Ἰδού, οὕτως αἰχμάλωτος ἀπάγεται εἰς Αἴγυπτον, ἐν χερσὶν ἀλλοτρίων, παραδοθεὶς ὡς κακοῦργος. Οἱ ἀδελφοί μου ὁλόγυμνον ἀπέδοντο εἰς δουλείαν, καὶ Ἰακὼβ οὐκ ἐμάνθανεν ὅτι ἐγὼ παρεδόθην. Ἄνοιξόν μοι, μῆτερ ἐμή, καὶ δέξαι με 〈ἐν〉 τῷ τάφῳ σου. Μία ἡ κλίνη ἐμοῦ καὶ σοῦ γενέσθω δὴ ὁ τάφος σου. Δέξαι, Ῥαχήλ, τὸ τέκνον σου, ἵνα μὴ ἔσται βιοθανής. Δέξαι, μῆτερ, τὸν ἐξαίφνης στερηθέντα τοῦ Ἰακώβ, καθ᾽ ὃν τρόπον καὶ ἀπὸ σοῦ ἐστερήθην παιδόθεν. Ἄκουσον, μῆτερ ἐμή, τοὺς στεναγμοὺς τῆς καρδίας μου, καὶ δέξαι με ἐν τῷ τάφῳ σου. Οὐκέτι γὰρ βαστάζουσιν οἱ ὀφθαλμοί μου δακρύειν, οὐδὲ ἡ ψυχή μου εὐτονεῖ ὀλολύζειν ἐν στεναγμοῖς. Ῥαχήλ, Ῥαχήλ, οὐκ ἀκούεις φωνῆς υἱοῦ σου Ἰωσήφ; Ἰδού, βίᾳ ἀπέρχομαι, καὶ οὐ θέλεις με δέξασθαι; Τὸν Ἰακὼβ ἐκάλεσα, καὶ τῆς φωνῆς μου οὐκ ἤκουσεν. Ἰδοὺ πάλιν καὶ σὲ καλῶ, καὶ οὐδὲ σύ μου ἀκούεις. Ἐνταῦθα ἀποθανοῦμαι, ὑπεράνω τοῦ τάφου σου, ἵνα εἰς γῆν ἀλλοτρίαν μὴ ἀπέλθω ὡς κακοῦργος.