Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν ψαλμόν

Ἐφραίμ ὁ Σύρος

Εγκώμιο της ψαλμωδίας και αντιδιαστολή προς τον κοσμικό βίο

Ανάλυση των πολλαπλών πνευματικών ευεργεσιών της ψαλμωδίας και σύγκριση της κατάνυξης που προσφέρει με την πνευματική βλάβη των κοσμικών διασκεδάσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ψαλμὸς γαλήνη ψυχῆς, βραβευτὴς εἰρήνης· ψαλμὸς φιλίας συναγωγός, ἕνωσις διεστώτων, ἐχθραινόντων διαλλακτήριον· ψαλμὸς τῆς τῶν Ἀγγέλων βοηθείας ἐπαγωγή, ὅπλον ἐν φόβοις νυκτερινοῖς, ἀνάπαυσις κόπων ἡμερινῶν, νηπίοις ἀσφάλεια, γέρουσιν ἐγκαλλώπισμα, πρεσβυτέρων παρηγορία, γυναιξὶ κόσμος ἁρμοδιώτατος. Ἐρήμους οἰκίζει, τὰς ἀγορὰς σωφρονίζει. Εἰσαγομένοις στοιχείωσις, προκοπτόντων αὔξησις, τελειουμένων στήριγμα, Ἐκκλησίας φωνή.

Οὗτος τὰς ἑορτὰς φαιδρύνει· οὗτος τὴν κατὰ Θεὸν λύπην δημιουργεῖ· ψαλμὸς γὰρ καὶ ἐκ λιθίνης καρδίας δάκρυον ἐκκαλεῖται. Ψαλμὸς τὸ τῶν Ἀγγέλων ἔργον, τὸ οὐράνιον πολίτευμα, τὸ πνευματικὸν θυμίαμα. Ψαλμὸς φωτισμὸς ψυχῶν, σωμάτων ἁγιασμός.

Τοῦτον, ἀδελφοί, πάντοτε μὴ παυσώμεθα μελετῶντες, καὶ κατ᾽ οἴκους, καὶ κατὰ τὰς ὁδούς, καὶ κοιμώμενοι, καὶ ἀνιστάμενοι· λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Ψαλμὸς ἡ χαρὰ τῶν φιλοθέων. Οὗτος τὴν ἀργολογίαν ἐξορίζει, τὸ γέλως καταπαύει, τὴν κρίσιν ὑπομιμνῄσκει, τὴν ψυχὴν διεγείρει πρὸς Θεόν, τοῖς Ἀγγέλοις συγχορεύει. Ὅπου ψαλμὸς μετὰ κατανύξεως, ἐκεῖ καὶ ὁ Θεὸς μετὰ τῶν Ἀγγέλων· ὅπου δὲ τοῦ ἀλλοτρίου ᾄσματα, ἐκεῖ ὀργὴ τοῦ Θεοῦ, καὶ οὐαὶ ἀντιμισθία τοῦ γέλωτος. Ὅπου ἱεραὶ βίβλοι καὶ ἀναγνώσματα, ἐκεῖ εὐφροσύνη δικαίων καὶ σωτηρία τῶν ἀκροατῶν· ὅπου δὲ κιθάραι καὶ χοροί, ἐκεῖ σκοτισμὸς ἀνδρῶν καὶ γυναικῶν, καὶ τοῦ Διαβόλου ἑορτή.

Ὢ τῆς κακῆς πανουργίας καὶ ἐπινοίας τοῦ Διαβόλου! Πῶς διὰ τέχνης ἕκαστον ὑποσκελίζει, καὶ ἀπατᾷ, καὶ πείθει ποιεῖν κακὰ ὡς καλά! Σήμερον τῷ δοκεῖν ψάλλουσι, καὶ αὔριον μετὰ σπουδῆς χορεύουσι. Σήμερον χριστιανοί, καὶ αὔριον ἐθνικοί. Σήμερον εὐκλεεῖς, καὶ αὔριον Ἕλληνες. Σήμερον δοῦλοι Χριστοῦ, καὶ αὔριον ἀποστάται Θεοῦ. Μὴ πλανᾶσθε· οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν, καθὼς γέγραπται. Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ τῷ Διαβόλῳ συγχορεύειν.