Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Κάιν καὶ τὸν Ἄβελ

Ἐφραίμ ὁ Σύρος

Η διάπραξη του φόνου, ο θείος έλεγχος και η καταδίκη

Περιγράφεται η δολοφονία του Άβελ και η προσπάθεια απόκρυψης του εγκλήματος. Ακολουθεί η παρέμβαση του Θεού, η καταδίκη του Κάιν και η ανακάλυψη του νεκρού από την Εύα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 6

Ταῦτα τὰ ῥήματα λαλήσαντος τοῦ Ἄβελ, τὰ δυνάμενα καὶ λιθίνην καρδίαν μαλάξαι, ἵστατο ὁ ἄσπλαγχνος καὶ ἀνελεήμων Κάϊν, ὡς ἀσπὶς βύουσα τὰ ὦτα αὐτῆς, ἀλλὰ ὥσπερ θηρίον ἐκινεῖτο κατὰ τοῦ δικαίου, καὶ ἐμελέτα πῶς ἐπιτελέσει τὸν φόνον· ἐπάρας δὲ τὴν χεῖρα αὐτοῦ ὁ ἄσπλαγχνος, ἐν ῥοπῇ μιᾷ ἐπάταξε τὸν ἴδιον ἀδελφόν, καὶ χαιρόμενος ὁ τάλας ἔλεγε καθ᾽ ἑαυτόν· τί, φησί, γέγονας, Ἄβελ, ὅτι καὶ δεκταί σου γεγόνασιν αἱ θυσίαι; Ἴδε, τί πέπονθας καὶ ποῦ κεῖσαι ὁ σπουδαῖος προσκομιστής· κἀγὼ ἤδη ζῶ, αὐτὸς δὲ τετελεύτηκας. Καὶ τί λοιπὸν πρὸς ἑαυτὸν ὁ ἄθλιος; Δεῖ με μελετᾶν τοῦ λοιποῦ τὸ τί ἀπολογήσομαι τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ περὶ Ἄβελ τοῦ προσκομιστοῦ. Οἶδα γάρ, φησίν, ὅτι ἀμφότεροι πρὸ τῶν θυρῶν ἵστανται ἐκδεχόμενοι ἡμᾶς, καὶ ἡνίκα ἴδωσί με μόνον ἐπανελθόντα, ὡς μὴ ἐπιστάμενοι τὸ γεγονός, ἐπερωτήσουσί με περὶ τοῦ Ἄβελ, τὸ τί γέγονε· καὶ ἐὰν ἄρξωνται ἐρωτᾶν με τί μόνος παραγέγονας· ἐγὼ δὲ ἐν τραχείᾳ φωνῇ ἀποκριθήσομαι αὐτοῖς τί ὅτι ἐρωτᾶτέ με περὶ τοῦ ἀδελφοῦ μου; Μὴ γὰρ οὐκ ἔχει ἐξουσίαν ὅπου θέλει περιελθεῖν;

Ἢ γὰρ ἐγὼ φύλαξ αὐτοῦ εἰμι; Καὶ λοιπὸν οὕτω μου λαλοῦντος αὐτοῖς αὐστηρῶς, φοβηθήσονταί με ἐπερωτῆσαι περὶ αὐτοῦ ἔτι· εἰ δὲ καὶ ταράσσονται καὶ ἀγανακτοῦσι περὶ αὐτοῦ, ἀνελεῖν με οὐ δύνανται. Ἐπειδὴ πάλιν μόνοι εὑρίσκονται ἐπὶ τῆς γῆς, [καὶ] οὐ μὴ εὑρεθῇ ἕτερος ἄνθρωπος ἐπὶ τῆς γῆς ὁ ἐλέγχων με. Οἱ Ἄγγελοι οὐκ εἶδόν με, καὶ οὐ φοβηθήσομαι περὶ τούτου, ἀλλὰ γαυριώμενος πορεύσομαι τοῦ λοιποῦ.

Τοῦτο δὲ τὸ ψεῦδος ἐνθυμούμενος ὁ ἄθλιος εἰπεῖν τοῖς γονεῦσι, κινεῖται λοιπὸν ἡ δικαία κρίσις τοῦ Θεοῦ ἐκδικῆσαι τὸν Ἄβελ· καὶ φωνῆς θείας φοβερῶς αὐτὸν ἐλεγχούσης, ὥσπερ ἐνεθυμεῖτο τοῖς γονεῦσιν εἰπεῖν, εἶτα ἀποκρίνεται τῷ φοβερῷ δικαστῇ καὶ Θεῷ· μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμί; Καὶ πάλιν ἡ θεία φωνὴ πρὸς αὐτόν· ὦ Κάϊν, τί ἀπέκτεινας τὸν ἀδελφόν σου κρύψας ἡσύχως τὸ αἷμα αὐτοῦ, αὐτὸ δὲ κάτωθεν ἐκ τῆς γῆς βοᾷ πρός με; Τί τοῦτο ἐποίησας; Τί γὰρ σὲ ἠδίκησεν, ὅτι ἐν πάσῃ εὐθύτητι προσέφερε τὸ δῶρον αὐτοῦ; Σὺ δὲ ἀπ᾽ ἀρχῆς εἶ φθονερὸς καὶ βάσκανος.

Λοιπὸν λάβε καὶ τὴν ἀπόφασιν κατὰ τὴν ἀξίαν τῆς σῆς τιμῆς, ἧς αὐτὸς ἐκοπίασας ἐν φθόνῳ καὶ φόνῳ καὶ δολιότητι· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς, ὅπως γνώσονται πάντες ὅτι αἷμα ἐξέχεας ἀδίκως. Ἡ δὲ μήτηρ αὐτῶν ἐταράττετο ἐν τῷ χρονίζειν αὐτοὺς εἰς τὴν θυσίαν, καὶ ἐλθοῦσα δρομαία ἐν τῷ πεδίῳ θεωρεῖ τὸν Ἄβελ κείμενον ἐν τῷ πεδίῳ ὡς ἀρνίον ἐσφαγμένον καὶ τὸν Κάϊν στένοντα καὶ τρέμοντα ὡς φύλλον ὑπὸ ἀνέμου. Ἐπιστᾶσα οὖν ἡ Εὔα οὐκ ᾔδει διακρῖναι τὸ καινὸν θέαμα· νεκρὸς γὰρ ἔκειτο ὁ παῖς, ἀλλ᾽ οὐκ ἐγίνωσκεν ἡ Εὔα τὸν τοῦ θανάτου τρόπον, καὶ ἐκάλει τὸν παῖδα λέγουσα· Ἄβελ, Ἄβελ, τέκνον ἐμόν, τί γέγονέ σοι; Ὡς ἐν ὕπνῳ κεῖσαι, καὶ οὐχ ὑπακούεις τῇ μητρί σου. Ἐπὶ σοὶ ὄντως ξένον καὶ τὸν ὕπνον ὁρῶ· ἔστι γάρ σου ἡ ὄψις καὶ τὸ πρόσωπον πελιδνόν, οἱ ὀφθαλμοί σου οὐκ εἰς ἑαυτοὺς καθεύδοντες, οἱ πόδες σου καμπύλοι γεγόνασιν. Εἰ σὺ εἶ ὁ Ἄβελ, ὁ ἐκ τῆς ἐμῆς γαστρὸς τεχθείς, ἢ ἄλλος ἀντ᾽ ἄλλου γέγονας;

Τί δὲ οὕτω σιγᾷς καὶ οὐ λαλεῖς τῇ σῇ μητρί; Κἂν τὰς πηγὰς τῶν δακρύων μου ἐλέησον καὶ τοὺς μαστοὺς οὓς ἐθήλασας [ἐλέησον], καὶ δός μοι λόγον. Τίς ἡ ξένη αὕτη θέα καὶ ἀφόρητος; Σύ, Ἄβελ, σιγᾷς καὶ οὐ λαλεῖς τῇ μητρί σου, κἀγὼ θρηνῳδοῦσα ὑποστρέφω πρὸς τὸν Ἀδάμ. Κλαύσομαι οὖν τοῦ λοιποῦ καὶ θρηνήσω, τὸ ἐμὸν τέκνον, ὅτι οὕτως αἰφνιδίως ἀνάρπαστος γέγονας, ὥσπερ στρουθίον, ἐκ τῶν ἐμῶν ἀγκαλῶν. Εἶτα στραφεῖσα πρὸς τὸν Κάϊν λέγει· Σὺ τί στένεις καὶ τρέμεις καὶ κλονίζῃ, ὥσπερ 〈φύλλον〉 ὑπὸ ἀνέμου; Τί δὲ τοῖς ποσὶν οὐχ ἵστασαι, καὶ τί σου ἐρυθρὰ τὰ ἱμάτια; Πόθεν δὲ καὶ ἡ δεξιά σου αἵματος ἀποστάζει; Θεέ, τί τοῦτό ἐστι τὸ καινὸν θέαμα! Καὶ πρὸς τὸν Κάϊν ἔλεγε· μὴ καὶ σὲ ὁ Διάβολος ἠπάτησε καὶ πρὸς ἀδελφοκτονίαν ἤγαγεν, ὡς κἀμὲ ἠπάτησε; Σὲ δέ τ᾽ ἰδὼν φονέα καὶ ἀναιρέτην τοῦ Ἄβελ ἐποίησεν;