Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἰωνᾶν προφήτην καὶ περὶ τῆς μετανοίας τῶν Νινευιτῶν

Ἐφραίμ ὁ Σύρος

Η καθοδήγηση του βασιλιά και ο πνευματικός εξοπλισμός της πόλεως

Οι προτροπές του άρχοντα προς τα στρατεύματα για την ανάληψη πνευματικού αγώνα, η θαρραλέα στάση του Ιωνά και η έκδοση διατάγματος για αυστηρή νηστεία και ταπείνωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 7

Κέκληκεν ὁ βασιλεὺς τὰς ἑαυτοῦ δυνάμεις, καὶ ἔκλαυσεν ἐπ᾽ αὐταῖς, καὶ μὴν καὶ αὐταὶ ἐπ᾽ αὐτόν, καὶ ἤρξατο δακρύων λέγειν ἔμπροσθεν αὐτῶν· ἐν ποταποῖς πολέμοις ἐγενόμην νικητής, ποσάκις δὲ καὶ ὑμεῖς κατὰ τῶν πολεμίων γενναίως ἀθλήσαντες, παντοῦ ἐδοξάσθητε! Ἀλλὰ νῦν οὐκ ἔστιν ὁ συνήθης πόλεμος, ἵνα ἐξελθόντες ὡς ἀεὶ νικήσωμεν. Πολλὰ ἔθνη καὶ λαοὺς νικήσαντες, ὑπὸ ἑνὸς Ἑβραίου νικηθῆναι ἔχομεν. Ἡ φωνὴ ἡμῶν μόνη βασιλεῖς κατέπτηξεν· ἀλλ᾽ ἡ φωνὴ τοῦ οἰκτροῦ τούτου πάντας ἡμᾶς θορυβεῖ. Ἡμεῖς πάντοτε πόλεις ἐπορθήσαμεν· καὶ νῦν ἐν τῇ πόλει ἡμῶν, ξένος ἡμῶν περιγίνεται. Φωνὴν ἐλαχίστου φοβηθεῖσα ἔπτηξεν ἡμῶν ἡ πόλις Νινευή, ἡ μήτηρ τῶν γιγάντων. Ἡ φοβερὰ λέαινα ἐν τῇ αὐτῆς μάνδρᾳ σφόδρα ἐθορυβήθη ἀπὸ Ἑβραίου. Εἰς πᾶσαν τὴν οἰκουμένην ὠρύεται Νινευή, καὶ ἡ φωνὴ Ἰωνᾶ ὠρύεται ἐπ᾽ αὐτήν. Ἆρα οὕτω τὸ σπέρμα Νεβρὼδ ἐξησθένησε τοῦ γενναίου γίγαντος τοῦ ταύτην κτίσαντος!

Ἔδωκεν ὁ βασιλεὺς συμβουλίαν καλλίστην ταῖς δυνάμεσιν αὐτοῦ, συμβουλεύων οὕτω· μήτε νῦν χαυνωθῶμεν, μηδ᾽ ἀπολώμεθα ὡς ταλαίπωροί τινες. Ὅταν γάρ τις πειρασμὸν ὑπενέγκῃ ἀνδρείως, ἐὰν καὶ ὑποπέσῃ, διπλᾶ τινα κερδάνει· κἂν ζῇ, δοξάζεται, κἂν ἀποθάνῃ, εὐφημεῖται, καθάπερ ἀνδρεῖος καὶ γενναῖος ἀθλητής.

Κραταιωθῶμεν οὖν καὶ ἀνδρισώμεθα γενναίως καὶ καθωπλισμένοι ἀθλήσωμεν. Κἂν γὰρ μὴ νικήσωμεν, ἀλλ᾽ ἀνδρείως θάνωμεν, ὄνομα καλὸν πᾶσι καταλείψομεν. Ἀκουστόν ἐστιν ἡμῖν ὅτι πρὸς αἴσθησιν ἡμῶν ἡ δικαιοκρισία καὶ ἡ φιλανθρωπία γίνεται, καὶ ἀπειλεῖ τοῖς κακοῖς ὁ δικαιοκρίτης, καὶ σῴζει ὡς ἀγαθὸς καὶ φιλάνθρωπος 〈Θεός〉. Δείσωμεν αὐτοῦ τὴν δικαιοκρισίαν καὶ πληθύνωμεν αὐτοῦ τὴν εὐσπλαγχνίαν· ἐὰν γὰρ δυσωπηθῇ ἡ δικαιοκρισία, τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ μεθ᾽ ἡμῶν ἐστι. Μεταξὺ γὰρ οἰκτιρμῶν καὶ δικαιοκρισίας πανοπλίαν ἑαυτοῖς νῦν καινὴν ὁπλίσωμεν εἰς τὸν καινὸν πόλεμον τὸν ἐλθόντα εἰς ἡμᾶς. Μὴ καταφρονήσωμεν τοῦ Ἰωνᾶ· οὐ γὰρ ἁπλῶς δεῖ προσέχειν τῷ κηρύγματι αὐτοῦ. Εἰς φροντίδα μεγίστην καὶ λύπην ἐνέπεσα ἀπὸ τῆς φωνῆς αὐτοῦ, ἧσπερ αὐτὸς κηρύσσει· ἡ μὲν γὰρ θέα αὐτοῦ οἰκτρὰ καὶ ἐλαχίστη, ἡ δὲ φωνὴ αὐτοῦ μεγάλη καὶ ὁ φόβος πολύς.

Ἔμπροσθεν ἡμῶν πάντων ἐπερώτησα αὐτόν, ἵνα ὡς ἐν χώνῃ οἱ λόγοι αὐτοῦ δοκιμασθῶσιν· αὐτὸς δὲ οὐκ ἔπτηξεν ἀφ᾽ ἡμῶν, οὐδὲ ἐδειλίασεν οὐδὲ ἐθορυβήθη· οὐδὲ μὴν ἐθροήθη ἢ ἐνετράπη ἐν τοῖς λόγοις οἷσπερ εἶπεν· ἀλλὰ παντελῶς οὐκ ἤλλαξεν, ὅτι ἐν ἀληθείᾳ αὐτοὶ καταδέδενται.

Ἐκολάκευσα αὐτόν, ἀλλ᾽ οὐκ ἔπεισα· ἐφόβησα αὐτόν, ἀλλ᾽ οὐκ ἐχαύνωσα· ἔδειξα αὐτῷ πλοῦτον, καὶ κατεγέλασέ μοι· ἔδειξα αὐτῷ ξίφος καὶ τοῦτο ἐμυκτήρισε. Ξίφους γέγονε ξένος καὶ δώρων ἀλλότριος· ἐν οὐδενὶ γὰρ τούτων οὗτος ὑπεχαυνώθη.

Ἔστιν ὃς διὰ δώρων κολακευθεὶς χαυνοῦται, ἕτερος ξίφος ἰδὼν πολλάκις ὑποπίπτει· τοῦτον δὲ τὸν Ἑβραῖον μεταξὺ κολακείας καὶ ἀπειλῆς στήσαντες, ἑκατέρων τῶν μερῶν εὕρομεν ἀνδρεῖον ὄντα· εἶδε γὰρ τὸ ξίφος καὶ ἐμώκισεν αὐτό· ὡσαύτως καὶ τὴν φιλαργυρίαν ἐνίκησεν ὡς οὐδὲν λογισάμενος. Μικρὸς λόγος ἐξελθὼν ἐκ τοῦ στόματος αὐτοῦ τῇ ὀξύτητι αὐτοῦ ἅπαντας ἡμῶν τοὺς λόγος ἐξέτεμεν.

Οὐκ ἔπτηξε παντελῶς τῆς ἐμῆς αὐστηρίας, οὔτε μὴν τῶν τιμῶν μου ἐπροσωπολήπτησεν, ἀλλὰ πάντα τὸν πλοῦτον ἡμῶν οὗτος ἐλογίσατο ὡς τὴν κοπρίαν τὴν πατουμένην. Μὴ ἆρα τὸ πρόσωπον αὐτοῦ χαλκοῦν ποιήσας οὗτος παραγέγονε πρὸς ἡμᾶς ἐξ Ἱερουσαλήμ; Ὁ λόγος αὐτοῦ ἡμῖν ἐγένετο κάτοπτρον, καὶ ἐν αὐτῷ εἴδαμεν τὸν Θεὸν κατοικοῦντα καὶ ἀπειλοῦντα τὰς πονηρὰς ἡμῶν πράξεις· ἐν αὐτῷ εἴδαμεν τὴν δικαιοκρισίαν ὀργιζομένην τοῖς κακοῖς ἡμῶν ὀφλήμασι. Δι᾽ αὐτοῦ ἀπόφασις τῆς πόλεως ἔφθασεν ἡ ἐκ στόματος Θεοῦ καθ᾽ ἡμῶν ἐξελθοῦσα.

Εἰ παραγενόμενος εἰρήνην καὶ νίκας ἐκήρυσσεν, ὑπενοοῦμεν ἂν αὐτὸν ὡς αἰσχροκερδῆ τινα, δῆθεν τοῖς καλοῖς οἷς ἡμῖν προφητεύει, ἵνα δῶρον λάβῃ παρ᾽ ἡμῶν, μισθὸν τῶν λόγων αὐτοῦ. Ἰατρός τις ἀληθὴς εἰσελθὼν τῷ κάμνοντι ἀλήθειαν κηρύσσει, καὶ χειρουργηθῆναι χρή, καὶ πυρὸς καυστῆρας πικροὺς προλέγει αὐτῷ θεῖναι, οὐδὲ δειλιᾷ εἰπεῖν γομφίων ἐκρίζωσιν. Οὐ πτήσσει βασιλέα φράσαι αὐτῷ τοῖς πόνοις, κἂν ποτίσαι αὐτὸν φάρμακον αὐστηρίας.

Τίς καλέσειε ψεύστην τὸν ὀργὴν κηρύξαντα; Εἰ ἦν ψεύστης, ἔμελλε τῷ λόγῳ ὀκλάζειν· ἀλλ᾽ ὑπέρκειται, ὡς ὁρῶ, ἁπάντων ἰατρῶν· οὔτε γὰρ βραχὺ ἄρτον θέλει φαγεῖν ἐξ ἡμῶν. Πλὴν εἰ δίκαιος ὑπάρχων Ἰωνᾶς νηστεύει, σπουδάσωμεν ἡμεῖς πολλῷ μᾶλλον νηστεῦσαι, ἐπειδὴ ἡμάρτομεν· εἰ ὅσιος ὑπάρχων, δέεται καὶ προσεύχεται, ὑποστρώσωμεν ἑαυτοῖς σάκκον μετὰ σποδοῦ· νηστεύει γὰρ ὁ δίκαιος καὶ εὔχεται, μήπως φανῇ τοῖς ἀνθρώποις ὡς ψεύστης. Ἴσως γὰρ φιλονεικεῖ ὅπως στραφῇ ἡμῶν ἡ πόλις· θέλει γὰρ ἵνα πιστευθῇ αὐτοῦ τὸ κήρυγμα, ὃ αὐτὸς ἐκήρυξεν ἡμῖν.

Καὶ ἡμεῖς διὰ νηστείας καὶ προσευχῆς πολεμήσωμεν αὐτόν· οὐ γὰρ ὁ προφήτης ἥμαρτεν, ἀλλ᾽ αἱ ἁμαρτίαι ἡμῶν συνθάπτουσιν ἡμᾶς. Οὔτε μὴν ὁ Ἑβραῖος στρέφει τὴν πόλιν ἡμῶν, ἀλλ᾽ ἡ πονηρία ἡμῶν ταύτην καθαιρεῖ. Ἄλλον ἐχθρὸν ἔχομεν ἀόρατον, ὦ φίλοι· ἐκείνῳ πρέπον ἐστὶ γενναίως ἀντιστῆναι. Ἠκούσαμεν τὰ ἆθλα Ἰὼβ τοῦ δικαίου· ἡ γὰρ ἀνδρεία αὐτοῦ ἐγνώσθη καὶ ὁ λόγος καὶ ὁ πειρασμὸς αὐτοῦ ὡς σάλπιγξ ἐκήρυξε τὴν νίκην τὴν κατ᾽ Ἐχθροῦ ἐν πάσῃ τῇ οἰκουμένῃ. Εἰ οὖν κατὰ δικαίων οὕτως ἀγωνίζεται, τί ἆρα ποιήσει ἐν ἡμῖν τοῖς ἁμαρτωλοῖς; Αὐτός ἐστιν ὁ ἐξελθὼν καὶ ἐν τῷ συμποσίῳ καταστρέψας τὸν οἶκον ἐπὶ τὰ τέκνα Ἰώβ, οἶνον μίξας αἵμασι καὶ συντρίψας ἀφειδῶς τὰ ὀστᾶ ἐκείνων ἅμα σὺν τοῖς ποτηρίοις αὐτῶν.

Βασιλεῖς ἐν πολέμῳ ἡμεῖς ἐνικήσαμεν, εὐχαῖς δὲ νῦν σπουδάσατε νικῆσαι τὸν Σατανᾶν. Ἐξέλθωσι λοιπὸν αἱ παρεμβολαὶ ἡμῶν, καὶ πόλεμον μετ᾽ αὐτοῦ κραταιὸν συνάψωμεν. Ἐκδύσασθε θώρακας καὶ σάκκον ἐνδύσασθε, ῥίψατε τὰς φαρέτρας καὶ εὐχαῖς προσφύγετε, καταλείψατε ξίφος καὶ ζητήσατε πίστιν, κλάσατε βέλη καὶ λάβετε νηστείαν· οὐδέν ἐστιν ἡ νίκη ἣν πρῴην ἐνικῶμεν πολεμοῦντες τοὺς ἐχθροὺς καὶ τοὺς βασιλεῖς τῆς γῆς. Ἐὰν νῦν νικήσωμεν τοῦτον, μείζων ὑπάρχει τῶν νικῶν καὶ τῶν ἄθλων, ὧν ποτε ἐστήσαμεν· καὶ ὥσπερ ἐγὼ πρῶτος ἐκεῖ παρετασσόμην, οὕτω καὶ νῦν πρῶτος ἔσομαι ἐν τῷ πολέμῳ τούτῳ.

Καὶ ἀναστὰς ὁ βασιλεὺς μετὰ σπουδῆς τὴν πορφυρίδα αὐτοῦ ἀπεδύσατο καὶ σάκκον ἠμφιάσατο· ἀπέρριψαν καὶ αὐτοὶ τοὺς ἑαυτῶν χιτῶνας καὶ σάκκους περιεβάλλοντο· καὶ σὺν αὐτῷ ἐπένθουν Νινευΐται οἱ ἀεὶ λαμπρῶς ἠμφιεσμένοι. Ὡς Ἰνδοὶ ἐφαίνοντο ἐκ τῶν μελλόντων κακῶν.

Ἔλαβεν ὁ βασιλεὺς τὰς ἑαυτοῦ δυνάμεις καὶ ἐξελθὼν τὴν πόλιν πᾶσαν ἐπεσκέψατο. Ἀπέστειλε κήρυκας τοῦ κηρύξαι πανταχοῦ, ἵνα μετανοήσωσι πάντες ὁμοθυμαδόν· ἀπολειπέτω, ἔλεγεν ὁ βασιλεύς, εἷς ἕκαστος τὴν ἑαυτοῦ πονηρίαν, ἵνα μὴ ἐν πολέμῳ τρωθῇ καὶ καταβληθῇ. Ὁ ἅρπαξ μεταδότω, ὁ ἄσωτος σωφρονείσθω, ὁ ὀργίλος πρᾷος ἔστω, ὁ τρυφῶν νηστευέτω. Μηδεὶς μνησικακείτω, μηδείς τινα ἀράσθω, μηδείς τινα θλιβέτω, μήτε μὴν λοιδορείτω. Ἐὰν ἡμεῖς ἀφῶμεν τὰ πταίσματα τοῖς ὁμοδούλοις, καὶ ὁ Θεὸς ἀφίησιν ἡμῖν τὰ εἰς αὐτὸν πταίσματα. Οὕτως ἔσται ὁ τρόπος τῆς παρατάξεως ἡμῶν, καὶ λαμβάνομεν νίκην καὶ σῴζεται ἡ πόλις.

Ταῦτα καὶ τὰ τοιαῦτα ἐβόων οἱ κήρυκες τοῦ βασιλέως ἐν τῇ μεγάλῃ πόλει, σὺν κτήνεσι νηστεύειν. Ἕστηκεν ὁ βασιλεύς, καθάπερ τις ἰατρός, νοσοῦσαν ἰώμενος· ἡγίασε νηστείᾳ τὴν παρεμβολὴν αὐτοῦ· θώρακα δόξης μεστὸν ἔδωκε δι᾽ αὐτῆς 〈καὶ〉 θυρεὸν λυτρώσεως· ἔσπευσε τοῦ κηρύξαι ἐν αὐτῇ πρᾳότητος φαρέτραν, ἧς τὰ βέλη τὸν οὐρανὸν φθάνουσι καὶ πεμπόμενα νικῶσιν· ἑλκύσας προσήγαγε ταῦτα, ἀγάπην, πίστιν, ἐλπίδα, ξίφη κατέχοντα καὶ χαρὰν παρέχοντα. Μετὰ δὲ τὸ καθοπλῖσαι οὕτω τὸν βασιλέα τὴν παρεμβολὴν αὐτοῦ νηστείαις καὶ προσευχαῖς, ἤρξατο τὰ πλήθη λοιπὸν ἐπισκέπτεσθαι, ἄνδρας τε καὶ γυναῖκας, πάντας ὁμοθυμαδόν, καὶ ἔλεγε πρὸς αὐτούς· πάντες περὶ τῆς σωτηρίας ἡμῶν πολεμήσωμεν ἀνδρείως καὶ γενναίως. Ἐν τῷ ἑαυτοῦ σάκκῳ τύπον αὐτοῖς παρεῖχεν, ἵνα πᾶσα ἡ πόλις οὕτω καθοπλίσηται.

Ὁ υἱὸς τοῦ Νεβρώδ, τοῦ γενναίου γίγαντος, λιπὼν θῆρας φονεύειν, τὰ πάθη ἐτίτρωσκεν· ἀντὶ θηρῶν ἔσφαττε τὴν αἰσχρὰν ἁμαρτίαν. Λιπὼν τοὺς ἔξω θῆρας, τὴν ἔνδον πονηρίαν ἐσπούδαζεν ἀναιρεῖν· ἀντὶ ἅρματος δόξης ἐπέζευε τῆς πόλεως, καὶ πάντας ἔσπευδεν ἐλθεῖν εἰς μετάνοιαν. Ἐπελάζετο ὁ βασιλεὺς ἐν ταῖς πλατείαις αὐτῆς, ἵνα πλύνῃ ἐξ αὐτῶν τὸν ῥύπον τῆς ἁμαρτίας· ἐβάδιζε ταπεινῶς, καὶ γέγονε στηριγμὸς σαλευομένης πόλεως, ἵνα μὴ κάτω πέσῃ.