Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν, καὶ εἰς τὴν δευτέραν παρουσίαν, καὶ περὶ ἀγάπης καὶ ἐλεημοσύνης

Ἐφραίμ ὁ Σύρος

Η πνευματική εορτή και η χάρις του Τιμίου Σταυρού

Ανάλυση του χαρακτήρα της αληθινής χριστιανικής εορτής, προτροπή για συνεχή χρήση του σημείου του σταυρού και εκτενής ρητορικός ύμνος για την προστατευτική και σωτηριώδη ενέργειά του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Λόγος εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν καὶ εἰς τὴν δευτέραν παρουσίαν. Καὶ περὶ ἀγάπης καὶ ἐλεημοσύνης Πᾶσα ἑορτὴ καὶ πρᾶξις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σωτηρία καὶ καύχημα ἡμῶν ἐστι τῶν πιστῶν. Καύχημα δὲ καυχημάτων ὁ σταυρός. Ἑορτὴ δὲ ἑορτῶν, ὅτε τὸ πάσχα ὑπὲρ ἡμῶν ἐτύθη Χριστός, μᾶλλον δὲ εἴη ὁ ἐκ τῶν νεκρῶν ἀναστάς, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Αὕτη κυρία καὶ βασίλισσα τῶν ἑορτῶν. Καὶ αἱ λοιπαὶ πᾶσαι ἅγιαι καὶ σεβάσμιαι καὶ ἀλλήλων διαφέρουσαι ἐν δόξῃ, καταυγαζόμεναι τῇ ἀστραπῇ τῆς θεότητος. Ταύτας δὲ ἀξίως τιμᾷ καὶ ἑορτάζει πιστῶς ὁ σπουδαῖος περὶ τὰς ἐντολὰς τοῦ Θεοῦ.

Οἱ δὲ ῥυπαροὶ καὶ μεμολυσμένοι ἐν ἁμαρτίαις, καὶ ἐν ἑορτῇ ἀνέορτοι μέν εἰσιν. Ἑορτὴ δὲ καλὴ καὶ θεάρεστος, μετάνοια μετὰ δακρύων καὶ ἀποχὴ ἁμαρτημάτων καὶ ἐπίγνωσις Θεοῦ καὶ πόθος τῶν αἰωνίων ἀγαθῶν. Γινομένων δὲ τούτων, τότε καὶ ἐν τοῖς οὐρανίοις χαρὰ γίνεται, καὶ ἡ ἐκκλησία ἀγάλλεται καὶ σκιρτᾷ καὶ συγκαλεῖται πάντας τοὺς δικαίους, λέγουσα· συγχάρητέ μοι, ὅτι ὁ υἱός μου οὗτος νεκρὸς ἦν τοῖς παραπτώμασι καὶ ἀνέζησε διὰ τῆς μετανοίας. Ἑορτὴ καλὴ καὶ θεάρεστος, ἔνθα συνεορτάζει Χριστός, ἔνθα ἐπιτελοῦνται αἱ αὐτοῦ ἑορταὶ καὶ τιμῶνται αἱ θεῖαι Γραφαί. Συνεορτάζει δὲ Χριστός, ἔνθα συνηγμένοι τυγχάνουσιν εἰς τὸ ἑαυτοῦ ὄνομα ἐν ἀγάπῃ, χωρὶς πάσης ἔχθρας καὶ ὑποκρίσεως.

Συνεορτάζει Χριστός, ἔνθα πτωχοὶ θεραπεύονται, ἔνθα ὀρφανοὶ παρακαλοῦνται, ἔνθα ξένοι ἀναψυχοῦνται. Συνεορτάζει Χριστός, ἔνθα τιμὴ Θεοῦ ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Οὗτοι οὖν εἰσιν οἱ συνηγμένοι εἰς τὸ ἑαυτοῦ ὄνομα. Ἐν μέσῳ δὲ τούτων εἶναι ἐπηγγείλατο [εὑρίσκεσθαι] ὁ Κύριος.

Μακάριοι οἱ τούτῳ τῷ τρόπῳ συνηγμένοι· τὸν γὰρ Δεσπότην ἔχοντες ἐν μέσῳ αὐτῶν οὐδεὶς αὐτοῖς βλάψει. Οὕτως οὖν τιμήσωμεν τὰς τοῦ Κυρίου ἑορτάς· μὴ πανηγυρικῶς, ἀλλὰ θεϊκῶς· μὴ κοσμικῶς, ἀλλ᾽ ὑπερκοσμίως. Μὴ πρόθυρα στεφανώσωμεν, μὴ χοροὺς συστησώμεθα, μὴ κοσμήσωμεν πρόσωπα, μὴ αὐλοῖς καὶ κιθάραις τὴν ἀκοὴν ἐκθηλύνωμεν, μὴ ἱμάτια μαλακὰ περιβαλώμεθα, μὴ χρυσοῦ περιλάμψεσι, μὴ κώμοις καὶ μέθαις. Μὴ ἕνεκα βρώματος καταλύῃς τὸ ἔργον τοῦ Θεοῦ.

Μὴ ζημιωθῇς τὴν θείαν λειτουργίαν διὰ τὴν ἄπληστόν σου κοιλίαν ἐν τῷ μαγειρείῳ ἀσχολούμενος, ἀλλὰ ταῦτα ἀφῶμεν ἐκείνοις, ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα. Ἡμεῖς δὲ ὁμοῦ πάντες, μικροί τε καὶ μεγάλοι, ἄνδρες τε καὶ γυναῖκες, μοναχοί τε καὶ μονάστριαι, χριστιανικῶς καὶ εὐλαβῶς τὰς τοῦ Κυρίου ἑορτὰς τιμήσωμεν, ὡς ἐδιδάχθημεν, ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς. Στεφανώσωμεν τὰ πρόθυρα, ὡς Χριστιανοί, καὶ μὴ ὡς Ἕλληνες, δάφναις ἢ ἄνθεσιν ἢ ἑτέραις ὕλαις, ὅπερ ἐστὶν Ἑλλήνων καὶ Ἰουδαίων. Καὶ ἡ μὲν σκιὰ τοῦ Νόμου πέμπεται, ἡ δὲ ἀλήθεια ἤνθησε, καθὼς ἀκούομεν τοῦ Ἀποστόλου λέγοντος· ἤδη τὰ ἀρχαῖα παρῆλθε. Ἰδοὺ γέγονε τὰ πάντα καινά. Ἡ πλάνη τῶν εἰδώλων κατήργηται, ὁ θάνατος ἐσκύλευται, ἡ ἐν τῷ ᾅδῃ αἰχμαλωσία ἀνακέκληται, τῆς πολυθέου πλάνης τὰ βασίλεια συντέτριπται, ὁ ἄνθρωπος ἠλευθέρωται, ὁ Θεὸς ἐβασίλευσεν, ἡ κτίσις εὐφραίνεται, ὁ σταυρὸς πολιτεύεται, ὃν προσκυνοῦσι πάντα τὰ ἔθνη καὶ λαοί, φυλαὶ καὶ γλῶσσαι· ἐν ᾧ καὶ καυχώμεθα μετὰ τοῦ μακαρίου Παύλου, λέγοντες· ἡμῖν δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Διὸ καὶ ἐπὶ τῶν θυρῶν ἡμῶν τὸν ζωοποιὸν σταυρὸν καὶ ἐπὶ τῷ μετώπῳ καὶ ἐπὶ τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ ἐπὶ τῷ στόματι καὶ ἐπὶ τῷ στήθει καὶ ἐπὶ πᾶσι τοῖς μέλεσιν ἡμῶν· τοῦτον μετακομίζωμεν καὶ ὁπλιζώμεθα, τὸ ἀήττητον ὅπλον τῶν Χριστιανῶν, τὸν νικητὴν τοῦ θανάτου, τὴν ἐλπίδα τῶν πιστῶν, τὸ φῶς τῶν περάτων, τὸν ἀνοίκτην τοῦ παραδείσου, τὸν τῶν αἱρέσεων καθαιρέτην, τὸ στερέωμα τῆς ὀρθοδόξου πίστεως, τὸ μέγα φυλακτήριον τῶν πιστῶν, τὸ σωτήριον καύχημα τῆς Ἐκκλησίας.

Τοῦτον, Χριστιανοί, καθ᾽ ἑκάστην ὥραν καὶ στιγμὴν μὴ διαλίπωμεν περιφέροντες ἐν παντὶ τόπῳ, καὶ χωρὶς αὐτοῦ μηδὲν ἐπιτελέσωμεν· ἀλλὰ καὶ κοιμώμενοι καὶ ἀνιστάμενοι καὶ ἐργαζόμενοι καὶ ἐσθίοντες καὶ πίνοντες καὶ ὁδεύοντες καὶ θάλασσαν πλέοντες καὶ ποταμοὺς διαβαίνοντες, πάντα τὰ μέλη ἡμῶν τῷ ζωοποιῷ σταυρῷ κατακοσμῶμεν, καὶ οὐδέποτε φοβηθησόμεθα ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Ἐὰν πάντοτε τοῦτον, ἀδελφέ, εἰς βοήθειάν σου παραλαμβάνῃς, οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου. Τοῦτον γὰρ θεωροῦσαι αἱ ἐναντίαι δυνάμεις φρίττουσαι ἀναχωροῦσιν. Οὗτος τῶν εἰδώλων τὴν πλάνην κατήργησεν· οὗτος τὴν οἰκουμένην πᾶσαν ἐφώτισεν· οὗτος τὸ σκότος ἠφάνισε καὶ τὸ φῶς ἐπανήγαγεν· οὗτος τὰ ἔθνη συνάγων ἀπὸ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης καὶ ἑῴας, εἰς μίαν Ἐκκλησίαν καὶ πίστιν καὶ ἓν βάπτισμα ἐν ἀγάπῃ συνέδησεν. Ὤ, ποῖον στόμα ἢ ποταπὴ γλῶσσα ἐγκωμιάσει ἀξίως τὸ ἀκαταμάχητον τῶν Ὀρθοδόξων τεῖχος, τὸ νικηφόρον ὅπλον τοῦ μεγάλου βασιλέως Χριστοῦ!

Σταυρός, νεκρῶν ἀνάστασις· σταυρός, Χριστιανῶν ἐλπίς· σταυρός, χωλῶν βακτηρία· σταυρός, πενήτων παραμυθία· σταυρός, πλουσίων χαλινός, ὑπερηφάνων καθαίρεσις· σταυρός, τρόπαιον κατὰ δαιμόνων, νέων παιδαγωγός· σταυρός, ἐμπόρων ἐμπορία, ἀπηλπισμένων ἐλπίς, πλεόντων κυβέρνησις· σταυρός, χειμαζομένων λιμήν, πολεμουμένων τεῖχος· σταυρός, πατὴρ ὀρφανῶν, δικαίων σύμβουλος· σταυρός, θλιβομένων παράκλησις, νηπίων φύλαξ, ἀνδρῶν κεφαλή, πρεσβυτέρων στέφανος· σταυρός, φῶς τῶν ἐν σκότει καθημένων· σταυρός, βασιλέων μεγαλοπρέπεια, βαρβάρων φιλοσοφία· σταυρός, δούλων ἐλευθερία, ἀπαιδεύτων σοφία· σταυρός, Προφητῶν κήρυγμα, Ἀποστόλων σύνδρομος, Μαρτύρων καύχημα· σταυρός, παρθένων σωφροσύνη, ἱερέων χαρά· σταυρός, Ἐκκλησίας θεμέλιος, οἰκουμένης ἀσφάλεια· σταυρός, ναῶν εἰδώλων καθαίρεσις, Ἰουδαίων σκάνδαλον· σταυρός, ἀδυνάτων δύναμις, νοσούντων ἰατρός· σταυρός, λεπρῶν κάθαρσις, παραλυτικῶν ἀνόρθωσις· σταυρός, πεινώντων ἄρτος, διψώντων πηγή· σταυρός, μοναζόντων θάρσος, γυμνητευόντων σκέπη. Οὗτός ἐστιν ὁ παγεὶς ἐν μέσῳ τῆς οἰκουμένης καὶ φυτευθεὶς ἐν τόπῳ κρανίου καὶ εὐθὺς βλαστήσας τὸν βότρυν τῆς ζωῆς. Ἐν τούτῳ τῷ ἁγίῳ ὅπλῳ διέρρηξε Χριστὸς τὴν παμφάγον τοῦ ᾅδου γαστέρα καὶ τὸ πολυμήχανον τοῦ Διαβόλου ἐνέφραξε στόμα.

Τοῦτον ἰδὼν ὁ θάνατος, τρομάξας καὶ φρίξας, πάντας οὓς εἶχεν ἀπὸ τοῦ πρωτοπλάστου ἀπέλυσε. Τοῦτον ὁπλισάμενοι οἱ μακάριοι Ἀπόστολοι, πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ κατεπάτησαν καὶ πάντα τὰ ἔθνη σαγηνεύσαντες συνήγαγον εἰς τὴν τούτου προσκύνησιν. Τοῦτον ἀντὶ θώρακος περιβαλλόμενοι οἱ μάρτυρες καὶ στρατιῶται τοῦ Χριστοῦ, πάσας τὰς ἐπινοίας τῶν τυράννων κατεπάτησαν καὶ παρρησίᾳ ἐκήρυξαν. Οἱ τοῦτον ἀράμενοι καὶ βαστάζοντες, καὶ διὰ Χριστὸν ἀποταξάμενοι τὰ ἐν κόσμῳ, ἐν πολλῇ χαρᾷ κατοικοῦσιν ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ὢ τῆς ἀγαθότητος τῆς ἀμετρήτου καὶ ἀνεικάστου τῶν οἰκτιρμῶν τοῦ Θεοῦ! Πόσα ἀγαθὰ ἐδωρήσατο διὰ τοῦ σταυροῦ τῷ γένει τῶν ἀνθρώπων! Δόξα τῇ αὐτοῦ φιλανθρωπίᾳ, καὶ προσκύνησις καὶ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.