Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Ἰουλιανὸν ἀσκητήν

Ἐφραίμ ὁ Σύρος

Εισαγωγή στον βίο του Ιουλιανού και πνευματικές παραινέσεις

Παρουσίαση του μοναχικού βίου του Ιουλιανού, η θαυμαστή διάσωση ενός παιδιού και νουθεσίες σχετικά με την προσευχή, την ταπεινοφροσύνη και τους κινδύνους της κοσμικής συναναστροφής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 4

Περὶ Ἰουλιανοῦ τοῦ ἀσκητοῦ Οὗτος ὁ ἄριστος τῶν ἀσκητῶν οἰκέτης ἐστὶν ὑπάρχων. Τὰ μὲν πρῶτα καθὼς αὐτὸς ἡμῖν λοιπὸν διηγεῖτο, ἐν πολλῇ ἀσωτίᾳ ἔζη· ὕστερον δὲ εἰς ἐπίγνωσιν ἐλθών, καλῶς διεβίωσε, καίτοι πολλὰ πεπονθὼς ὑπὸ τῶν ἰδίων δεσποτῶν, ἐν Ἡλιουπόλει τῇ πρὸς Λίβανον· μετεῖχον γὰρ τῆς εἰδωλομανίας. Τοῦ δὲ κυρίου αὐτοῦ τελευτήσαντος, ἀποταξάμενος ἐγένετο μοναχός· ἠγάπησε δὲ τὸν Κύριον ἐν ὅλῃ ψυχῇ καὶ καρδίᾳ, ὥστε κατορθῶσαι αὐτὸν σχεδὸν πᾶσαν ἀρετήν. Ἐκτήσατο κατάνυξιν πολλήν, ταπεινοφροσύνην δὲ ὑπερβάλλουσαν· καὶ οὐχ ὥς τινες μετὰ τὴν ἀναχώρησιν τοῦ βίου τῇ ἀμελείᾳ καὶ τῇ ἀργίᾳ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐκδεδωκότες ἑαυτούς, καὶ τὴν ὀσφὺν μὴ περιζωσάμενοι τῇ σωφροσύνῃ, εἰς βάθη κακῶν κατέπηξαν τὰς ἑαυτῶν ψυχάς, ὥστε τινὲς μηδὲ περιεργιῶν ἀμυήτους ἑαυτοὺς ἐᾶν, ἀλλὰ καὶ ταύτην παρελθεῖν οὐ παρῃτήσαντο διὰ τὰς ἑαυτῶν ἐπιθυμίας, καὶ σχῆμα εὐσεβείας ἠμφιεσμένοι οἰκητήριον ἑαυτοὺς κατεσκεύασαν τῆς τῶν δαιμόνων φάλαγγος. Ἀμέλει καὶ ἐν οἷς ἐκαθεζόμην τόποις, μοναχός τις ἔχων υἱὸν μικρόν, κομιδῇ καὶ τοῦτον ἐκ παρακοῆς ὄντα, οὐ παρῃτήσατο θυσίαν τῷ δαίμονι τοῦτον προσαγαγεῖν διὰ φιλοχρηματίαν· ἀλλ᾽ ἡ τοῦ Θεοῦ βοήθεια προλαβοῦσα, διέσωσε τὸ παιδίον.

Ὡς γὰρ κατήγαγεν αὐτὸ ὁ δείλαιος εἰς τὸν ὑπόγειον τόπον, ἔνθα ἐλέγετο χρυσίον πολὺ κεκρύφθαι ὑπὸ τῶν κατασκευασάντων τὸ ἱεροτάφιον, θεασάμενος ὁ δαίμων τὸ σημεῖον τοῦ σταυροῦ ὃ ἠμφίεστο τὸ παιδίον, οὐκ ἐτόλμησε τοῦτο ἀδικῆσαι· σὺν τῷ γὰρ ἀναλάβῳ καθῆκεν ὁ ἀνήρ· πατέρα γὰρ τοῦτον καλεῖν ὀκνητέον ἐμοί. Οὕτως οὖν τὸ εἶργον τῷ σκοπῷ ἐγνωκώς, ἐγερθεὶς ἀφείλετο τὸν ἀνάλαβον ἀπὸ τοῦ παιδίου. Καὶ φωνὴ πάλιν ἐγένετο ἐκ τῶν ἀδύτων· ὅτι, ἐπεὶ ὅλως ἀφιερώθη Θεῷ, ἀποίητός ἐστι. Τοῦ οὖν παιδίου παραδόξως διασωθέντος, διηγήσατο τὰ παρακολουθήσαντα πάντα, ἅμα δὲ καὶ τὴν γενομένην αὐτῷ ἀπὸ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀντίληψιν. Γέγονε γὰρ περίφημος ὁ λόγος, ὥστε καὶ συνέδριον συγκροτηθῆναι ὑπὸ τῶν ἁγίων πατέρων ἐπὶ τῇ ὑποθέσει τοῦ πράγματος.

Ταῦτα δέ, ἀδελφοί, παρασκευάζει ἡ ἀμέλεια τῆς συνάξεως, καὶ τὸ μὴ συνεχῶς προσεύχεσθαι καὶ νηφόντως· ἡ γὰρ ψαλμῳδία καὶ ἡ προσευχὴ ἐν ταπεινῷ λογισμῷ ἀνακουφίζουσι τὸν νοῦν τῶν ἀπηγορευμένων παθῶν, καὶ νεανικωτέραν τὴν ψυχὴν καθιστῶσι πρὸς τὴν ἐπιθυμίαν τῶν οὐρανίων ἀγαθῶν. Ὥσπερ δὲ τὸ προσομιλεῖν Θεῷ διὰ καθαρᾶς προσευχῆς ταπεινοφροσύνην ἐμποιεῖ τῇ ψυχῇ, οὕτω τὸ προσδιαλέγεσθαι βασιλεῦσιν ὑψηλοφροσύνην γεννᾷ, τοῖς μὴ λίαν πυρωθεῖσιν ὑπὸ τοῦ κρείττονος φόβου.

Ἄρ᾽ οὖν κάμινος καὶ χωνευτήριον πέφυκεν ἡ πρὸς βασιλέα συνάφεια, δοκίμους ἢ ἀδοκίμους τοὺς μετέχοντας ἐμφαίνουσα· οἱ δὲ τὸν Κύριον πρὸ ὀφθαλμῶν ἔχοντες διαπαντός, τῷ κρείττονι φόβῳ ἐκκρούουσι τὴν προσπάθειαν τῶν ὁρωμένων πραγμάτων. Διὸ μακάριος ὁ ἀποταξάμενος τῷ βίῳ, συναναστρεφόμενος ἐν συνοδίᾳ ἀνδρῶν ἁγίων καὶ ἐν ὑποταγῇ πνευματικῶν πατέρων, καὶ διατελῶν ἐν καθαρᾷ συνειδήσει τὸν βίον ἑαυτοῦ· ὅτι οὐ καταισχυνθήσεται ἐν τῇ ἀναστάσει τῶν δικαίων.

Οὐαὶ δὲ τῷ συνδυάζοντι μετὰ ἀνδρῶν ἀνοσίων καὶ ἀνυποτάκτων· ὅτι ὄψεται ὁ τοιοῦτος ἡμέρας πικράς· ἡ γὰρ αὐθεντία καὶ ἡ μονία καὶ αὐτοβουλία, ἔρημόν τε καὶ πτωχὸν καθίστησι τὸν ἄνθρωπον τῶν πνευματικῶν καρπῶν καὶ χαρισμάτων· τὸ δὲ κρίσει πάντα ποιεῖν, μακάριόν ἐστιν.