Τότε ἀνεβίβασε τὸν Ἰωσὴφ ἐπορεύοντο. Ἰδὼν δὲ ὁ Πετεφρής, ὁ βαλὼν τὸν Ἰωσὴφ πρότερον ἐν τῇ φυλακῇ, παράδοξον θαῦμα τὸ γενόμενον, ὅτι ἐκάθισεν Ἰωσὴφ ἐπὶ ἅρματος Φαραώ, ἐφοβήθη μεγάλως, καὶ ἠρέμα χωρισθεὶς ἐκ μέσου τῶν μεγιστάνων, ᾤχετο μετὰ δρόμου εἰς τὸν οἶκον αὐτοῦ, καὶ μετὰ φόβου μεγάλου τῇ γυναικὶ αὐτοῦ ἔλεγεν· εἶδες, ὦ γύναι, θαῦμα παράδοξον, καὶ ἡμῖν φόβος μέγας ἐγένετο· Ἰωσὴφ γὰρ ἐκεῖνος, ὁ παῖς ὁ ἡμέτερος, κύριος ἡμῶν γέγονε καὶ πάσης Αἰγύπτου, καὶ ἰδοὺ μετὰ δόξης κάθηται ἐπὶ ἅρματος Φαραώ, ὡς βασιλεὺς τιμηθεὶς ὑπὸ πάντων· ἐγὼ δὲ μὴ ἰσχύων ὀφθῆναι αὐτῷ, ἠρέμα ἐχωρίσθην. Ἀκούσασα δὲ ταῦτα ἡ γυνὴ τοῦ Πετεφρῆ παρεθάρσυνεν αὐτόν, λέγουσα· ἐγώ σοι τὸ ἐμὸν ἁμάρτημα διηγήσομαι· ἐγὼ τοῦτο ἔδρασα, ἐγὼ καὶ φιλήσασα τὸν πάγκαλον Ἰωσήφ, τὸν σώφρονα ἐκεῖνον, καὶ ὥραν καθ᾽ ὥραν ἐν πολλαῖς κολακείαις ἐνέδρευον ἀσφαλῶς, ὅπως δυνηθῶ κοιμηθῆναι μετ᾽ αὐτοῦ καὶ τοῦ κάλλους αὐτοῦ ἀπολαῦσαι· καὶ ὅμως οὐκ ἴσχυσα τοῦ σκοποῦ ἐπιτυχεῖν, καὶ οὔτε ῥήματος ἠξίωσέ με. Ἀλλὰ καὶ ἐκράτησα βιαζομένη αὐτὸν ἀνέχεσθαί μου μικρόν, καὶ ἔξω ἔφυγεν, ὅταν αὐτοῦ σοι ὑπέδειξα τὸ ἱμάτιον αὐτοῦ. Ἐγὼ ἤμην πρόξενος τῆς αὐτοῦ βασιλείας καὶ τῆς μεγίστης αὐτοῦ δόξης. Εἰ γὰρ ἐγὼ μὴ οὕτως ἠράσθην τοῦ Ἰωσήφ, οὐκ εἶχεν ἐμβληθῆναι ἐν οἴκῳ τῆς φυλακῆς, ἀλλὰ καὶ χάριτας ὤφειλεν ἐμοὶ τῇ γενομένῃ αἰτίᾳ τῆς δόξης αὐτοῦ.