Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Κάιν καὶ τὸν Ἄβελ

Ἐφραίμ ὁ Σύρος

Ο θρήνος της Εύας και ο επίλογος

Η Εύα οδύρεται για τον θάνατο του Άβελ, συνδέοντας το γεγονός με την πτώση από τον Παράδεισο. Το έργο ολοκληρώνεται με την καθιερωμένη αναπομπή δόξας στον Τριαδικό Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 6

Οἴμοι ἀπόλωλα! Ποίοις ὀφθαλμοῖς ἴδω τὸν πρεσβύτην Ἀδὰμ ἢ ποίους εἴπω λόγους πρὸς αὐτόν; Ἐὰν εἴπω τὸ γενόμενον, καὶ τὸν Ἄβελ οὐκ ὠφελήσω καὶ τὸν Κάϊν κατηγορήσω. Πῶς δὲ καὶ τῶν ἐμῶν σπλάγχνων γένωμαι κατήγορος; Τούτου ἐλεῶ τὴν ζωήν, κἀκείνου θρηνῶ τὸν θάνατον· οὗτος εἱστήκει στένων καὶ τρέμων, κἀκεῖνος κεῖται σιωπῶν, καὶ τὸ αἷμα φθέγγεται· καὶ ἡ μήτηρ οὐκέτι μήτηρ, καὶ ἡ ἐπὶ τέκνοις εὐφραινομένη λυπεῖται. Τί ποιήσω ἢ τί λαλήσω; Ἐλεήσω τὸν Ἀδάμ, ὅτι δικέλλῃ τὴν γῆν σαλεύων καὶ μοχθῶν ἐν ἱδρῶτι τοῦ προσώπου φάγῃ τὸν ἄρτον αὐτοῦ; Ὄντως ἐμαυτὴν κλαύσω, ὅτι ὃν μετὰ ὠδίνων ἔτεκον, ὡς ἄωρος καρπὸς ὑπὸ ἀνέμου πίπτει· ἀλλ᾽ ὥσπερ ἡμεῖς ἐκ τοῦ δένδρου τῆς ἀπάτης ἐδεξάμεθα, οὕτω καὶ αὐτὸς ἐκ τοῦ δένδρου τῆς ἀπάτης πεπλάνηται, ὅτι καὶ τοῦτον ἀνεῖλε καὶ ἑαυτὸν ζωῆς ἀπεστέρησεν, ὅτι πρῶτος θάνατον ἔδειξε καὶ τῆς ἀπειλῆς τοῦ Θεοῦ ἑρμηνευτὴς πρῶτος ἐγένετο. Ἐπειδὴ διὰ τὴν παράβασιν τοῦτον ἔτεκον, ἀπέδειξε τὸν φθόνον ἐν τῷ Ἄβελ.

Οἴμοι, τέκνον μου Ἄβελ, οὐκέτι ἀμνὸν φέρων προσέρχῃ τῷ πατρί σου· οὐκέτι τὸ εὐρύχωρον ἐκεῖνο κελαδήσεις μέλος· οὐκέτι ἐπαγρυπνήσεις ἐπὶ τὰ ποίμνιά σου φυλάττων· οὐκέτι εἰς τὰς κορυφὰς τῶν ὀρέων ἐφίστασαι καὶ τῶν ἀρνῶν θαυμάζεις τὰ παίγνια· οὐκέτι τοὺς μαστοὺς τῶν θρεμμάτων ἀμέλγεις τῷ γάλακτι!

Τούτου μοι τοῦ κακοῦ αἴτιον γέγονεν, οὐκ ὄφις, οὐ ξύλον, ἀλλ᾽ ἡ περὶ τὸν νόμον τοῦ Θεοῦ ἔχθρα· ἔχθραν γὰρ ἐτρύγησα καὶ ἐτρύγησα θάνατον. Θρηνῶ μου τὸ γέννημα, ἐπειδὴ ἀπώλεσα τὸν κατὰ φύσιν υἱόν. Διότι ἠθέτησα τὸν κατὰ χάριν Πατέρα, ἀπώλεσα τὸν παράδεισον καὶ εὗρον τὸν θάνατον. Ἐκ τοῦ παραδείσου λαβοῦσα καρπὸν ἔφαγον· καὶ ἐκ τοῦ θανάτου ὀδύνην ἐκέρδησα. Ἔρριψέ με ὁ παράδεισος, καὶ ἔλαβέ με ὁ θάνατος. Ἐπειδὴ καρπὸν ξύλου ἔφαγον, θάνατον ἐτρύγησα.

Ἀλλὰ στήσαντες τὸν λόγον, ἀγαπητοί, δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.