Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν μέγαν Βασίλειον

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και ρητορικοί έπαινοι του Μεγάλου Βασιλείου

Εισαγωγή στον πνευματικό λόγο του Οσίου Εφραίμ και εκτενής χρήση συμβολικών και βιβλικών εικόνων για την περιγραφή των αρετών και της ποιμαντικής προσφοράς του ιεράρχου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Ἐγκώμιον εἰς τὸν μέγαν Βασίλειον Κλίνατέ μοι τὰς ἀκοάς, ἀδελφοὶ ἀγαπητοί· διηγήσομαι ὑμῖν καλλίστην διήγησιν. Κρύπτειν μὲν γὰρ τὰς βουλὰς τῶν βασιλέων καλόν, ἐκκαλύπτειν δὲ Θεοῦ μυστήρια ἀγαθόν, τοῦ διὰ προφάσεως τῶν πιστῶν αὐτοῦ δούλων στηρίζοντος τοὺς ἀσθενεῖς, ὧν πρῶτός εἰμι ἐγώ. Πόθος μοι οὖν πάρεστι καθάψασθαι πραγμάτων πρὸς ἴασιν συμβάντων τῆς ἀθλίας μου ψυχῆς. Ἱστὸν βούλομαι ἐγὼ διάσασθαι σήμερον ἐκ τῶν καλῶν ἐρίων τοῦ λογικοῦ προβάτου. Χιτῶνα ποικιλτὸν ὑφᾶναι ἐπιποθῶ 〈ἐκ〉 τοῦ πόκου τῆς νοητῆς 〈καὶ〉 εὐκτικῆς γλώττης. Κριὸν γὰρ εἶδόν ποτε, ᾧ ἦν καλὸν κώδιον καὶ κέρατα λογικὰ θεόθεν φθεγγόμενα· καὶ τούτῳ προσπελάσας ἐν πολλῇ ἀγωνίᾳ, μικρὰν κρόκην ἐξ αὐτοῦ ἠρέμα ἐσύλησα. Ἐπέπεσε δὲ ἐπ᾽ ἐμὲ φόβος τις ἀφόρητος, ὅτι μὴ ὢν νουνεχὴς τοιαῦτα ἐτόλμησα.

Βούλεσθε οὖν ἐκφάναι ποῖος οὗτος ὁ κριὸς ὁ τοσαύταις εὐχροίαις πεποικιλμένος; Οὗτός ἐστιν ὁ σοφὸς καὶ πιστὸς Βασίλειος, ὁ τὸν τῶν Καππαδόκων ἐπισκοπήσας χῶρον, ὁ ἐν Καισαρέων τῇ πόλει στηλιτεύσας σωτήρια δόγματα πάσῃ τῇ οἰκουμένῃ.

Βασίλειος ἀληθῶς ἡ βάσις τῶν ἀρετῶν, ἡ βίβλος τῶν ἐπαίνων, ὁ βίος τῶν θαυμάτων· ὁ βαδίζων ἐν σαρκὶ καὶ βαίνων πνεύματι· ὁ σύμβιος τοῖς κάτω καὶ ἐμβλέπων τοῖς ἄνω· τὸ βηρύλλιον πλῆκτρον τῆς μυστικῆς κιθάρας, τὸ τέρψαν τὴν χορείαν τῶν ἁγίων Ἀγγέλων· τὸ βέβαιον ἀρνίον τῆς μάνδρας τῆς ζωῆς, τὸ ἐκλάψαν τὴν πόαν τοῦ ἱεροῦ Πνεύματος· τὸ πηδῆσαν τῷ πόθῳ, καὶ ἁρπάσαν τὸ ἄνθος ἀπὸ τῆς ἀκρωρείας τοῦ σταυροῦ τοῦ τιμίου· ἡ φάτνη τῶν δογμάτων, ἡ γλῶττα τῶν ῥημάτων, τὸ βραβεῖον τῶν ὀρθῶν καὶ χρηστῶν νοημάτων· ὁ βυθίσας ἑαυτὸν εἰς τὸν βυθὸν τῶν Γραφῶν καὶ ἀνιμησάμενος τὸν φαιδρὸν μαργαρίτην· ὁ βότρυς ὁ ὡραϊσμένος τῆς θεϊκῆς ἀμπέλου, ὁ οὐρανόθεν λαβὼν τὴν θείαν γλυκύτητα· ἡ μεμβράνη ἡ καλὴ τῆς ἱερᾶς σοφίας, ἡ ἄνωθεν στιχθεῖσα τὰ θεῖα χαράγματα· τὸ βέλτιστον χωρίον τῆς ἄνω βασιλείας, τὸ βλαστῆσαν τῷ Θεῷ καρποὺς δικαιοσύνης· βουνὸς διηνθισμένος μυστικῆς ῥοδονιᾶς, οὗ ἡ ὀσμὴ εἰς αὐτὸν ἔδωκε τὸν οὐρανόν· ὁ βοήσας ἐπὶ γῆς εὐάρεστα ᾄσματα καὶ λαβὼν ἐν οὐρανοῖς εὐπρόσιτα στέμματα· ὁ συνήσας τὴν χάριν καὶ βοήσας ὡς Ἰὼβ τὴν ἀνθομολόγησιν τῷ Σωτῆρι τῶν ὅλων, Πνεῦμα, λέγων, Κυρίου Θεοῦ τὸ ποιῆσάν με, καὶ ἡ διδάσκουσά με πνοὴ Παντοκράτορος· βεβαιῶν ὅτι ἐν Πνεύματι Ἁγίῳ τὸν Κύριον Ἰησοῦν Χριστὸν ἐκήρυττε τοῖς πᾶσιν.

Ἔτι ἐπιποθῶ προσυφᾶναι τῷ λόγῳ ἐπὶ τὰ ἐγκώμια, ὅπως τῇ εὐωχίᾳ καὶ μνήμῃ τοῦ δικαίου εὑρήσομεν ταῖς εὐχαῖς γνῶσιν καὶ κατάνυξιν. Χρὴ οὖν τὴν τοῦ Πνεύματος κερκίδα ἀναλαβεῖν, καὶ τὸν τῶν νοημάτων μίτον κατασκευάζειν. Εἶθ᾽ οὕτω πρὸς τοιαύτην ἐργασίαν στέλλεσθαι, ὥστε ἐν τοῖς στήμοσιν εἶρξαι καὶ τὴν ῥοδάνην. Ἐὰν γάρ τις νηφαλίως νήσῃ ταύτην τὴν κρόκην, στολὴν ἀθανασίας τοῖς ποθοῦσι ταύτην παρέξει.

Τοιαῦται 〈αἱ〉 ἀπαρχαὶ τοῦ μυστικοῦ θρέμματος· τοιαῦται αἱ πρόσοδοι τοῦ ἁγίου κτήματος. Οὕτως ἀδιαλείπτως ἐν τῇ διδασκαλίᾳ ἐκόμα, ἀμφιεννὺς τοὺς παρατυγχάνοντας. Κριὸς πνευματοφόρος τῆς ἀγέλης τοῦ Χριστοῦ, ἐν τῷ ἐλέει ἐπανθῶν τῆς φαιδρᾶς Ἐκκλησίας· ἐκ μὲν τῆς κουρᾶς αὐτοῦ πτωχοὺς διαθερμαίνων, διὰ δὲ τῆς κερατίας πλουσίους κατανύσσων. Εἰς αὐτὰ τὰ ἄδυτα νύκτωρ καὶ μεθ᾽ ἡμέραν παρεδρεύων, ἄνωθεν τὴν χάριν ἐδέξατο. Ὅθεν καὶ καθ᾽ ἑκάστην ἀνθοκομῶν τῷ λόγῳ, τὸν ἀναλλοίωτον κόσμον ταῖς ψυχαῖς ἐκαινούργει. Καθ᾽ ἕκαστον δὲ πᾶσιν ἑαυτὸν μεριούμενος, τῆς ποικιλίας αὐτοῦ οὐκ ἐπλεονεκτεῖτο.

Ἐπειδὴ γὰρ ἐν ἀφθάρτοις ἄνθεσιν ηὐξάνετο, ἐπειδὴ τοῖς ἁγίοις κάλυξιν ἐτρέφετο, ἐπειδὴ ἐν ταῖς Γραφαῖς ἀεὶ ἐκοιτάζετο καὶ ἐξ αὐτῶν τὰς θείας πόας κατεβόσκετο, καὶ ἐν ἀποστολικαῖς νομαῖς ἐχλοάζετο καὶ ἐν ἱερατικαῖς αὐλαῖς ἠγαλλιᾶτο· διὸ καὶ ὡς ποταμὸς ἔρρει αὐτοῦ ὁ λόγος, καὶ ἡ δικαιοσύνη ὡς κύματα θαλάσσης.

Ἐκεῖ ἐσιτίζετο ἔνθεα νοήματα, καὶ ὧδε ἐρεύγετο ἀθάνατα ῥήματα· ἐκεῖθεν ἐγεύετο ἐνάρετα βρώματα, καὶ ὧδε ἐφθέγγετο εὐπρόσιτα ῥήματα. Οὐ γὰρ στρύχνος καὶ βάτος ἦν αὐτῷ ἡ ἐδωδή, ἀλλ᾽ ἢ ῥόδον καὶ κρίνον, κρόκος καὶ κιννάμωμον. Ὀπίσω τῆς τοιαύτης χλόης κατεσκόπευεν, ἐκ μυστικῶν ῥοδάμνων βαλσαμουργῶν τὴν βρῶσιν. Διὰ τοῦτο καὶ λαμπρὰ αὐτοῦ ἤκμαζε τὰ ἔρια, χωροῦντα πρὸς τὴν ὑφὴν τῶν θείων διδαγμάτων.