑαυτοῦ ψυχήν.

Τῆς φωνῆς τοῦ Ἰωνᾶ ἀκούσαντες οἱ κλέπται, ἐν σπουδῇ ἀπέδωκαν τοῖς κυρίοις τὰ σκῦλα, καὶ μωροποιήσαντες οἱ τὰ σῦλα παθόντες οὐδὲν ἔλαβον, ἀλλ᾽ αὐτοῖς ἀφῆκαν αὐτά· ἕκαστος γὰρ ἑαυτὸν δικαίως ἀνακρίνων εἰς τὸν πλησίον αὐτοῦ ἐφιλανθρωπεύετο.

Ἀκούσαντες οἱ φονεῖς, ἐξομολογούμενοι κατεφρόνησαν τοῦ φόβου τῶν δικαστῶν. Ἤκουσαν οἱ δικασταὶ καὶ συνεχώρησαν, ὅτι ἐν τῇ φοβερᾷ ἐκείνῃ ὀργῇ οὐκ ἦν ὁ κρίνων· ἕκαστος γὰρ ἐσπούδαζε φιλανθρωπίαν σπεῖραι, ἵνα θερίσῃ καὶ αὐτὸς συγχώρησιν ἐξ αὐτῆς. Ἤκουσαν οἱ ἁμαρτωλοὶ τῆς φωνῆς τοῦ Ἰωνᾶ καὶ τὰς ἑαυτῶν πράξεις ἐξομολογήσαντο. Ἤκουσαν οἱ δοῦλοι καὶ τιμὰς ἐπλήθυναν τοῖς κυρίοις αὐτῶν. Ἐκ τῆς φωνῆς τοῦ Ἰωνᾶ πλούσιοι καὶ σοβαροὶ τὸ ὕψος ἑαυτῶν ἐταπείνωσαν.

Ἡ ἡμῶν μετάνοια πρὸς τὴν τῶν Νινευϊτῶν, ὥσπερ ὄναρ ἐστὶ καὶ σκιὰ δειλινή. Νινευΐται ἔδωκαν πολλὰς ἐλεημοσύνας· ἡμεῖς οὐκ ἂν πλεονεξίας παυσώμεθα; Νινευΐται τοὺς παῖδας μετὰ τιμῆς ἠλευθέρουν· ἡμεῖς μὴ δουλώσωμεν ἐλευθέρους ἀδίκως.

Ὅτε γὰρ ἀπεστάλη Ἰωνᾶς ὁ προφήτης εἰς τὴν πόλιν Νινευή, τὴν μεστὴν ὀφλημάτων, καθώπλισεν αὐτὸν ἡ δικαιοκρισία, οὐχ ὅπλοις καὶ δόρατι, ἀλλ᾽ ἐλάττονι κηρύγματι. Ἰατρὸς ἀπεστάλη τεμεῖν αὐτῶν τὰ ἕλκη καὶ στυπτικοῖς φαρμάκοις καθαρίσαι τὰς νόσους. Ἀνοίξας ἐδείκνυε τὰ ἑαυτοῦ φάρμακα, λίαν ὄντα φοβερά, αὐστηρὰ καὶ στυπτικά· ἔπεμψε γὰρ ἡ χάρις τὸν Ἰωνᾶν εἰς τὴν πόλιν, οὐχ ἵνα ἐκείνην καταστρέψῃ, ἀλλ᾽ ἵνα αὐτὴν μεταστρέψῃ.

Οὐκ εἶπεν αὐτοῖς Ἰωνᾶς μετανοῆσαι, δεικνὺς ὅτι ὁ νοσῶν τρέχει πρὸς τὸν ἰατρόν. Ἀπέκλεισε κατ᾽ αὐτῶν τὴν θύραν τῆς ἐλπίδος, ἵνα δείξῃ τὸ πόσον ἔκρουσαν, δεδιότες τὴν ἀπόφασιν αὐτοῦ. Ἤκουσε Νινευὴ τὴν φωνὴν τῆς ἀποφάσεως αὐτοῦ, καὶ νηστείαις καὶ εὐχαῖς ἑαυτὴν ἐπανέλυσεν, ἵνα δείξῃ τὸ πόσον δύναται ἡ πρὸς Θεὸν παράκλησις· ἀπόφασιν γὰρ Θεοῦ αὐτὴ ἐπανέλυσεν. Ἠρρώστουν ἁμαρτίαις. Καθάπερ ἐν ξίφει τὴν φρικτὴν φωνὴν αὐτοῦ κατέπτηξεν ἐκείνους οὐχ ἵνα αὐτοὺς τεμεῖ, ἀλλ᾽ ἵνα αὐτὸν ἰδόντες παύσονται τῶν κακῶν τῶν τικτόντων τὰς νόσους.

Ἰατρὸς ἦν ὁ ἐπελθὼν νοσοῦντας ἰάσασθαι· γυμνώσας αὐτοῦ τὸ ξίφος τοῖς ἀρρώστοις ἔδειξεν. Εἶδεν αὐτὸν ἡ πόλις καὶ εὐθέως ἐθορυβήθη· ἕστηκε γὰρ ἔξω τῆς πόλεως κρατῶν τὸ ξίφος τῆς ὀργῆς. Ἐκ κλίνης οἱ ἄρρωστοι ἀπὸ φόβου μετὰ σπουδῆς ἔτρεχον πρὸς τὴν μετάνοιαν. Ἡ φωνὴ τοῦ Ἰωνᾶ ὥσπερ ξίφος ἔτεμε χρονίας σηπεδόνας καὶ δυσίατα ἕλκη· ἰατρὸς γὰρ ὑπῆρχε θεραπεύων ἀρρώστους ἐν ῥάβδῳ τῆς ἀπειλῆς.

Ὑποβαλόντες φάρμακα ἰατροὶ τοῖς ἀρρώστοις κολακείαις κέχρηνται· Ἰωνᾶς δὲ αὐστηρᾷ τῇ φωνῇ καὶ ἀπειλῇ πολλῇ. Ἔφυγεν ἄρρωστος ἐκ κλίνης αὐτοῦ· ἐθεώρει γὰρ ῥάβδον πλήρη ὀργῆς καὶ θυμοῦ, ἣ ὑγίαινε τοὺς νοσοῦντας νόσοις ἐπιθυμίας· καὶ εἷς ἕκαστος λοιπὸν ἐκ τοῦ φόβου ἰᾶτο.