Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Κάιν καὶ τὸν Ἄβελ

Ἐφραίμ ὁ Σύρος

Η επίθεση του Κάιν και οι ικεσίες του Άβελ

Κατά την άνοδό τους, ο Κάιν επιτίθεται με κατηγορίες. Ο Άβελ υπερασπίζεται την αθωότητά του, ικετεύει τον αδελφό του να αποφύγει τον φόνο και επικαλείται την κτίση ως μάρτυρα της αδικίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 6

Ἡνίκα δὲ ἀνῆλθον ἀμφότεροι ἠρέμα βαδίζοντες καὶ τοῦτο μόνον φροντίζοντες, τὸ πῶς θυσίαν προσενέγκωσι τῷ Θεῷ, καὶ γενομένων αὐτῶν ἐν τόπῳ τινί, ἤρξατο κινεῖσθαι ὁ Κάϊν κατὰ τοῦ Ἄβελ. Ἤλλαξε δὲ καὶ τὴν γνώμην καὶ ἐτράχυνε τὴν λαλιὰν κατὰ τοῦ Ἄβελ, μέμψιν ἄδικον ἐγκαλῶν καὶ τοιαῦτα λέγων πρὸς αὐτόν· δεῦρο εἰπέ μοι τίνος ἕνεκεν καὶ τίς ἡ αἰτία μου, ὅτι ἐγὼ ἐμισήθην παρὰ τοῦ Θεοῦ, σὺ δὲ ἠγαπήθης; Ἀπάγγειλόν μοι ἐν τάχει· οὐχὶ ἀμφότεροι τέκνα ἐσμὲν τοῦ Ἀδάμ;

Καὶ πῶς τὸ σὸν δῶρον δεκτὸν γέγονε μᾶλλον παρὰ τὸ ἐμόν; Λοιπὸν τούτου ἕνεκα καὶ ὑπολαμβάνεις λέγων, ἐπειδὴ ἐμὲ ἠγάπησεν ὁ Θεὸς ὑπὲρ τὸν ἀδελφόν μου· λοιπὸν καὶ τὴν κτίσιν πᾶσαν παρέσχε μοι ἀπολαῦσαι, ὡς θέλω. Πλὴν ἐγώ σε ποιήσω οὐ μόνον μὴ ἀπολαῦσαι αὐτῆς, ἀλλὰ καὶ τῆς ζωῆς σου ταχὺ ἀποστερήσω σε, διότι σκόλοψ μοι γέγονας καὶ ἠβουλήθης πάντα κληρονομῆσαι ἀπληστίᾳ φερόμενος. Καὶ ὥρμησεν ἐπ᾽ αὐτόν, ὥσπερ ἀνήμερον θηρίον, τρίζων τοὺς ὀδόντας αὐτοῦ ἀνελεῖν αὐτόν.

Ἄβελ δὲ ὁ ἄμεμπτος ἰδὼν τὸν Κάϊν οὕτω κινηθέντα ἐπ᾽ αὐτόν, ἐξέστη ὅλως καὶ ἤρξατο προσπίπτειν αὐτῷ καὶ ῥήμασιν ἐλεεινοῖς παρακαλῶν αὐτὸν ἔλεγε, βουλόμενος αὐτὸν πρὸς εὐσπλαγχνίαν κάμψαι. Βλέπων δὲ αὐτὸν οὕτω σκληρὸν καὶ πρὸς τὴν σφαγὴν σπουδάζοντα, ἔλεγε πρὸς αὐτόν· ταῦτά σου εἰσὶ τὰ ῥήματα, ὦ ἀδελφέ μου Κάϊν, ἃ ἔλεγες τοῖς γονεῦσιν ἡμῶν; Οὐχὶ παρακαλῶν ἔλεγες σὺν δάκρυσιν ὅτι θέλω ἁγνὸς προσεύξασθαι τῷ Θεῷ καὶ οὐκ ἔχω παρρησίαν; Θέλω οὖν συμπαραλαβεῖν καὶ Ἄβελ τὸν ἀδελφόν μου καὶ τοῦ Θεοῦ φίλον, καὶ βούλομαι ἵνα συνέλθῃ μοι ὡς ἀδελφὸς φιλόστοργος καὶ προσπέσῃ τῷ Ὑψίστῳ, ὅπως διαλλαγῇ μοι. Ἠπάτησάς με ὄντως, ἀδελφέ, λόγοις κολακείας καθ᾽ ὃν τρόπον ἠπάτησε τοὺς γονεῖς ἡμῶν ὁ δόλιος ὄφις ἐν τῇ πανουργίᾳ αὐτοῦ. Ἐγένου μοι, ἀδελφέ μου, ὄφις δεινὸς καθήμενος ἐν παρόδῳ καὶ λαθραίως τὸν ἰὸν παραπέμπων τὸν ἑαυτοῦ· ἐγένου μοι, ἀδελφέ μου, γεωργὸς πονηρός, ὃς ἰδὼν φυτὸν πολυφόρον καὶ φθονήσας ἠφάνισε καὶ ἐξερρίζωσεν· ἐγένου μοι, ἀδελφέ μου, ὡς ποιμὴν ἄπειρος, ὃς ἰδὼν κριὸν ἀγαθὸν καὶ φθονήσας τοῦτον κατέσφαξε. Τίς ἡ αἰτία μου, φράσον μοι; Μὴ ἤκουσάς μου ποτὲ εἰρηκότος περὶ τῆς γῆς ἢ τοῦ κόσμου αὐτῆς ὅτι αὐτὴν κληρονομήσω; Ἰδοὺ νῦν λέγω σοι, ἀδελφέ μου, σὰ εἰσὶ τὰ πάντα.

Ἔχε αὐτά, παρακαλῶ· μόνον τοῦτό μοι χάρισαι, τὸ θεάσασθαι τοὺς γονεῖς ἡμῶν· πλὴν γίνωσκε ὅτι οὐδέποτε ἐγενόμην κωλυτὴς τῆς θυσίας σου. Μὴ γὰρ ἐγὼ εἶπα τῷ Ὑψίστῳ μὴ δέξασθαί σου τὰ δῶρα, καὶ διὰ τοῦτό μοι ὀργίζῃ; Γινώσκει ὁ Θεὸς ἀπ᾽ ἀρχῆς τὴν ἑκάστου ἔννοιαν καὶ σοῦ τὴν καρδίαν ἐπίσταται πρὸ τοῦ σε πλάσαι τί μέλλεις πράττειν· ἀλλὰ παρακλήθητι, ἀδελφέ μου, καὶ δέξαι μου τὰ δάκρυα, καὶ ἔασόν με καταφιλῆσαι τοῦ Ἀδὰμ τὰς πολιὰς καὶ τῆς Εὔας τὸν χαρακτῆρα. Ἰδοὺ γὰρ οἱ αὐτῶν ὀφθαλμοὶ πρὸ τῶν θυρῶν εἰσιν, ἀτενίζοντες διαπαντὸς πότε ἡμᾶς θεάσονται ἐπιστρέφοντας πρὸς αὐτούς. Τί σοι δὲ ὄφελός ἐστιν, ἂν τὸ αἷμά μου ἐκχέῃς ἄρτι;

Μή, ἀδελφέ μου, παρακαλῶ· οὐ γὰρ καλὸν γίνεται τῇ ψυχῇ σου· ἐξέτασις γὰρ μέλλει γενέσθαι πρὸς σέ, καὶ τίνα εὑρήσεις ἀπολογίαν περὶ τούτου ἐνώπιον τοῦ Θεοῦ; Μή σοι δόξῃ ψεύσασθαι αὐτόν. Φανερὸν γὰρ μέλλει γίνεσθαι ἐνώπιον αὐτοῦ· ὁ γὰρ τὰς καρδίας ἐρευνῶν καὶ ὧδε ἐφορᾷ. Ἀλλὰ ἀρκέσθητι, παρακαλῶ, ἐπὶ τῇ ἐνθυμήσει ᾗ ἐνεθυμήθης κατ᾽ ἐμοῦ καὶ τὰς πολιὰς οἴκτειρον τῶν ἡμετέρων γονέων.

Οἰκτείρησον δέ με τὸν σὸν ἀδελφὸν προσπίπτοντά σοι, καὶ δεῦρο προσπέσωμεν τῷ φιλανθρώπῳ Θεῷ, καὶ μὴ δόξῃς προσθεῖναι πένθος ἐπὶ πένθος καὶ θλῖψιν ἐπὶ θλῖψιν. Μὴ τυφλώσῃς τοὺς ὀφθαλμοὺς τοῦ πατρὸς ἡμῶν Ἀδάμ, μηδὲ ἀλλοιώσῃς τὴν ὅρασιν τῆς μητρὸς ἡμῶν Εὔας· ἐὰν γὰρ σὺ τοῦτο ποιήσῃς, ποῦ πορεύσῃ ἢ ποῦ κρυβήσῃ ἀπὸ προσώπου τοῦ Θεοῦ; Ἢ ποίοις ὀφθαλμοῖς θεάσῃ τοὺς ἡμετέρους γονεῖς; Καὶ τί ἐρεῖς αὐτοῖς, ὅταν μέλλωσί σε ἐπερωτᾶν περὶ Ἄβελ τοῦ ταπεινοῦ; Πῶς σου κινήσεις πρὸς ἀπολογίαν τὴν γλῶσσαν τοῦ ἐλεεινοῦ ἐρωτήματος ἐκείνου; Πῶς σου βαστάσουσιν αἱ ἀκοαί; Πῶς δὲ καὶ ἡ καρδία σου λογίσεται τὸ ἀπαραμύθητον πένθος τῶν ἀμφοτέρων λεγόντων σοι ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου; Μὴ ἀναγκάσῃς, ἀδελφέ μου, τὸν Ἀδὰμ ἐνταῦθα παραγενέσθαι ζητοῦντα ποῦ τὸ σῶμά μου κεῖται. Εἶτα εὑρών με πῶς μέλλει ἐπάνω μου παρακύψαι, ὁρῶν με ὥσπερ ἀρνίον κείμενον ἐσφαγμένον ἐν ἀγρῷ; Μὴ θελήσῃς καὶ τὴν Εὔαν ἐλθοῦσαν ὀλοφύρεσθαι καὶ τοῦ αἵματος τοῦ τέκνου τὰς πολιὰς χρῖσαι. Γνῶθι, ἀδελφέ, τί μέλλεις ποιεῖν, καὶ ἀνανήψας δάκρυσον πρὸς τὸν Θεὸν καὶ μὴ ποιήσῃς τοῦτο· πλὴν λέγω σοι, ἡ γῆ σὺν παντὶ τῷ κόσμῳ ἐνώπιόν σου ἐστίν, ἀπόλαυσον αὐτῆς· ἐμοὶ δὲ ἀρκεῖ ὁρᾶν σου τὸ πρόσωπον τὸ ἀγγελικόν. Ἐγὼ δακρύων παρακαλῶ, ἀλλὰ σὺ μεθύων τῷ θυμῷ οὐ προσέχεις.

Πῶς ἐκάμμυσας τοὺς ὀφθαλμούς σου, πῶς ἐκλείσθησάν σου αἱ ἀκοαί, πῶς ἐπωρώθη σου ἡ καρδία τοῦ μὴ ἀκούειν μου τοῖς λεγομένοις, καὶ ἐκινήθης τοῦ ἀνελεῖν με ἀδίκως;

Παρακαλῶ σε οὖν, ἀδελφέ, ἵνα εἴπῃς τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ, ὅπως ἔλθωσι καὶ θεάσωνται τὸ καινὸν θέαμα τοῦτο καὶ τὴν πικρὰν σφαγήν μου· καὶ καθὼς ἐδέξαντο τὴν ἡδονὴν ἐν παραδείσῳ, καὶ ἐγυμνώθησαν παρακούσαντες τοῦ Θεοῦ, ἐνταῦθα πάλιν ἴδωσι τὴν πικρὰν σφαγήν μου καὶ πενθήσωσιν· ὃν τρόπον ἐκβληθέντες ἐκ τοῦ παραδείσου, οὕτω πενθήσωσι καὶ ἐπὶ νεκροῦ νεοσφαγοῦς. Ἔασον τὸν Ἀδὰμ ἐλεεινῷ καὶ ἐσχάτῳ ἀσπασμῷ καταφιλῆσαι τὸ ταπεινόν μου σῶμα.

Δέξαι, ὦ γῆ, τὸ αἷμά μου καὶ ἰσχυρῶς βόησον πρὸς τὸν Θεόν, ἵνα ἐν τάχει ἐκδικηθῶ· καὶ σκέπασον, ὦ γῆ, τὸ σῶμά μου ἀπὸ θηρίων καὶ ὀρνέων, ἵνα κἂν θηριάλωτον μὴ γένηται, ἐπειδὴ ὁ Ἀδὰμ οὐ πάρεστιν ἵνα σκεπάσῃ με. Οἱ οὐρανοί, ἀκούσατε τὰς ἐλεεινὰς φωνὰς τοῦ ἀδίκως σφαζομένου καὶ μὴ σιωπήσητε. Κλαύσατέ με, πάντα τὰ τερπνὰ τῆς γῆς. Κλαύσωσί με τὰ πρόβατα ἃ ἐποίμαινον ἐν πεδίοις καὶ ὄρεσι. Κλαύσωσί με τὰ νάματα τῶν ὑδάτων· οὐκέτι γὰρ σὺν τοῖς ποιμνίοις θεωρῶ αὐτά. Πενθήσῃ με καὶ ἡ πόα τῆς πεδινῆς σὺν τοῖς ἄνθεσιν αὐτῆς, διότι οὐ θεωρῶ αὐτήν.