Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν Κάιν καὶ τὸν Ἄβελ

Ἐφραίμ ὁ Σύρος

Το δόλιο σχέδιο του Κάιν και η αναχώρηση προς την πεδιάδα

Ο Κάιν καταστρώνει σχέδιο εξαπάτησης και προσποιείται συμφιλίωση. Παρά τις νουθεσίες του Άβελ για μετάνοια και ειλικρινή προσευχή, οι αδελφοί αναχωρούν, προκαλώντας την ανησυχία των πρωτοπλάστων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 6

Ἀτονήσας οὖν ἐκάθησεν ἔν τινι τόπῳ καὶ ἔλεγεν ἐν ἑαυτῷ· τί ποιήσω ἐγὼ μὴ δυνάμενος εἰς οὐρανοὺς καταφθάσαι· διότι ὁρῶ ὅτι καὶ τὰ ὄρη ἐμὲ πολεμοῦσιν; Ἰδοὺ γὰρ βλέπω ὄρος ὑψηλὸν καὶ οὐρανὸν ὑπεράνω αὐτοῦ. Ἐὰν θελήσω ἀνελθεῖν, προλαμβάνει με καὶ πεδινὸν εὑρίσκεται. Καὶ τί ποιήσω λοιπόν; Αὐτὸς γὰρ ἐν οὐρανοῖς κάθηται, κἀγὼ δαμάζομαι. Πάντα αὐτῷ ὑπακούουσιν. Ἐν οὐρανοῖς κάθηται, καὶ ἐπὶ γῆς βλέπει πάντα καὶ δεσπόζει, καὶ τῷ φωτὶ αὐτοῦ σκότος πλησιάσαι οὐ δύναται· αὐτὸς γὰρ ἐπιβαίνει ἐπὶ πτερύγων ἀνέμων. Καὶ πῶς λυπήσω αὐτὸν ὡς ἐκεῖνος ἐμὲ ἐλύπησεν ἐπὶ τοῖς δώροις μου, μὴ δεξάμενος αὐτά; Ἐὰν ἐμπυρίσω ὄρη καὶ ὕλας, πάλιν διπλῶς ἀναφύει· ἐὰν πατάξω τὰ θηρία καὶ τὰ κτήνη, πλείονα γίνονται καὶ πληροῦσί μου τὴν λύπην. Βλέπω γὰρ τὸν Ἄβελ, πρὶν ἢ προσεγγίσαι τῷ Ὑψίστῳ προσδέχεται τὸ δῶρον αὐτοῦ· ὡς γὰρ ἀμφότεροι ἑστήκαμεν βαστάζοντες τὰς θυσίας ἡμῶν, τὸ πῦρ κατελθὸν αὐτοῦ μόνου προσεδέξατο τὸ δῶρον, ἐμὲ δὲ ἀφῆκε βαστάζοντα τὴν θυσίαν ἐν ταῖς χερσί μου. Λοιπὸν κἀγὼ λυπήσω αὐτόν, ὡς ἐκεῖνος ἐμέ. Ἐπειδὴ γὰρ εἰς οὐρανὸν ἀνελθεῖν οὐκ ἰσχύω, ἵνα τὰ τῆς καρδίας μου φράσω, εὗρον κἀγὼ ποίῳ τρόπῳ λυπήσω αὐτόν· τὸν ποθητὸν αὐτοῦ Ἄβελ ἀποκτενῶ, καὶ ἅψεται αὐτοῦ λύπη, ὡς κἀμοῦ.

Ταῦτα ἐνθυμουμένου τοῦ Κάϊν, ἐκινήθη πρὸς ἀδελφοκτονίαν καὶ εἶπε πρὸς ἑαυτόν· πορεύσομαι πρὸς τοὺς γονεῖς μου κρύψας τὸν λογισμὸν τοῦτον, καὶ ἐν ῥήμασι κολακείας ἀπατήσω τὸν ἀδελφόν, ἵνα εὑρὼν ὥραν ἀποσπάσω αὐτὸν ἀπὸ τῶν γονέων καὶ ἀναφέρω αὐτὸν ἐν τοῖς ὄρεσιν, ὅπως μὴ ὁρῶντες αὐτὸν θνῄσκοντα πενθήσωσιν ὑπὲρ αὐτοῦ· ἀλλὰ μᾶλλον ἱλαρῶς προσέλθω, ἵνα καὶ τὸν Ἄβελ ἀνυπόπτως ἀποσπάσω ἀπὸ τῶν γονέων καὶ ὥσπερ ἕνα τῶν κριῶν σφάξω αὐτὸν ἐν τῷ πεδίῳ, καὶ ἀπαλλαγῶ τῆς θλίψεως· οἱ δύο γάρ ἐσμεν μόνοι προσφέροντες θυσίαν τῷ Ὑψίστῳ ἐκ τῶν καρπῶν καὶ ἐκ τῶν κτηνῶν. Καὶ ἰδοὺ ἐγὼ ἐβδελύχθην ἐπὶ τῆς γῆς καὶ αἱ θυσίαι μου, καὶ ὁ ἀδελφός μου γίνεται δεκτὸς σὺν τοῖς δώροις αὐτοῦ· αὐτοῦ δὲ ἀναιρεθέντος οὐ μὴ ἔνι ἕτερος προσφέρων δῶρα τῷ Ὑψίστῳ, καὶ ἡ λύπη μου εἰς χαρὰν ἔσται.

Ὡς δὲ ταῦτα ὁ Κάϊν διελογίζετο καθ᾽ ἑαυτόν, ἀνέστη καὶ ἐπορεύετο πρὸς τοὺς γονεῖς αὐτοῦ, κρυπτὴν κακίαν ἔχων· καὶ εἰσελθὼν πρὸς τοὺς γονεῖς εἶπε· νῦν ἔγνων σαφῶς περὶ Ἄβελ τοῦ ἀδελφοῦ μου ὅτι ἀγαπητός ἐστι τῷ Ὑψίστῳ, διότι ἠγάπησε τὸν Θεόν. Σπευσάτω οὖν καὶ ὑπὲρ ἐμοῦ ἐξιλεώσασθαι τὸν Θεόν· τί γὰρ τούτου ἐστὶ δεκτότερον, τοῦ ἀγαπᾶν τὸν Θεὸν καὶ τοὺς γονεῖς θεραπεύειν; Καὶ ἐπειδήπερ τοῦτο ἐγὼ οὐκ ἔπραξα, διὰ τοῦτο οὐκ ἐδέχθη τὸ ἐμὸν δῶρον, ὡς τοῦ κυροῦ Ἄβελ. Λοιπὸν ἵνα παρακαλέσῃ σὺν ἐμοὶ τὸν Θεόν, ἵνα κἀμοῦ δέξηται τὰ δῶρα. Καὶ ἅμα τῷ λόγῳ προσελθὼν ἐν δόλῳ κατεφίλει τὸν ἀδελφὸν ἔμπροσθεν τῶν γονέων, ὅπως ἄρῃ αὐτὸν ἀπ᾽ αὐτῶν.

Ἄβελ δὲ ὁ ἄκακος καὶ ἀληθὴς δοῦλος τοῦ Θεοῦ, ἡδέως ἤκουε καὶ μᾶλλον προέτρεπε τὸν Κάϊν ἀνελθεῖν καὶ τὸν Θεὸν θεραπεῦσαι, λέγων· οἶδας καὶ αὐτός, ἀδελφέ, ὅτι ἐὰν θῇς ὠτίον, τοῦ παροξύναι Θεόν, οὐ λέγει αὐτὸν τεθνάναι, ὡς σὺ νομίζεις μὴ ἔχων τὰς ἐλπίδας σου εἰς ἕνα Θεὸν δημιουργόν. Οὐχ ὁρᾷς τὰ δάκρυα τοῦ Ἀδὰμ καὶ τῆς Εὔας, τῶν ἡμετέρων γονέων, πῶς πενθοῦσιν ἐν προσκρούσει γενόμενοι, παραβάντες τὴν ἐντολὴν τοῦ Δημιουργοῦ, μὴ δυνάμενοι ὅλως παρακληθῆναι· καὶ τὴν ἐντολὴν παραβάντες τοῦ Θεοῦ, ἐξορίας πεῖραν ὑπέστησαν αὐτοπροαιρέτως, καὶ αἰωνίως θρηνοῦσι λοιπὸν ἕνεκεν τούτου; Κἀγὼ συμβουλεύω ὅπως προσέλθῃς τῷ Θεῷ ἀδιστάκτως δεόμενος, ἵνα μὴ καὶ αὐτὸς ἐν πένθει ἐπιτελέσῃς σου τὰς ἡμέρας, ὃν τρόπον καὶ οἱ γονεῖς ἡμῶν. Βλέπε, ἀδελφέ, ἰδοὺ εἶπόν σοι πάντα.

Ἀποκριθεὶς δὲ Κάϊν εἶπεν· οἶδα κἀγὼ ταῦτα, φησίν, ἐπειδὴ οὖν ἔπταισα ἐν προσκρούσει γενόμενος· ἀλλὰ σύνελθέ μοι ὡς ἀδελφός· γινώσκω γὰρ ὅτι φίλος εἶ σὺ τοῦ Θεοῦ. Δεήθητι οὖν ὑπὲρ ἐμοῦ καὶ σύνελθέ μοι ἀόκνως εἰς τὸ πεδίον, ὅπως τῷ Θεῷ θυσίαν ἐπιτελέσωμεν· καλὸν γάρ ἐστι τὸν Θεὸν ἵλεων ποιεῖν. Καὶ ἕτερα ῥήματα εἰρηνικὰ κολακεύσας τὸν ἀδελφὸν εἶπεν· ἰδού, ἀδελφέ μου, εἴρηκά σοι τὸ συμφέρον· μὴ κατοκνήσῃς συνελθεῖν μοι πρὸς τὸ θυσίαν ἀναφέρειν τῷ Θεῷ.

Καὶ ὁ Ἄβελ· ἀλλὰ μᾶλλον μονώτατόν σε ἀπελθεῖν καὶ εἰπεῖν, ἱλάσθητί μοι ὁ Θεός, συμφέρει. Πρόσελθε οὖν ἐν ταπεινότητι καὶ εἰπέ· σπλαγχνίσθητι, Δέσποτα· ἥμαρτον ὡς γήϊνος, ἔπταισα ὡς βροτός, ἔσφαλον ὡς ἀσθενής. Ῥεύσωσί σου τὰ δάκρυα· φθασάτω ἡ βοή σου εἰς τὰς πύλας τοῦ οὐρανοῦ· πᾶσαν τὴν πονηρίαν σου ἀπόθου καὶ εἰπέ· ὧδε ἀποθανοῦμαι, Δέσποτα, ἐνώπιον τῶν σῶν οἰκτιρμῶν, ἕως οὗ συγχωρήσῃς μοι. Οὕτω μετανόησον πρὸς τὸν φιλάνθρωπον Θεόν, καὶ λήψῃ συγχώρησιν· τοιοῦτος γάρ ἐστιν ὁ Θεὸς ἡμῶν, μακρόθυμος καὶ πολυέλεος, καὶ δέχεται τοὺς ἐπιστρέφοντας ἐπ᾽ αὐτόν. Λοιπὸν κἀγὼ χαίρω ἐπὶ τῇ σῇ ἐπιστροφῇ.

Ἔγνω γὰρ τὴν κακίαν αὐτοῦ ὁ ἄμεμπτος καὶ ἄκακος Ἄβελ. Καίπερ τοσαῦτα αὐτὸν νουθετήσας, οὐκ ἔκαμψε τὴν σκληρὰν αὐτοῦ καρδίαν, ἀλλὰ μᾶλλον ἐσπούδαζε πρὸς τὴν σφαγήν, καὶ τοιαῦτα ἔλεγε πρὸς τὸν Ἄβελ· σπλαγχνίσθητι, ἀδελφέ μου, συνελθεῖν μοι εἰς τὸ πεδίον καὶ προσπεσεῖν τῷ Θεῷ ὑπὲρ ἐμοῦ, ὅπως διαλλαγῇ μοι.

Ἀκούσας δὲ ταῦτα ὁ Ἄβελ παρὰ τοῦ Κάϊν, ἐσπλαγχνίσθη καὶ εἶπεν· ἄρα ἐγώ εἰμι ἡ αἰτία τῆς καλῆς σου διαλλαγῆς πρὸς τὸν Θεόν; Δεῦρο λοιπὸν πορευθῶμεν ἐν τάχει. Εὔα δὲ ἀκούσασα τὴν πολλὴν ὁμιλίαν αὐτῶν, καὶ ὅτε ὥρμησεν Ἄβελ ἀπελθεῖν, ἐτρώθη τῇ καρδίᾳ καὶ εἶπε πρὸς αὐτούς· τεκνία μου ποθεινά, οὐκ ἔστιν ἡ ὥρα αὕτη θυσιῶν· ὄντως, τέκνα μου, ἡ καρδία μου τετάρακται σφόδρα, καὶ φλέγομαι ὁρῶσα ὑμῶν τὸν σύλλογον καὶ τὸν ἀγῶνα. Τί ἐστιν ἡ σπουδὴ αὕτη καὶ ὁ θόρυβος ὑμῶν; Ποῦ δὲ καὶ τὸν Ἄβελ ὑπάγεις, ὦ Κάϊν; Τί δὲ τὸ συμβὰν ὑμῖν; Ἆρα μὴ ὁ ἀπατήσας ἡμᾶς ὄφις, αὐτὸς φθονήσας πάλιν τοῦτο ἐποίησεν, ἵνα ἀπατήσας ὑμᾶς ποιήσῃ πρὸ καιροῦ θύειν; Οὗτος γὰρ ὁ καιρὸς οὐκ ἔστι θυσίας. Ὁ δὲ Ἀδὰμ βλέπων τὸ γαληνὸν τοῦ Ἄβελ καὶ τὸν ἀγῶνα τοῦ Κάϊν, λυπούμενος ἔλεγε· πορεύεσθε, τέκνα, καὶ θυσίαν ποιήσαντες ἀνακάμψατε πρὸς ἡμᾶς. Εἶπε δὲ Εὔα πρὸς Κάϊν· ἰδοὺ κἀγώ, τέκνα, μήτηρ ἀμφοτέρων εἰμὶ καὶ ἐν τούτῳ φροντίζω κἀγώ, ἕως οὗ ἀνακάμψητε πρός με.