Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν σταυρόν

Ἐφραίμ ὁ Σύρος

Οι καρποί του Σταυρού και το μυστήριο της τριημέρου αναβλαστήσεως

Το ξύλο του Σταυρού περιγράφεται ως πνευματικός αγρός που αποδίδει καρπούς αθανασίας, με τον ίδιο τον Χριστό να προσφέρεται ως άρτος, οίνος και έλαιον.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 4

Ὢ σταυροῦ δύναμις, οὗ τὸ ξύλον ἐλαιόδενδρον ἐγένετο καὶ ἄμπελος· καὶ πάλιν στάχυς καὶ ἄρουρα! Ὁ γὰρ ἐν αὐτῷ καρπὸς ἀναβλαστήσας καὶ ἄρτος καὶ οἶνος καὶ ἔλαιον, νοητῶς προύχεε πᾶσι τοῖς ἔθνεσι. Καὶ ὅτι ταῦτα πάντα ἐστὶν ὁ Χριστός, λέγει ἐν τῷ εὐαγγελίῳ· ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ὅτι δὲ καὶ οἶνος ὁ αὐτὸς γέγονεν, ἐγώ, φησίν, ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ Πατήρ μου ὁ γεωργός. Περὶ δὲ τοῦ εἶναι αὐτὸν ἔλαιον, λέγει καὶ ἐν τῷ Προφήτῃ· ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ.

Μέγα τὸ μυστήριον τούτου τοῦ ἀγροῦ, ἀγαπητοί, ὅτι ἐν τρισὶν ἡμέραις τοὺς καρποὺς τελείους παρέστησεν. Ἐν τῷ προσαββάτῳ τὸν σπόρον ἐδέξατο καὶ μετὰ μίαν ἡμέραν τέλειον τὸν στάχυν ἔδωκε. Πρὸ δύο ἡμερῶν ἐφυτεύθη ἡ ἄμπελος αὕτη καὶ τῇ τρίτῃ τὸν βότρυν παρέστησεν, εὐθὺς οἶνον παρεσχηκότα πᾶσι πλουσίως εἰς ἀπόλαυσιν.

Καίτοι τοῦτον ἐγεώργησε τὸν οἶνον, θαυμαστὸν ὅτι αὖθις τοῦ πρόσθεν πολὺ γέγονεν ἀμείνων· πᾶς γὰρ φησὶ τὸν ἐλάσσονα οἶνον οὐ πρῶτον ἀλλ᾽ ἔσχατον δίδωσι. Χριστὸς δὲ ἔσχατος ἐλθών, πρῶτος ἐγένετο· ἐν τύπῳ γὰρ τοῦ νόμου Ἰωάννης εἴρηκεν· ὁ ὀπίσω μου ἐρχόμενος πρότερός μου γέγονε· κἀγὼ οὐκ ᾔδειν αὐτόν.

Ὢ τῶν ἀθανάτων πηγῶν τῶν ἀπὸ τοῦ ξύλου τούτου προερχομένων· ὅτι πᾶσι χορηγεῖ κατὰ δύναμιν ἀθανασίας ἀπόλαυσιν. Καὶ ὁ μὲν Παῦλος λέγει· ἔχομεν τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν· ἐγὼ δὲ ἀνθυπενέγκας εἴποιμι, ὅτι ἔχομεν τοὺς θησαυροὺς τούτους ἐν τούτοις τοῖς ξυλίνοις σκεύεσιν.

Οὐ χρῄζει αὕτη ἡ ἄρουρα, οὐκ ὄμβρων, οὐχ ὕδατος αἰσθητοῦ, οὐ τροπὰς οὐρανοῦ, οὐχ ἡμερίας ποιότητος, οὐκ ἐτησίων ὡρῶν, οὐ θερινῆς αὐχμότητος, ἀλλὰ κατὰ τὸ μάννα, αὐθημερὸν ποιεῖται τῶν καρπῶν τὴν ἐκπλήρωσιν.