Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Κάιν καὶ τὸν Ἄβελ

Ἐφραίμ ὁ Σύρος

Οι θυσίες των αδελφών και η οργή του Κάιν

Παρουσιάζεται η γέννηση των αδελφών και η προσφορά των δώρων προς τον Θεό. Η αποδοχή της καθαρής θυσίας του Άβελ και η απόρριψη της προσφοράς του Κάιν προκαλούν την οργή και την ανταρσία του τελευταίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 6

Οὗτοι δέ, ὅ τε Κάϊν καὶ ὁ Ἄβελ, τέκνα ὑπῆρχον τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, ἐτέχθησαν δὲ μετὰ τὴν παράβασιν. Ἦν δὲ ὁ πρωτότοκος ἐξ ἀρχῆς αὐτομάτῳ λογισμῷ καὶ ἀκούων ἐκ τῶν γονέων συνεχῶς καὶ περὶ τῆς ἐκβάσεως τοῦ παραδείσου ἀνακαλουμένους καὶ συχνῶς δακρύοντας τὸ πῶς ἀνάξιοι γεγόνασι τῆς τοιαύτης χάριτος.

Ταῦτα παρ᾽ αὐτῶν ὁρῶν ἔσπευδεν εὐάρεστος εὑρεθῆναι. Καὶ ἐξ οἰκείων πόνων δῶρα καὶ θυσίας προσέφερον ἀμφότεροι τῷ Θεῷ, ἵνα καὶ αὐτοὶ ἄξιοι γένωνται τῆς τοῦ παραδείσου τρυφῆς. Καὶ ὁ μὲν Κάϊν προσέφερε δῶρα ἐκ τῆς γῆς τῷ Θεῷ, οὐ πρῶτον, ἀλλὰ δεύτερον, ἑαυτὸν προτιμῶν μᾶλλον ὑπὲρ τὸν δεδωκότα· ὁ δὲ ἀδελφὸς αὐτοῦ Ἄβελ προσήνεγκε καὶ αὐτὸς πάντα τὰ ἔκλαμπρα ἐκ τῶν ποιμνίων αὐτοῦ τῷ Θεῷ. Ὁ δὲ προγνώστης Θεὸς ἔγνω τῶν ἀμφοτέρων τὰς ἐνθυμήσεις, καὶ ηὑρέθη εὐπρόσδεκτον καὶ καθαρὸν τὸ δῶρον τοῦ Ἄβελ μᾶλλον ἢ τοῦ Κάϊν. Καὶ προσδέχεται λοιπὸν ὁ Θεὸς τὴν θυσίαν τοῦ Ἄβελ διὰ τὸ καθαρὸν τῆς αὐτοῦ καρδίας· τοῦ δὲ Κάϊν οὐ προσέσχε, θέλων τοῦτον εἰσενέγκαι εἰς εὐθεῖαν ὁδὸν καὶ γνωρίσαι αὐτῷ ὅτι γινώσκει αὐτοῦ τὴν ἄπληστον καρδίαν· ὁ γὰρ Κύριος ἡμῶν οὐ δῶρα ἀπαιτεῖ παρ᾽ ἡμῶν ἀλλὰ καρδίας καθαράς.

Θεωρῶν δὲ ὁ Κάϊν δεχθὲν τὸ δῶρον τοῦ ἀδελφοῦ αὐτοῦ Ἄβελ ἐταράττετο λίαν καὶ οὐκέτι προσπεσεῖν καὶ δεηθῆναι τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον ὀργῇ καὶ θυμῷ ἐκινεῖτο· ὁ δὲ εὔσπλαγχνος Θεὸς μακρόθυμος ὑπάρχων καὶ θέλων αὐτὸν ἐνέγκαι εἰς εὐθεῖαν ὁδὸν καὶ γνωρίσαι αὐτῷ ὅτι μετανοοῦντος δέχεται αὐτοῦ τὰ δῶρα, τί δὲ αὐτὸς ὀργίζῃ, φησίν; Ἐν σοί ἐστιν, ὦ Κάϊν, ἡ ἁμαρτία αὕτη. Ὁ δὲ Κάϊν μὴ βουληθεὶς κλῖναι εἰς εὐσπλαγχνίαν τὴν ἑαυτοῦ καρδίαν, ἐξῆλθεν ἐκ προσώπου τοῦ Θεοῦ μετ᾽ ὀργῆς, τοιαῦτα λέγων· ἀναβῶ ἐγὼ ἐπάνω τῶν ὀρέων καὶ ἀνοίξω τοὺς οὐρανούς, κἀκεῖ διαλεχθῶ μετὰ Θεοῦ τοῦ ὑψίστου· διότι ἐμὲ ἐλύπησε καὶ ἐτίμησε τὸν Ἄβελ ὑπὲρ ἐμὲ τὸν πρῶτον, καὶ τὴν θυσίαν αὐτοῦ ἐδέξατο εὐμενῶς καὶ αὐτὸν ἠγάπησε μᾶλλον ὑπὲρ ἐμέ.

Ὁ δὲ Θεὸς ὁ ἐφορῶν ἐπάνω τῶν ὀρέων, ἅμα τοῦ ἐγγίσαι τολμηρῶς τὸν Κάϊν ταῖς πύλαις τοῦ οὐρανοῦ, ἐθυμώθη κατ᾽ αὐτοῦ, καὶ τὰ ὄρη ἰδόντα τὴν μεγάλην προπέτειαν τοῦ Κάϊν, ὅπου ἂν ὥρμησεν εἰσελθεῖν εἰς κορυφὴν τῶν ὀρέων ἐκείνων, εὐθέως πεδινὰ εὑρίσκοντο τὰ ἐκεῖσε. Θεωρῶν δὲ ὁ Κάϊν τὰ ὄρη εἰς τὴν γῆν καλυπτόμενα καὶ πάλιν ἀνιόντα ἐξέστη τῇ καρδίᾳ, καὶ τοῦ σώματος αὐτοῦ ἡ ἰσχὺς ἠτόνησε τοῦ μηκέτι αὐτὸν προσψαῦσαι εἰς τὰ ὄρη καὶ ἀνελθεῖν· εἰς οἷον γὰρ ἠβουλήθη ἀνελθεῖν, ἐκεῖνα ἠκροῶντο καὶ πεδινὰ εὑρίσκοντο· ἐπειδὴ νεύματι Θεοῦ τὰ σύμπαντα γεγόνασι καὶ τοῦ ὑπακούειν τῷ Δημιουργῷ εὐχερῶς τὰ αὐτοῦ ποιήματα.