Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν τίμιον καὶ ζωοποιὸν σταυρόν, καὶ εἰς τὴν δευτέραν παρουσίαν, καὶ περὶ ἀγάπης καὶ ἐλεημοσύνης

Ἐφραίμ ὁ Σύρος

Η Δευτέρα Παρουσία και η ετοιμασία του ουρανίου κριτηρίου

Εσχατολογική περιγραφή της εμφάνισης του Σταυρού, της ανάστασης των νεκρών, της αλλοίωσης της κτίσεως, της έλευσης του Κριτού και του ανοίγματος των βιβλίων για τον έλεγχο των πεπραγμένων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Ἠκούσατε, ἀγαπητοὶ καὶ φιλόχριστοι, πόση ἐστὶν ἡ δύναμις τοῦ σταυροῦ. Πόσα κατορθώματα, πόσα ἀγαθὰ ἐμπλήσας τὴν ἅπασαν ἡμῶν ζωὴν οὗτος ὁ καλὸς κυβερνήτης, καὶ εἰρηνεύσας αὐτήν, καὶ τῆς μελλούσης αἰωνίου ζωῆς πρόξενος ἡμῖν γεγονώς. Αὐτὸς γὰρ ὁ τίμιος σταυρὸς πάλιν ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ Χριστοῦ πρῶτος μέλλει ἀναφαίνεσθαι, ὡς τίμιον καὶ ζωοποιὸν καὶ σεβάσμιον καὶ ἅγιον σκῆπτρον τοῦ μεγάλου βασιλέως Χριστοῦ, κατὰ τὸν λόγον τοῦ Δεσπότου εἰπόντος ὅτι φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. Οὗτος τοίνυν πρῶτος μέλλει φαίνεσθαι ἐν τῷ οὐρανῷ μετὰ πάσης στρατιᾶς Ἀγγέλων, φωτίζων πᾶσαν τὴν γῆν, ἀπὸ περάτων ἕως περάτων, ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, καὶ τὴν παρουσίαν μηνύων τοῦ Δεσπότου Χριστοῦ.

Καὶ περὶ μὲν τοῦ σταυροῦ, τοσαῦτα. Πρὸς δὲ τὰ μέλλοντα, οἷα ὑπερβαίνουσι πάντα λόγον καὶ ἔννοιαν, ὑπερβαίνουσι πᾶσαν διήγησιν καὶ καταπλήττουσι πᾶσαν ἀκοήν, πῶς διηγήσομαι, ἀδελφοί μου φιλόχριστοι; Ἐμνήσθην τῆς ὥρας ἐκείνης καὶ ἐτρόμαξα, καὶ καταπαῦσαι τὸν λόγον ἐβουλήθην ἀπὸ τοῦ πολλοῦ φόβου, ἐνθυμούμενος τὰ μέλλοντα, ἅπερ ἀποκαλύπτεσθαι μέλλουσιν ὀπίσω τοῦ ζωοποιοῦ σταυροῦ. Καὶ τίς γὰρ αὐτὰ διηγήσεται; Ἢ τίς τολμήσει ἐξειπεῖν;

Ποῖον στόμα ἀπαγγελεῖ; Ποταπὴ γλῶσσα φθέγξεται; Ἢ ποία φωνὴ δηλώσει; Ἢ ποία ἀκοὴ χωρήσει ἐκεῖνα ἀκοῦσαι; Ὅτε γὰρ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, τίς οὐ σαλευθήσεται; Τίς οὐ φοβηθήσεται καὶ τρομάξει καὶ κρυβήσεται ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν ὁ Βασιλεὺς τῶν βασιλευόντων ἀπὸ τῆς δόξης αὐτοῦ ἐξαναστῇ, καὶ κατελθὼν ἐπισκέψηται πᾶσαν τὴν οἰκουμένην, καὶ συνάρῃ λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀποδοῦναι μισθὸν τοῖς ἀξίοις, τοῖς δὲ ἀναξίοις τὰς κολάσεις, ὡς δίκαιος κριτής;

Ταῦτα οὖν ἐνθυμούμενος καὶ φόβῳ συνεχόμενος, τὰ μέλη μου παραλέλυμαι πάντοθεν, οἱ ὀφθαλμοί μου φόβῳ δακρύουσιν, ἡ φωνή μου ἐκλείπει, τὰ χείλη μου πεπήγασιν, ἡ γλῶσσά μου κεκόλληται, οἱ λογισμοί μου σεσιωπήκασιν, ὁ δὲ πόθος ἀναγκάζει με εἰπεῖν διὰ τὴν ὑμῶν ὠφέλειαν. Καὶ ὁ πόθος μὲν κατέχει με, ἐπιτιμᾷ δὲ σιωπᾶν, ὅτι πολὺς ὁ φόβος καὶ ὑπέρμετρος. Τοιαῦτα γὰρ μεγάλα καὶ φοβερὰ θαυμάσια οὔτε ἐγένοντο ἀπ᾽ ἀρχῆς τῆς κτίσεως, οὔτε γενήσονται ἐν ὅλαις ταῖς γενεαῖς. Καὶ ἄρτι μὲν πολλάκις, ἐὰν ἄφνω γένηται ἀστραπὴ ἢ βροντὴ τρανοτέρα, πάντα ἄνθρωπον ἐκθροεῖ, καὶ πάντες εἰς γῆν κλίνομεν.

Καὶ εἰ ταῦτα ἐκθροοῦσι τὰ μικρά, πῶς ὑπενέγκωμεν τῆς φωνῆς τῆς σάλπιγγος τῆς σαλπιζούσης ἐκ τῶν οὐρανῶν ὑπὲρ πᾶσαν βροντήν, καὶ ἐξυπνιζούσης πάντας τοὺς ἀπ᾽ αἰῶνος κεκοιμημένους, δικαίους τε καὶ ἀδίκους! Τότε ἐν τῷ ᾅδῃ τὰ ὀστᾶ τῆς ἀνθρωπίνης φύσεως, ἀκούοντα τῆς φωνῆς τῆς σάλπιγγος, περιτρέχουσι μετὰ σπουδῆς, ζητοῦντα ἕκαστον τὰς αὑτῶν ἁρμονίας. Ὅταν οὖν ἴδωμεν πᾶσαν φύσιν ἀνθρώπων ἐν ῥιπῇ ὀφθαλμοῦ ἀνισταμένην, ἕκαστον ἐκ τοῦ τόπου αὑτοῦ, καὶ ἐπισυνηγμένην ἀπὸ περάτων τῆς γῆς πρὸς τὸ κριτήριον, τίς ὑποίσει τὸν τοσοῦτον φόβον καὶ τρόμον; Κελεύσει γὰρ ὁ μέγας Βασιλεύς, ὁ ἔχων ἐξουσίαν πάσης σαρκός, καὶ εὐθέως ἀποδώσει ἡ γῆ τοὺς ἑαυτῆς νεκρούς, καὶ ὁ ᾅδης τοὺς ἰδίους νεκρούς· καὶ εἴτε θηρίον ἐσπάραξεν, εἴτε ἰχθὺς ἐμέλισεν, ἢ ὄρνεον ἥρπασε, πάντα ὡς ἐν ῥιπῇ ὀφθαλμοῦ παραστήσονται, καὶ θρὶξ μία οὐκ ἀπόλλυται.

Ὤ, πῶς ὑπενέγκωμεν, ἀδελφοί, ὅταν ἴδωμεν τὸν πύρινον ποταμόν, ὥσπερ ἀγρίαν θάλασσαν, κατεσθίοντα τὰ ὄρη καὶ τὰς νάπας, καὶ κατακαίοντα πᾶσαν τὴν οἰκουμένην καὶ τὰ ἐν αὐτῇ ἔργα! Τότε, ἀγαπητοί, ἐκ τοῦ πυρὸς ἐκείνου οἱ ποταμοὶ ἐκλείψουσιν, αἱ πηγαὶ ἀφανισθήσονται, ἡ θάλασσα ξηρανθήσεται, τὰ ἄστρα ἐκπεσοῦσιν ἐκ τοῦ οὐρανοῦ, ὁ ἥλιος ἐκλείψει καὶ ἡ σελήνη μεταβληθήσεται εἰς αἷμα, ὁ οὐρανὸς εἱλισθήσεται ὡς βιβλίον. Ὅταν ἴδωμεν, ἀδελφοί, τοὺς Ἀγγέλους ἀπεσταλμένους καὶ περιτρέχοντας μετὰ σπουδῆς καὶ ἐπισυνάγοντας τοὺς ἐκλεκτοὺς δούλους τοῦ Θεοῦ ἀπ᾽ ἄκρων οὐρανοῦ ἕως ἄκρων αὐτοῦ· ὅταν ἴδωμεν τὸν οὐρανὸν καινὸν καὶ τὴν γῆν καινήν, κατὰ τὸ ἐπάγγελμα αὐτοῦ!

Πῶς ὑπενέγκωμεν, φιλόχριστοι, ὅταν ἴδωμεν τὸν φοβερὸν θρόνον ἑτοιμαζόμενον· ὅταν ἴδωμεν τὸν Υἱὸν τοῦ ἀνθρώπου φανέντα ἐν τῷ οὐρανῷ, καὶ τὸν ζωοποιὸν σταυρὸν φωτίζοντα τὰ πέρατα τῆς γῆς! Τότε πάντες θεωρήσουσιν ἐν τῷ ὕψει φανὲν τὸ βασιλικὸν αὐτοῦ σκῆπτρον. Τότε ἐπιγνώσεται ἕκαστος ὅτι ὀπίσω αὐτοῦ μέλλει φανῆναι ὁ Βασιλεὺς τῶν βασιλευόντων.

Ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐνθυμηθήσεται ἕκαστος, πῶς ἆρα ἀπαντήσει τῷ Κριτῇ· καὶ ἐὰν συνίῃ τὰ ἑαυτοῦ πταίσματα, ἵσταται γυμνὸς καὶ τετραχηλισμένος, προσδοκῶν τὴν μέλλουσαν ἐξελθεῖν κατ᾽ αὐτοῦ ἀπόφασιν. Τότε γὰρ θεωρεῖ ἕκαστος τὰ ἴδια ἔργα ἔμπροσθεν τοῦ προσώπου αὐτοῦ ἱστάμενα, κἄν τε ἀγαθὰ κἄν τε φαῦλα. Τότε οἱ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίσαντες, καὶ πάντες οἱ γνησίως μετανοήσαντες, καὶ πάντες οἱ ἐλεήμονες καὶ ξενοδόχοι ἵστανται ἱλαροί, μετὰ πολλῆς χαρᾶς προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν 〈τῆς δόξης〉 τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἔρχεται γὰρ ἵνα εὐφράνῃ τοὺς ἀγωνιζομένους ἐν ἀγρυπνίαις καὶ προσευχαῖς, καὶ ἐν νηστείαις καὶ ἐλεημοσύναις. Ἔρχεται ἵνα εὐφράνῃ τοὺς πενθοῦντας. Ἔρχεται ἵνα εὐφράνῃ καὶ ὑψώσῃ τοὺς πτωχεύσαντας διὰ τὸ ὄνομα αὐτοῦ· τοὺς μὴ ἀγαπήσαντας τὸν κόσμον, μήτε τὰ ἐν κόσμῳ τερπνά, ἀλλὰ πάντα καταλιπόντας καὶ αὐτῷ μόνῳ λατρεύσαντας καὶ ἀκολουθήσαντας. Ἔρχεται οὐκέτι ἀπὸ γῆς, ἀλλὰ ἀπὸ τοῦ οὐρανοῦ, ὡς ἀστραπὴ φοβερά. Τότε κραυγὴ μεγάλη γίνεται βοῶσα καὶ λέγουσα· ἰδοὺ ὁ Νυμφίος ἔρχεται! Ἰδοὺ ὁ Κριτὴς παραγίνεται! Ἰδοὺ ὁ Δικαστὴς τῶν δικαστῶν ἀποκαλύπτεται! Ἰδοὺ ὁ τῶν ὅλων Θεὸς ἔρχεται κρῖναι πᾶσαν τὴν οἰκουμένην καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ!

Τότε, ἀδελφοί μου ἀγαπητοί, ἐκ τῆς κραυγῆς ἐκείνης τρομάξουσιν οἱ νεφροὶ τῆς γῆς, ἀπὸ περάτων ἕως περάτων αὐτῆς, καὶ ἡ θάλασσα καὶ πᾶσαι ἄβυσσοι. Τότε ἔσται φόβος καὶ στενοχωρία, καὶ ἔκστασις λήψεται πάντα ἄνθρωπον ἐκ τῆς κραυγῆς ἐκείνης καὶ τοῦ ἤχου τῶν σαλπίγγων καὶ ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ. Τότε αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. Τότε προτρέχουσι στρατιαὶ τῶν Ἀγγέλων. Χοροὶ Ἀρχαγγέλων συντρέχουσι. Τὰ Χερουβεὶμ καὶ τὰ Σεραφεὶμ τὰ πολυόμματα ἐν ἰσχύϊ κράζουσιν· ἅγιος, ἅγιος, ἅγιος, ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος, παντοκράτωρ.

Τότε πᾶν κτίσμα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ καὶ ὑποκάτω τῆς γῆς ἐν δυνάμει βοῶσιν· εὐλογημένος ὁ ἐρχόμενος Βασιλεὺς ἐν ὀνόματι Κυρίου. Τότε σχισθήσονται οἱ οὐρανοὶ καὶ ἀποκαλυφθήσεται ὁ Βασιλεὺς τῶν βασιλευόντων, ὡς ἀστραπὴ φοβερά, μετὰ δυνάμεως πολλῆς καὶ δόξης ἀνεικάστου. Καὶ ὄψεται πᾶς ὀφθαλμός, καὶ οἵτινες αὐτὸν ἐξεκέντησαν, καὶ κόψονται ἐπ᾽ αὐτὸν πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Τότε ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς φυγὴν τραπήσονται, καθὼς Ἰωάννης προεδήλωσε, λέγων· εἶδον θρόνον λευκὸν μέγαν, καὶ τὸν καθήμενον ἐπ᾽ αὐτῷ· οὗ ἀπὸ προσώπου αὐτοῦ ἔφυγεν ὁ οὐρανὸς καὶ ἡ γῆ. Τότε καθίσει ἐπὶ θρόνου δόξης αὑτοῦ, ὡς αὐτὸς εἴρηκε· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Ἆρα ποταπὴ ψυχὴ μέλλει εὑρεθῆναι, ἵνα ὑπομείνῃ, ὅταν τεθῶσι θρόνοι, καὶ κριτήριον καθίσῃ, καὶ βίβλοι ἀνοιγῶσι; Τότε θεασόμεθα τὰς ἀναριθμήτους τῶν Ἀγγέλων δυνάμεις παρεστώσας κύκλῳ ἐν φόβῳ. Τότε ἑνὸς ἑκάστου τὰ ἔργα ἐνώπιον Ἀγγέλων καὶ ἀνθρώπων ἀναγινώσκονται. Τότε πληροῦται ἡ προφητεία Δανιήλ, λέγουσα· ἐγὼ Δανιὴλ ἐθεώρουν, ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθισε.

Τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες 〈Ἀγγέλων〉 παρεστήκεσαν αὐτῷ καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ· κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν.

Μέγας φόβος, ἀδελφοί, ἐν τῇ ὥρᾳ ἐκείνῃ, 〈ὅτε ἀνοιχθῶσιν ἐκεῖναι αἱ φοβεραὶ βίβλοι〉, ἔνθα εἰσὶ γεγραμμένα τὰ ἔργα ἡμῶν καὶ οἱ λόγοι ἡμῶν, καὶ ἃ ἐπράξαμεν ἐν τῷ βίῳ τούτῳ καὶ ἐνομίσαμεν ὑπολαμβάνοντες τάχα λανθάνειν τὸν Θεὸν τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς· καὶ ἀναγεγραμμέναι πᾶσαι αἱ πράξεις ἡμῶν καὶ αἱ ἐνθυμήσεις πάντων, κἄν τε φαῦλαι κἄν τε ἀγαθαί.

Ὤ, πόσων δακρύων χρῄζομεν διὰ τὴν ὥραν ἐκείνην, καὶ ἀμελοῦμεν! Διὰ γὰρ δακρύων δύναταί τις ἐξαλεῖψαι τὰ γεγραμμένα ἐν ταῖς βίβλοις ἐκείναις ἐγκλήματα· ἄλλος τε καὶ δι᾽ ἐλεημοσύνης. Πόσα μέλλομεν στενάξαι τότε καὶ ἐλεεινῶς δακρύσαι, ὅταν ἴδωμεν τοῖς ὀφθαλμοῖς ἡμῶν τὴν ἀπόρρητον τῶν οὐρανῶν βασιλείαν! Ὅταν θεασώμεθα τὰς φοβερὰς κολάσεις φαινομένας, μέσον δὲ τούτων πάντων τὴν τῶν ἀνθρώπων φύσιν, ἀπὸ τοῦ πρωτοπλάστου Ἀδὰμ ἕως τοῦ γεννηθέντος πάντων ὕστερον, καὶ πάντας ἐπὶ πρόσωπον προσκυνοῦντας!

Τότε πληρωθήσεται ὁ λόγος ὁ γεγραμμένος· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται. Τότε, ἀδελφοί μου ἀγαπητοί, πᾶσα ἡ ἀνθρωπότης ἱσταμένη μέσον τῆς βασιλείας καὶ τῆς κρίσεως, μέσον ζωῆς καὶ θανάτου, μέσον χαρᾶς καὶ ἀνάγκης· καὶ πάντες κάτω βλέποντες, μὴ ἀνανεύοντες ἔμπροσθεν αὐτῶν, τῷ βήματι παριστάμενοι καὶ ἐπερωτώμενοι καὶ δεινῶς ἐξεταζόμενοι, καὶ μάλιστα οἱ ἐν ἀμελείᾳ ζήσαντες. Καὶ ταῦτα θεωροῦντες ἐνθυμοῦνται πάσας τὰς πράξεις αὐτῶν.