Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν σταυρόν

Ἐφραίμ ὁ Σύρος

Η μετάθεση του αμπελώνος από τον Ισραήλ στα έθνη

Αναπτύσσεται η προφητική και ευαγγελική θεολογία περί της ακαρπίας της ιουδαϊκής συναγωγής και της αναδείξεως των εθνών ως νέου καρπού του θείου γεωργίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 4

Ὢ τοῦ σταυροῦ τῆς θείας δυνάμεως, ὅτι ἡμᾶς ἀπολαῦσαι τοῦ παραδείσου πεποίηκε, τὴν ζωὴν ἐν Χριστῷ προβαλλόμενος! Οὐαὶ Ἰουδαίοις καὶ Ἕλλησιν, ὅτι κοινὸν οἰκοῦντες παράδεισον τὸ ξύλον τῆς ζωῆς οὐκ ἐμβλέπουσιν! Οὐαὶ τοῖς Ἰουδαίοις, ὅτι τὸ γεώργιον τοῦ Θεοῦ ἐμπιστευθέντες, τὸν καρπὸν τῆς ζωῆς οὐκ ἐπιγινώσκουσιν!

Οὐαὶ τοῖς Ἰουδαίοις, ὅτι τυφλοὶ ὄντες, τὸν ἀτίμητον μαργαρίτην ἠρτημένον ἐν ξύλῳ οὐ καθορῶσιν! Οὐαὶ τοῖς Ἰουδαίοις, ὅτι λαβόντες τὴν κτῆσιν τοῦ ἀγροῦ, τὸν ἐν τῷ ξύλῳ θησαυρὸν οὐκ ἐνόησαν, ἀλλὰ τοῖς ἔθνεσιν αὐτὸν ἀποδίδονται! Οὐαὶ τοῖς Ἰουδαίοις, ὅτι τῆς ἀμπέλου κρατοῦντες, τῆς εὐφροσύνης τοῦ δένδρου τούτου ἐστέρηνται· ἡμῖν 〈τε〉 τὸν θησαυρὸν τοῦτον μηδὲν λαβόντες παραχωροῦσι! Διὰ τοῦτο ὡς τυφλοῖς καὶ μωροῖς ὁ σατανᾶς ἐμπαίζων οὐ παύεται. Ἀπὸ τῆς ἀργίας τὸν βότρυν ἠφάνιζον· διὸ ἡμῖν αὐτὸν ὁ Θεὸς ἀντιπαραδίδωσιν. Ἔλαβε τὸν ἀμπελῶνα καὶ τοῖς ἔθνεσιν αὐτὸν δίδωσιν· ὅθεν καὶ μυριοπλασίονα αὐτῷ τὸν καρπὸν ἀποδίδωσι.

Τίς ὁ καρπὸς τοῦ ἀμπελῶνος Χριστοῦ, ἀλλ᾽ ἢ ὑμεῖς; Ὅσοι γάρ ἐστε τοῖς πλήθεσι, τοσοῦτοί εἰσι καὶ οἱ βότρυες. Ἐν τῇ συναγωγῇ ἐζήτει κἂν ἕνα βότρυν Χριστός, ἀλλ᾽ ἔλεγον οἱ Προφῆται πρὸς αὐτόν, πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· ὑμεῖς δὲ ὡς θαυμάσιοι βότρυες τὴν παρουσίαν αὐτοῦ εὐφραίνεσθε, ἑαυτοὺς αὐτῷ προσκομίζοντες.

Ἐπεζήτει ἐν τῇ συναγωγῇ καρπὸν ὁ Χριστός, ἀλλὰ πρὸς αὐτὸν ἔλεγον οἱ ἅγιοι, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· ὑμεῖς δὲ ἀνακεκραμένοι τῇ τοῦ Χριστοῦ χάριτι, πάντες καρπός ἐστε τῆς ἀμπέλου ταύτης, ἐν ᾗ τὸ ξύλον πεφύτευται τοῦτο. Καὶ ὅτι ἀμφότερα ἐν ταῖς Διαθήκαις οἱ λαοί, καρπὸς καὶ γεώργιόν εἰσι τοῦ Θεοῦ, λέγει μὲν καὶ Παῦλος ὁ ἀπόστολος, Θεοῦ γεώργιόν ἐστε, Θεοῦ οἰκοδομή ἐστε· εἶπε δὲ καὶ Ἠσαΐας περὶ Ἰουδαίων· ὁ γὰρ ἀμπελὼν Κυρίου σαββαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος Ἰούδα νεόφυτον ἠγαπημένον.

Εἰς τοῦτον ἧκε τὸν ἀμπελῶνα ὁ Κύριος ζητῶν τὸν καρπόν. Ἀλλὰ πρὸς αὐτὸν λέγει ὁ αὐτὸς Ἠσαΐας· τί ἐπιζητεῖς εἰς τὴν χερσωθεῖσαν ἄμπελον καρπόν; Τί παρακαθίζῃ τῇ ἠρημωμένῃ ἀμπέλῳ προσδεχόμενος βότρυας; Τί ἐπιμένεις καὶ παραμένεις αὐτούς; Τυφλοὺς ἀπαιτεῖς γεωργίας ἐπιμέλειαν; Τὰ ἀκάνθιά σοι ἀποδώσοιεν ἀντὶ βοτρύων· ἀκάνθας καὶ τριβόλους ἀντὶ καρποῦ· καὶ γὰρ ἐγὼ ἔμεινα ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας.

Τοῖς πάθεσιν ἀποτυφλωθέντες οἱ Ἰουδαῖοι οὔτε τὴν προϋπάρξασαν σπουδὴν τῆς ἀμπέλου ἐφύλαττον, ἀλλὰ καὶ ὅσα οἱ πατέρες ἐν αὐτῇ ἔκαμνον, οὗτοι διὰ τῆς ἀμελείας ἀπώλεσαν· διὰ τοῦτο καὶ ἕτερος προφήτης ἀναζητοῦντι Χριστῷ τὸν καρπὸν εἴρηκεν· ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.

Ἀλλ᾽ ἐλθὼν ὁ δεσπότης τοῦ ἀμπελῶνος τὴν συκῆν καταργοῦσαν τὸν ἀμπελῶνα ἐξήρανε, καὶ φυτεύσας ἐν αὐτῷ τὴν προγονικὴν εὐσέβειαν, ἡμῖν τὸν ἀμπελῶνα ἐκδίδωσι· τὴν συκῆν ἐξήρανε καὶ τὸν σταυρὸν ἐν αὐτῷ κατεφύτευσεν. Αὐτὸς γάρ ἐστι περὶ οὗ καὶ ὁ προφήτης Ἰεζεκιὴλ εἴρηκεν, ὅτι ξηραίνει ξύλον ξηρόν, καὶ τὸ ὑγρὸν ἀναθάλαι ποιεῖ. Ἢ οὐκ ἀνέθαλεν ὁ σταυρός, ὁ τηλικοῦτον καρπὸν προέμενος· ὅτι πᾶσαν ἐκκλησίαν καὶ τοὺς ἐν αὐτῇ λαοὺς μεγάλως ἐνέπλησεν;