Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν βίον τοῦ ὁσίου Ἀβρααμίου καὶ τῆς ἀνεψιᾶς αὐτοῦ Μαρίας

Ἐφραίμ ὁ Σύρος

Δαιμονικές επιθέσεις και πνευματικοί αγώνες

Οι σφοδροί πειρασμοί και οι επιθέσεις του διαβόλου, η ακλόνητη πίστη του οσίου, η αυστηρή άσκησή του και η χάρη που έλαβε.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 7

Ἰδὼν τοίνυν ὁ Σατανᾶς, ὁ ἀπ᾽ ἀρχῆς μισόκαλος καὶ μισάνθρωπος, ὅτι ἐν τηλικαύταις θλίψεσιν αἷς ἐπήγειρεν αὐτῷ ἐν τῇ κώμῃ, οὐκ ἴσχυσεν αὐτὸν ἀποδιῶξαι, οὐδὲ εἰς ῥᾳθυμίαν ἐμβαλεῖν, οὐδὲ τὴν διάνοιαν αὐτοῦ ἀποστῆσαι τοῦ σκοποῦ, ἀλλ᾽ ὡς χρυσὸς ἐν χωνευτηρίῳ ὑπερβαλλόντως μᾶλλον ἐλαμπρύνθη καὶ ἐδοξάσθη, καὶ εἰς πλειόνων ὑπογραμμὸν σωτηρίας, ἐν ὑπομονῇ καὶ τῇ πρὸς Θεὸν ἀγάπῃ πολλῇ καὶ προθυμίᾳ προέκοπτεν, ἐπικράνθη σφόδρα ὁ μισόκαλος κατὰ τοῦ μακαρίου Ἀβρααμίου, καὶ παραγίνεται μετὰ πολλῆς φαντασίας πρὸς αὐτὸν πτοήσας ἀπατῆσαι.

Ὡς δὲ εἱστήκει ψάλλων ἐν τῷ μεσονυκτίῳ, αἰφνιδίως φῶς ἔλαμψε καθαρώτερον τοῦ ἡλίου, καὶ φωνὴ ὥσπερ πλήθους λέγουσα· μακάριος εἶ, κύριε Ἀβραάμιε, ὄντως μακάριος εἶ, ὅτι οὐδεὶς εὑρέθη καθάπερ σὺ εἰς πάντα τὰ κατορθώματά σου, καὶ οὐδεὶς ἐποίησε πάντα τὰ θελήματά μου ὡς σύ· διὰ τοῦτο μακάριος εἶ.

Εὐθέως δὲ ἔγνω ὁ μακάριος τὸν δόλον τοῦ Πονηροῦ, καὶ ὑψώσας τὴν φωνὴν αὐτοῦ, εἶπε· τὸ σκότος σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν· πλήρης γὰρ εἶ δόλου καὶ ἀπάτης. Ἐγὼ γὰρ ἄνθρωπός εἰμι ἁμαρτωλός, ἔχων δὲ τὴν χάριν τοῦ Θεοῦ μου, καὶ τὴν εἰς αὐτὸν ἐλπίδα καὶ βοήθειαν, οὐ φοβοῦμαί σε, οὐδὲ πτοοῦσί με αἱ πολλαί σου φαντασίαι· τεῖχος γὰρ ὀχυρόν μοι ἐστὶ τὸ ὄνομα τοῦ Κυρίου μου καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, ὃν ἠγάπησα, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἐπιτιμῶ σοι, κύων ἀκάθαρτε καὶ τρισάθλιε. Καὶ εἰπόντος αὐτοῦ ταῦτα, παραχρῆμα, ὥσπερ καπνός, ἀφανὴς ἐγένετο. Ὁ δὲ μακάριος μετὰ προθυμίας πολλῆς ἀταράχως ηὐλόγει τὸν Θεόν, ὡς μὴ ἰδών τινα φαντασίαν.

Πάλιν δὲ μεθ᾽ ἡμέρας ὀλίγας, εὐχομένου τοῦ μακαρίου νυκτός, ὁ Σατανᾶς ἀξίνην κρατῶν ἤρξατο καταστρέφειν τὴν κέλλαν αὐτοῦ, καὶ τῷ δοκεῖν τρυπήσας αὐτήν, ἔκραξε φωνῇ μεγάλῃ, λέγων· σπουδάσατε, ὧ φίλοι μου, σπουδάσατε, εἰσελθόντες τάχιον ἀποπνίξατε αὐτόν. Εἶπε δὲ ὁ μακάριος πρὸς αὐτόν· πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Εὐθέως δὲ ἀφανὴς ἐγένετο, καὶ ἦν τὸ κελλίον ὁλόκληρον. Καὶ πάλιν μεθ᾽ ἡμέρας ὀλίγας ψάλλων τὸ μεσονύκτιον, ὁρᾷ τὸ ψιάθιον αὐτοῦ, ἐφ᾽ ᾧ ἑστὼς ἔψαλλε, καιόμενον σφοδροτάτῃ φλογί.

Καὶ πατήσας τὴν φλόγα, εἶπεν· ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσομαι, καὶ καταπατήσω λέοντα καὶ δράκοντα, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ βοηθοῦντός μοι. Φεύγων δὲ ἔκραξεν ὁ Σατανᾶς, καὶ εἶπεν· ἐγώ σε νικήσω, κακότροπε, ἀνευρὼν τέχνας πρὸς τὴν καταφρόνησίν σου.

Μιᾷ δὲ τῶν ἡμερῶν, ὡς ἐγεύετο κατὰ τὸ εἰωθὸς ὁ μακάριος, ὑπεισῆλθεν εἰς τὴν κέλλαν αὐτοῦ ὁ Ἐχθρός, τύπῳ νεανίσκου, καὶ ἤγγισε στρέψαι τὸ καυκίον αὐτοῦ· αὐτὸς δὲ γνοὺς κατέσχεν αὐτό, καὶ ἐγεύετο μηδόλως φροντίσας αὐτοῦ. Ἀναπηδήσας δὲ παρέστη αὐτῷ, καὶ στήσας λυχνίαν καὶ λύχνον ἐπ᾽ αὐτῆς καιόμενον, ἤρξατο ψάλλειν μεγάλῃ τῇ φωνῇ, καὶ λέγειν· μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. Ὡς δὲ εἶπεν ἀπὸ τοῦ ψαλμοῦ πλείονα ῥήματα, οὐκ ἀπεκρίθη αὐτῷ, ἕως οὗ ἐγεύσατο. Μετὰ δὲ τὸ γεύσασθαι αὐτόν, κατεσφραγίσατο, καὶ εἶπε πρὸς αὐτόν· κύων ἀκάθαρτε καὶ τρισάθλιε, ἀναίσθητε καὶ δειλέ, εἰ οἶδας ὅτι μακάριοί εἰσιν, ἱνατί καὶ ὀχλεῖς αὐτούς; Καὶ γὰρ ὄντως μακάριοί εἰσι πάντες 〈οἱ〉 ἀγαπῶντες τὸν Θεὸν ἐξ ὅλης καρδίας αὐτῶν. Ἀποκριθεὶς δὲ ὁ Διάβολος, εἶπεν αὐτῷ· ἵνα νικήσω αὐτούς, ἐμποδίζω αὐτοὺς ἀπὸ παντὸς ἔργου ἀγαθοῦ. Ἔφη δὲ πρὸς αὐτὸν ὁ μακάριος· μή σοι καλὸν ᾖ, ἐπικατάρατε, ἵνα σύ τινα τῶν φοβουμένων τὸν Θεὸν ἐμποδίσῃς, νικᾷς δὲ τοὺς ὁμοίους σου τοὺς ἀποστάντας ἀπὸ τοῦ Θεοῦ ἰδίᾳ προαιρέσει.

Τούτους νικᾷς καὶ πλανᾷς, ὅτι ὁ Θεὸς οὐκ ἔστιν ἐν αὐτοῖς. Ἀπὸ δὲ τῶν ἀγαπώντων τὸν Θεὸν οὕτως ἐκλείπεις, ὥσπερ καπνὸς ἀπὸ ἀνέμου· μία γὰρ εὐχὴ αὐτῶν μετὰ δακρύων, οὕτως σε διώκει, καθὼς διώκεται χοῦς ὑπὸ λαίλαπος. Ζῇ δὲ ὁ Θεός μου, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, τὸ καύχημά μου. Οὐ φοβοῦμαί σε, ἂν στῇς ὅλον τὸν χρόνον σου, οὔτε προσποιοῦμαί σε, κύων ἀκάθαρτε. Καταφρονῶ δέ σου ὄντως, ὡς ἐάν τις καταφρονῇ κυναρίου ἑνὸς συντετριμμένου. Ταῦτα δὲ τοῦ μακαρίου εἰπόντος, εὐθέως ἐκεῖνος ἀφανὴς ἐγένετο.

Καὶ πάλιν μεθ᾽ ἡμέρας, ὡς ἐπετέλει τὴν ψαλμῳδίαν, παραγίνεται ὁ Ἐχθρὸς μετὰ φαντασίας ὄχλου, καὶ τῷ δοκεῖν βάλλουσιν εἰς τὴν κέλλαν σχοινία, καὶ σύροντες ἔκραξαν πρὸς ἀλλήλους, λέγοντες· ῥίψατε αὐτὸν εἰς τὸν βόθρον. Περιβλεψάμενος δὲ αὐτοὺς ὁ μακάριος, εἶπεν· ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. Καὶ κράξας ὁ Σατανᾶς, εἶπεν· οἴμοι, οἴμοι, οὐκ οἶδα τί σοι ποιήσω. Ἰδοὺ γὰρ ἐν πᾶσιν ἐνίκησάς με, καὶ πάσης μου καταφρονήσας τῆς δυνάμεως, κατεπάτησάς με. Ἀλλὰ καὶ οὕτως οὐ μή σου ἀναχωρήσω, ἕως οὗ νικήσας ταπεινώσω σε. Ὁ δὲ μακάριος εἶπε πρὸς αὐτόν· ἀνάθεμά σοι καὶ πάσῃ τῇ δυνάμει σου, μιαρώτατε· δόξα καὶ προσκύνησις τῷ ἡμετέρῳ Δεσπότῃ, τῷ μόνῳ ἁγίῳ Θεῷ, τῷ ποιήσαντί σε πατεῖσθαι ὑφ᾽ ἡμῶν τῶν ἀγαπώντων αὐτόν. Γνῶθι τοίνυν, ταλαίπωρε καὶ ἀσθενέστατε, ὅτι ἡμεῖς οὐ φοβούμεθά σε, οὔτε τὰς φαντασίας σου.

Ἐπὶ χρόνον δὲ πολεμήσας τὸν μακάριον ἐν ποικίλοις πειρασμοῖς καὶ φαντασίαις καὶ μανίαις, οὐδὲ εἰς δειλίαν ἠδυνήθη αὐτοῦ ἐμβαλεῖν τὸν νοῦν, ἀλλὰ μᾶλλον εἰς προθυμίαν, καὶ τῇ πρὸς Θεὸν ἀγάπῃ διήγειρεν αὐτόν. Καὶ γὰρ ἐξ ὅλης ψυχῆς αὐτοῦ ἀγαπήσας αὐτόν, ἠγωνίσατο πολιτεύσασθαι κατὰ τὸ αὐτοῦ θέλημα, καὶ κατηξιώθη τῆς χάριτος αὐτοῦ· διὰ τοῦτο οὐκ ἴσχυσεν ὁ Διάβολος ἀδικῆσαι αὐτόν. Ὑπομονητικῶς τε ἔκρουσεν, ἵνα ἀνοιχθῇ αὐτῷ ὁ θησαυρὸς τῆς τοῦ Θεοῦ χάριτος. Ὡς δὲ ἠνοίχθη αὐτῷ, εἰσελθὼν ἐξελέξατο τρεῖς λίθους τιμίους, πίστιν, ἐλπίδα, ἀγάπην, καὶ δι᾽ αὐτῶν κατεκόσμησε τὰς λοιπὰς ἀρετάς· καὶ πλέξας πολύτιμον στέφανον, προσήνεγκε τῷ Βασιλεῖ τῶν βασιλευόντων, τῷ Χριστῷ.

Τίς γὰρ Θεὸν ἠγάπησεν οὕτως ἐξ ὅλης καρδίας, καὶ τὸν πλησίον ὡς ἑαυτόν; Ἢ τίς οὕτω συμπαθὴς καὶ εὔσπλαγχνος ἐγένετο; Περὶ τίνος δὲ μοναχοῦ ἀκούσας καλῶς πολιτευομένου, οὐκ ηὔξατο περὶ αὐτοῦ, ἵνα διαφυλαχθῇ ἐκ τῆς τοῦ Διαβόλου παγίδος, τελειῶσαί τε τὸν δρόμον αὐτοῦ ἀμέμπτως; Ἢ περὶ τίνος ἁμαρτωλοῦ καὶ ἀσεβοῦς ἀκούσας, οὐκ εὐθέως μετὰ δακρύων παρεκάλεσε τὸν Θεόν, ἵνα σωθῇ;

Εἰς πάντα δὲ τὸν χρόνον τῆς ἀσκήσεως αὐτοῦ οὐκ ἤλλαξε τὸν κανόνα τῆς ἀσκήσεως· ἐν δὲ τοῖς αὐτοῖς χρόνοις οὐ παρῆλθεν αὐτῷ ἡμέρα ἄνευ δακρύων. Οὐκ ἐχαρίσατο τοῖς χείλεσιν αὐτοῦ εἰς γέλωτα, μήτε μέχρι μειδιάματος. Οὐκ ἤγγισε τῷ σώματι αὐτοῦ ἔλαιον, οὐδὲ ἐνίψατο τὸ πρόσωπον αὐτοῦ ἢ τοὺς πόδας ὕδατι.

Οὕτω δὲ ἦν ὡς καθ᾽ ἡμέραν ἀποθνῄσκων τῇ προθέσει ἀγωνιζόμενος. Ὢ τοῦ παραδόξου θαύματος! Εἰς γὰρ τὴν θαυμαστὴν αὐτοῦ ἐγκράτειαν καὶ πολλὴν ἀγρυπνίαν καὶ διεξόδους δακρύων, χαμαικοιτίαν τε καὶ ταπείνωσιν τοῦ σώματος, οὐκ ἠτόνησέ ποτε, οὔτε ἠσθένησεν, οὔτε ἐρρᾳθύμησεν, οὔτε ἠκηδίασεν, ἀλλ᾽, ὥσπερ τις πεινῶν καὶ διψῶν, τρεφομένη ἡ διάνοια αὐτοῦ δυνάμει τῆς χάριτος, οὐκ ἐκορέννυτο τῆς γλυκύτητος τῆς ἀσκήσεως. Ἦν δὲ τὸ εἶδος αὐτοῦ ὡς ἄνθος ῥόδου, καὶ τὸ σῶμα αὐτοῦ οὐχ ὡς ἀπὸ τοιαύτης ἀσκήσεως καταπεπονημένον, ἀλλὰ συμμέτρῳ τῇ ἕξει καὶ δυνάμει συνεστὸς ὑπάρχον, ὡς ὑπὸ χάριτος Θεοῦ κρατυνόμενος.

Ὃς καὶ τῷ καιρῷ τῆς κοιμήσεως αὐτοῦ οὕτω φαιδρὸς ἦν τῷ προσώπῳ, ὡς ἔσεσθαι αὐτὸν ἡμᾶς γνῶναι τὴν τῶν Ἀγγέλων δορυφορίαν τῇ ψυχῇ. Καὶ ἄλλη δὲ θαυμαστὴ χάρις τοῦ Θεοῦ· ἐν γὰρ τοῖς πεντήκοντα ἔτεσι τῆς ἀσκήσεως αὐτοῦ, ἅπερ ἐνεδιδύσκετο τρίχινα, οὕτω διαρκῶς ὑπηρέτησαν, ὡς καὶ ἑτέρους καταξιωθῆναι τῶν παλαιωθέντων παρ᾽ αὐτῷ.