Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Κάιν καὶ τὸν Ἄβελ

Ἐφραίμ ὁ Σύρος

Προοίμιο, όραμα της σφαγής και εισαγωγική προτροπή

Ο ιερός συγγραφέας περιγράφει το αρχικό όραμα της αδελφοκτονίας, ανατρέχει στη Γραφή και καλεί το ποίμνιο να εμβαθύνει στα πνευματικά νοήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 6

Λόγος περὶ τοῦ Κάϊν, καὶ τοῦ Ἄβελ τῆς ἀναιρέσεως Ἀρύσασθαι ἀκριβῶς ἐνθυμούμενος ἐγὼ ἀπὸ θείας ῥήσεως, ἐκ πηγῆς καθαρᾶς, νοήματα ἄϋλα πράξεών τε καὶ ῥημάτων, εἰς εὐχὴν ἐχώρησα γνῶναι τοῦτο σαφῶς. Λαβὼν δὲ νοῦς ὁ ἐμός, αὐτίκα ἐξέτεινα τὸ ὄμμα εἰς τὸ βάθος τῆς ῥήσεως, καὶ ἰδοὺ ἑώρακα ἐν τῷ πεδίῳ μειράκια εὐπρεπῆ, πάνυ ὡραίους καὶ ἠρέμα βαδίζοντας· καὶ γενομένων αὐτῶν ἐν τόπῳ τινί, ἐπανέστη ὁ εἷς αὐτῶν ἀνελεῖν τὸν ἕτερον.

Ἐγὼ δὲ ἑωρακὼς ἰλιγγίασα ὁ ἐλεεινὸς ἐπὶ τῇ πικρᾷ σφαγῇ τῇ γινομένῃ ἀδίκως· θέλων δὲ μαθεῖν δι᾽ ἣν αἰτίαν ἀνεῖλεν ἐκεῖνος τὸν ἕτερον ἐν τῇ ἀτρόμῳ χειρί, ἐσπούδασα γενέσθαι ἐν ῥοπῇ μετέωρος καὶ ἐν τῇ δυνάμει τοῦ ῥητοῦ μαθεῖν τὴν ἀκρίβειαν· ἔκειτο γὰρ ὁ σφαγεὶς ὡς ἀρνίον ἐν ἀγρῷ, καὶ ὁ σφάξας ἕστηκεν ἄφοβος, καὶ ἀμέριμνος ᾤχετο.

Χάριν τούτου ἀνέδραμον πρὸς τὴν Γραφήν, ὦ ἀδελφοί, μαθεῖν βουλόμενος τὴν ἀλήθειαν, τί ὑπῆρχον ἀμφότεροι. Ἤρδευσε δέ με ἀφθόνως ἡ θεία ἐξήγησις γνῶναι τὰ περὶ αὐτῶν καὶ μικρὰ ἠθήματα ἐκτυπῶσαι μερικῶς πρὸς τὴν θεωρίαν ἐκείνου τοῦ σφαγέντος καὶ τοῦ σφάξαντος. Πλὴν οὖν, ἀδελφοί, πνευματικῶς δέξασθε καὶ τὰς ἀκοὰς ὑμῶν ἀνοίξατε πρὸς τὴν ἀκρόασιν τῶν ῥηθησομένων. Ὃν τρόπον γὰρ ὁδηγεῖ ὁ ποιμὴν τὰ πρόβατα ἔνθα ποιμαίνει ἐν ὕδασι ζωοποιοῖς, ἵνα τραφῶσι τὰ ποίμνια αὐτοῦ, οὕτως ἐστὶ καὶ ὁ λαλῶν ῥήματα χάριτος δι᾽ ὠφελίαν τῶν ἀνθρώπων.