Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν πάγκαλον Ἰωσήφ

Ἐφραίμ ὁ Σύρος

Η αναγνώριση του Ιωσήφ και η επανένωση με τον Ιακώβ

Ο Ιωσήφ αποκαλύπτει με συγκίνηση την αληθινή του ταυτότητα και συγχωρεί τους αδελφούς του. Στη συνέχεια, ο Ιακώβ πληροφορείται το χαρμόσυνο γεγονός και κατεβαίνει στην Αίγυπτο, όπου επανενώνεται με τον γιο του δοξάζοντας τον Θεό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 8

Ἀκούσας δὲ Ἰωσὴφ ἐλεεινὰ ῥήματα καὶ θεωρῶν αὐτοὺς πάντας μετ᾽ αἰσχύνης ἑστῶτας, ὁρῶν δὲ καὶ τὸν Βενιαμὶν διερρηχότα τὸν χιτῶνα αὐτοῦ, καὶ ἐν κλαυθμῷ προσπίπτοντα τοῖς γόνασι τῶν παρεστώτων, ἵνα αὐτοὶ δυσωπήσωσι τὸν Ἰωσὴφ ὑπὲρ αὐτοῦ, ὅπως συγχωρήσῃ αὐτῷ κατελθεῖν μετὰ τῶν ἀδελφῶν, πάνυ εἰς ὑπερβολὴν ἐταράχθη, ἐκ τῶν σπλάγχνων αὐτοῦ κινούμενος, καὶ μετὰ σπουδῆς ἐκέλευσε τοὺς ἑστῶτας ὑποχωρῆσαι. Καὶ ἐξελθόντων, ὑψώσας τὴν φωνὴν αὐτοῦ ὁ Ἰωσὴφ μετὰ κλαυθμοῦ εἶπεν αὐτοῖς, μετὰ παρρησίας, τῇ ἑβραΐδι διαλέκτῳ· Ἐγώ εἰμι Ἰωσὴφ ὁ ὑμέτερος ἀδελφός· οὐκ ἐβρώθην ἐκ θηρίου, καθὼς ὑμεῖς λέγετε. Ἐγώ εἰμι ὁ ὑφ᾽ ὑμῶν γυμνὸς ῥιφεὶς ἐν τῷ λάκκῳ. Ἐγώ εἰμι ὁ πραθεὶς τοῖς Ἰσμαηλίταις· ὁ περιπτυσσόμενος πάντων ὑμῶν καὶ τοῖς γόνασι καὶ τοῖς ἴχνεσι· καὶ τότε οὐδείς με ἐν τοιαύτῃ θλίψει ἠλέησεν, ἀλλ᾽ ὡς τὰ θηρία τὰ ἄγρια ἐγχειρίσασθέ μοι. Πλήν, ἀδελφοί μου, μηδεὶς ὑμῶν δειλιάσῃ, μηδὲ φοβηθῇ, ἀλλὰ μᾶλλον ἀγαλλιᾶσθε κἀγὼ καὶ ὑμεῖς ὅτι ἐγὼ βασιλεύω. Καὶ ὃν τρόπον εἴπατε τῷ πατρὶ ἡμῶν τὸ πρότερον, ὅτι ἐγὼ ἐν ὄρεσιν ἐκ θηρίου ἀνῃρέθην, πάλιν ἀπελθόντες ἀναγγείλατε τῷ Ἰακώβ, λέγοντες, ὅτι ζῇ ὁ Ἰωσὴφ ὁ υἱός σου, καὶ ἰδοὺ κάθηται ἐν ἅρματι βασιλείας Αἰγύπτου.

Γενομένης δὲ τῆς φωνῆς τοῦ Ἰωσὴφ πρὸς τοὺς ἀδελφούς, ὑπέμειναν ὡσεὶ νεκροὶ ἀπὸ φόβου καὶ δειλίας. Καὶ προσελθὼν Ἰωσήφ, τὸ βλάστημα τοῦ Ἰακώβ, κατεφίλησεν ἕνα ἕκαστον αὐτῶν ἐν πόθῳ ἀμνησικάκως καθὼς ἔπρεπεν αὐτῷ, καὶ πάνυ ἐχαροποίησεν αὐτοὺς ἐν δώροις καὶ ἐν χαρᾷ μεγάλῃ. Καὶ ἀνέπεμψε πάντας αὐτοὺς πρὸς τὸν Ἰακώβ, λέγων οὕτω· μὴ μάχεσθε καθόλου ἐν τῇ ὁδῷ, ἀλλὰ μᾶλλον πορεύεσθε μετὰ σπουδῆς πρὸς τὸν πατέρα, καὶ εἴπατε αὐτῷ· τάδε λέγει ὁ υἱός σου ὁ Ἰωσήφ· ἐποίησέ με ὁ Θεὸς πάσης Αἰγύπτου βασιλέα. Ἐλθέ, πάτερ, ἐν χαρμοσύνῃ καρδίας, ἵνα ἴδω τὸ ἀγγελικὸν πρόσωπον τοῦ σοῦ γήρως.

Καὶ ἀπελθόντες μετὰ σπουδῆς ἀνήγγειλαν τῷ Ἰακὼβ τὰ ῥήματα Ἰωσήφ, ὅσα αὐτοῖς ἐνετείλατο. Ἀκούσας δὲ Ἰακὼβ τὸ ὄνομα τοῦ Ἰωσήφ, ἐστέναξε πικρῶς, καὶ δακρύσας εἶπεν αὐτοῖς· εἰς τί ὑμεῖς ταράσσετε τὸ πνεῦμά μου, ἵνα ἀναμνησθῶ τοῦ χαρακτῆρος τοῦ παγκάλου Ἰωσήφ, καὶ τὴν λύπην τὴν κατ᾽ ὀλίγον σβεσθεῖσαν ἐν τῇ καρδίᾳ μου θέλετε ἀνάψαι; Καὶ προσελθὼν Βενιαμίν, καταφιλῶν τὰ γόνατα αὐτοῦ καὶ τὸν πώγωνα, ἔλεγεν· ἀληθινά εἰσι τὰ ῥήματα ταῦτα, καλὲ πάτερ· καὶ ἔδειξεν αὐτῷ πάντα τὰ πεμφθέντα παρὰ Ἰωσήφ. Καὶ τότε ἐπίστευσε τοῖς ῥήμασι Βενιαμίν.

Καὶ ἀναστὰς πανοικὶ μετὰ σπουδῆς καὶ μεγάλης χαρᾶς κατῆλθεν εἰς Αἴγυπτον πρὸς Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ. Καὶ ἤκουσεν Ἰωσὴφ ὅτι παρεγένετο ὁ Ἰακὼβ ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστη μετὰ χαρᾶς μεγάλης, καὶ ἐξῆλθεν ἔξω τῆς πόλεως μετὰ τῶν μεγιστάνων Φαραώ, κἀκεῖ ὑπήντησεν αὐτῷ μετὰ πολλῆς ὑπηρεσίας. Ὡς δὲ εἶδεν Ἰακὼβ Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ, ἔπεσεν ὑπεράνω τοῦ τραχήλου αὐτοῦ μετὰ πολλοῦ πόθου λέγων· νῦν ἀποθανοῦμαι ἀφ᾽ οὗ εἶδον τὸ πρόσωπόν σου, τέκνον γλυκύτατον· ἔτι γὰρ σὺ ζῇς ἀληθῶς. Καὶ ἐδόξασαν ἀμφότεροι τὸν Θεόν.