Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν βίον τοῦ ὁσίου Ἀβρααμίου καὶ τῆς ἀνεψιᾶς αὐτοῦ Μαρίας

Ἐφραίμ ὁ Σύρος

Η άσκηση, η πτώση και η αναχώρηση της Μαρίας

Η άφιξη της ορφανής ανιψιάς του οσίου στο κελλί, η πολυετής άσκησή της, η παγίδευσή της από τον πονηρό και η απελπισμένη φυγή της.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 7

Βούλομαι δέ, ἀγαπητοί, διηγήσασθαι τῇ ὁμονοίᾳ ὑμῶν παράδοξον πρᾶγμα, ὃ ἐποίησεν ἐν τῷ γήρει αὐτοῦ· τοῖς γὰρ συνετοῖς καὶ πνευματικοῖς ὄντως παράδοξόν ἐστι καὶ πλῆρες ὠφελείας καὶ κατανύξεως. Τὸ δὲ πρᾶγμα τοιοῦτόν ἐστιν. Ἔσχεν ὁ μακάριος ἀδελφὸν μονογενῆ· κοιμηθέντος δὲ τούτου, ἔμεινεν ἡ αὐτοῦ κόρη ὀρφανή. Ταύτην λαβόντες οἱ γνωστοὶ αὐτῆς, ἤγαγον αὐτὴν εἰς τὸν θεῖον αὐτῆς, ἔτι οὖσαν ἑπταετῆ. Ὁ δὲ ἐκέλευσεν αὐτὴν εἶναι εἰς τὸ ἐξώτερον κελλίον· αὐτὸς γὰρ ἦν κεκλεισμένος εἰς τὸ ἐσώτερον. Ἦν δὲ θυρὶς μικρὰ ἀναμέσον αὐτῶν, δι᾽ ἧς ἐδίδασκεν αὐτὴν τὸ Ψαλτήριον καὶ τὰς λοιπὰς Γραφάς. Μετ᾽ αὐτοῦ ἠγρύπνει καὶ ἔψαλλε, καὶ καθὼς ἐκεῖνος ἐνεκρατεύετο, ὁμοίως κἀκείνη. Προθύμως δὲ προκόπτουσα ἐν τῇ ἀσκήσει, ἐσπούδασεν ἐπιτελεῖν πάσας τὰς ἀρετάς. Καὶ γὰρ πλειστάκις παρεκάλεσε τὸν Θεὸν ὁ μακάριος περὶ αὐτῆς, ἵνα σχῇ τὴν διάνοιαν αὐτῆς πρὸς αὐτόν, καὶ μὴ δεσμευθῇ ἐν τῇ μερίμνῃ τῶν γηΐνων πραγμάτων, ἐπειδὴ καὶ ὁ πατὴρ αὐτῆς πολλὰ πράγματα αὐτῇ καταλέλοιπεν. Ἀλλὰ παραχρῆμα ταῦτα αὐτὸς ἐκέλευσε δοθῆναι πτωχοῖς. Καὶ αὐτὴ δὲ παρεκάλει καθ᾽ ἡμέραν τὸν θεῖον αὐτῆς, λέγουσα· πάτερ, ἀξιῶ τὴν σὴν ἁγιωσύνην καὶ παρακαλῶ τὴν σὴν ὁσιότητα εὔχεσθαι ὑπὲρ ἐμοῦ, ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν λογισμῶν, καὶ πάσης μεθοδείας τοῦ Ἐχθροῦ, καὶ τῶν ποικίλων παγίδων τοῦ Διαβόλου.

Καὶ οὕτω προθύμως ἤσκει τηροῦσα τὸν κανόνα τῆς ἀσκήσεως. Ἠγαλλιᾶτο δὲ ὁ μακάριος βλέπων αὐτῆς τὴν καλὴν πολιτείαν καὶ προθυμίαν καὶ πρᾳότητα καὶ πρὸς Θεὸν ἀγάπην. Εἴκοσι δὲ ἔτη ἤσκησε μετ᾽ αὐτοῦ, ὡς ἀμνὰς καλὴ καὶ περιστερὰ ἄσπιλος.

Πληρωθέντος δὲ τοῦ εἰκοστοῦ ἔτους, βλέπων ὁ ἐν δολιότητι κακοῦργος Ὄφις ταῖς τοῦ μονήρους βίου ἀρεταῖς ἐπτερωμένην καὶ τὰ οὐράνια ἀδολεσχοῦσαν, λαβροτάτῳ πυρὶ καιόμενος ἐτήκετο, καὶ παρέδρευεν, ὅπως αὐτὴν παγιδεύσῃ, ὥστε κἂν οὕτω δυνηθῇ εἰς λύπην καὶ μέριμναν ἐμβαλεῖν τὸν μακάριον, καὶ τῇ δι᾽ αὐτὴν ἀδημονίᾳ ἀποσπάσῃ τὴν διάνοιαν αὐτοῦ ἀπὸ τοῦ Θεοῦ. Καὶ ὥσπερ ἐπὶ τῶν πρωτοπλάστων φθόνῳ καιόμενος ὁ ἐν κακίᾳ φρόνιμος Θὴρ εὕρατο τὸν ὄφιν ὄργανον πρὸς ἀπάτην, ὅπως τοὺς ἐν μακαριότητι αὐλιζομένους ἀκανθηφόρητον γῆν καὶ πολύμοχθον κατοικεῖν ἐμηχανήσατο, τηνικαῦτα σκοπήσας εὗρε κατηρτισμένον σκεῦος εἰς ἀπώλειαν. Ἦν γάρ τις ἔχων ὄνομα μοναχοῦ, ὅστις ἀπῄει πρὸς τὸν μακάριον προφάσει συντυχίας μετὰ σπουδῆς πλείονος. Ἑώρα δὲ τὴν μακαρίαν διὰ τῆς θυρίδος, καὶ σκοτωθεὶς τὴν διάνοιαν ὁ δείλαιος, ἤθελεν αὐτῇ συντυχεῖν· καὶ παρήδρευε χρόνον ἱκανόν, ὡς μέχρι ἐνιαυτόν, ἕως οὗ εὑρὼν καιρὸν ἠλλοτρίωσε τῆς τοῦ ἀληθινοῦ ὄντως παραδείσου μακαρίας διαγωγῆς· ὡς γὰρ ὑπὸ τοῦ Ὄφεως ἀπατηθεῖσα, ἤνοιξε τὴν θύραν τοῦ κελλίου καὶ ἐξῆλθεν· ἀπάτῃ δὲ τοῦ πονηροῦ Δράκοντος ἐκπεσοῦσα τοῦ μεγέθους τῆς θεοφιλοῦς καὶ καθαρᾶς παρθενίας.

Ὥσπερ καὶ τῶν πρωτοπλάστων γευσαμένων τοῦ καρποῦ, διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, ὁμοίως καὶ αὐτή, μετὰ τὸ πρᾶξαι τὴν ἁμαρτίαν, ἐξέστη τῇ διανοίᾳ καὶ ἀπήλπισε, καὶ περιεσχίσατο τὸν χιτῶνα αὐτῆς τὸν τρίχινον, καὶ ἔτυπτε τὸ πρόσωπον αὐτῆς, καὶ ἤθελεν ἑαυτὴν ἀποπνίξαι. Ἔλεγε γὰρ ἐν ἑαυτῇ, κλαίουσα· ἐγὼ λοιπὸν τέθνηκα καὶ ἀπώλεσα τὰς ἡμέρας μου· τὸν τῆς ἀσκήσεώς μου καὶ ἐγκρατείας καρπόν, καὶ τῶν δακρύων πόνον. Τὸν Θεὸν παρώξυνα, καὶ ἐμαυτὴν ἀπέκτεινα, καὶ τὸν ὅσιόν μου θεῖον εἰς πικροτάτην λύπην ἐνέβαλον, καὶ χλεύη τοῦ Διαβόλου ἐγενόμην. Τί ἔτι λοιπὸν ἐγὼ ζῶ ἡ ἀθλία; Οἴμοι, τί ἐποίησα! Οἴμοι, τί ἔπαθον! Οἴμοι, πόθεν ἔπεσον! Πῶς ἐσκοτίσθη ἡ διάνοιά μου! Πῶς ἐκλάπην ὑπὸ τοῦ Πονηροῦ! Πῶς ἐνέπεσον, οὐ συνῆκα· πῶς ὠλίσθησα, οὐκ ἔγνων· πῶς ἐμιάνθην, οὐκ οἶδα. Ποῖον νέφος ἐκάλυψε τὴν καρδίαν μου, ἵνα μὴ κατανοήσω τί πράττω; Ποῦ κρυβήσομαι;

Ποῦ ἀπελεύσομαι; Εἰς ποῖον βόθρον ῥίψω ἐμαυτήν; Ποῦ ἡ νουθεσία τοῦ ὁσίου μου θείου; Ποῦ ἡ διδασκαλία τοῦ ἑταίρου αὐτοῦ Ἐφραΐμ, ὅτε ἔλεγέ μοι, πρόσεχε σεαυτῇ, καὶ διατήρησόν σου τὴν ψυχὴν τῷ ἀφθάρτῳ καὶ ἀθανάτῳ νυμφίῳ ἄσπιλον· ὁ γὰρ νυμφίος σου ἅγιός ἐστι καὶ ζηλωτής. Οὐκέτι τολμῶ ἀναβλέψαι εἰς τὸν οὐρανόν, ἀπέθανον γὰρ ἀπὸ Θεοῦ καὶ ἀπὸ ἀνθρώπων. Ἀτενίσαι πρὸς τὴν θυρίδα ἐκείνην οὐ δύναμαι λοιπόν. Πῶς γὰρ ἐγὼ ἡ ἁμαρτωλὸς πάλιν λαλήσω μετὰ τοῦ ἁγίου ἐκείνου;

Ἐὰν δὲ καὶ λαλήσω, οὐχὶ πῦρ ἐξελθὸν διὰ τῆς θυρίδος κατακαύσῃ με; Κρεῖττον ἀπελθεῖν με μᾶλλον, ὅπου οὐδείς ἐστιν ὁ γινώσκων με· ἐπειδὴ καθάπαξ ἀπέθανον, καὶ οὐκ ἔστι μοι ἔτι ἐλπὶς σωτηρίας. Ἀναστᾶσα δὲ παραχρῆμα ἀπῆλθεν εἰς ἑτέραν πόλιν, καὶ ἀλλάξασα τὸ σχῆμα αὐτῆς, ἔστη ἐν πανδοχείῳ.