Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τὸν βίον τοῦ ὁσίου Ἀβρααμίου καὶ τῆς ἀνεψιᾶς αὐτοῦ Μαρίας

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και πρώτα ασκητικά έτη του οσίου Αβρααμίου

Εισαγωγή στον βίο του οσίου, η αναχώρησή του παρά τις πιέσεις για έγγαμο βίο, ο εγκλεισμός του και η διανομή της πατρικής περιουσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 7

Εἰς τὸν βίον τοῦ μακαρίου Ἀβρααμίου καὶ τῆς ἀνεψιᾶς αὐτοῦ Μαρίας Ἀδελφοί μου, βούλομαι ὑμῖν διηγήσασθαι πολιτείαν καλὴν καὶ τελείαν ἀνδρὸς θαυμαστοῦ, ἥντινα ἀρξάμενος καὶ ἐπιτελέσας ἐδοξάσθη. Δειλιῶ δὲ ἱστορῆσαι τὴν θαυμαστὴν καὶ φαιδρὰν μαρτυρίαν τῆς εἰκόνος τῆς θεοφιλοῦς ἀρετῆς αὐτοῦ. Ἰδοὺ γὰρ ἡ μὲν πολιτεία τοῦ ἀνδρὸς καλὴ καὶ τελεία, ἐγὼ δὲ ἀσθενὴς καὶ ἰδιώτης· καὶ ἡ μὲν εἰκὼν τῆς ἀρετῆς φαιδρὰ καὶ θαυμαστή, τὰ δὲ χρώματα στυγνὰ καὶ φοβερά.

Ἀλλ᾽ ὅμως εἰ καὶ ἀσθενής τις καὶ ἰδιώτης, πλὴν λέγω· εἰ καὶ ἐπαξίως μὴ καταλαμβάνω τὸ τέλειον, διηγοῦμαι οἷός τε εἰμί, μὴ ἐπαρκεῖν φράσαι τὰ περὶ τοῦ δευτέρου Ἀβραάμ, αὐτοῦ ὅστις ἐγένετο ἐν τοῖς χρόνοις ἡμῶν καὶ ἐπολιτεύσατο πολιτείαν ἐπὶ τῆς γῆς ἀγγελικὴν καὶ οὐράνιον. Ἐκτήσατο ὑπομονὴν ὡς ἀδάμας, καὶ κατηξιώθη τῆς ἐπουρανίου χάριτος, ἐπειδὴ ἀπὸ νεότητος αὐτοῦ ἥγνισεν ἑαυτὸν ναὸν γενέσθαι τοῦ Ἁγίου Πνεύματος, καὶ ἡτοίμασεν ἑαυτὸν σκεῦος ἅγιον, ἵνα ἐνοικήσῃ ὁ καλέσας Θεὸς ἐν αὐτῷ.

Οὗτος τοίνυν ὁ μακάριος γονεῖς εἶχε πλουσίους σφόδρα· ἠγάπων τε αὐτὸν ὑπὲρ μέτρον τῆς ἀνθρωπίνης φύσεως καὶ ἐμνηστεύσαντο αὐτὸν ἐκ παιδόθεν, προσδοκῶντες ἄγεσθαι ἐν ἀξιώματι. Ὁ δὲ οὐκ ἤθελεν οὕτως, ἀπὸ δὲ νέας ἡλικίας ταῖς ἐκκλησίαις ἐσχόλαζε, καὶ τῶν θείων Γραφῶν ἡδέως ἤκουε, καὶ εὐθύμως ἐμελέτα ἐν αὐταῖς. Οἱ δὲ γονεῖς ἠνάγκαζον τῷ γάμῳ προσομιλῆσαι, αὐτὸς δὲ οὐχ οὕτως ἐβούλετο.

Ἐνοχληθεὶς δὲ πλειστάκις ὑπ᾽ αὐτῶν ἀπὸ πολλῆς αἰδοῦς ἐνεσχέθη. Καὶ γενομένων τῶν γάμων τῇ ἑβδόμῃ ἡμέρᾳ, καθημένου αὐτοῦ ἐν τῷ παστῷ μετὰ τῆς νύμφης, αἰφνιδίως, ὥσπερ τι φῶς, ἔλαμψεν ἡ χάρις εἰς τὴν καρδίαν αὐτοῦ· ἀποπηδήσας δὲ τοῦ οἴκου ἐξῆλθε· τύπος δὲ ὁδηγοῦ ἐγένετο αὐτῷ τὸ φῶς ἐκεῖνο· ᾧ κατακολουθῶν ἐξῆλθε τῆς πόλεως· καὶ ἀπὸ μιλίων δύο εὑρὼν κελλίον σχολάζον, εἰσελθὼν ᾤκησεν ἐν αὐτῷ μετὰ χαρᾶς μεγάλης καὶ εὐφροσύνης καρδίας αὐτοῦ, δοξάζων τὸν Θεόν. Ἔκστασις δὲ ἔλαβε τοὺς γονεῖς αὐτοῦ σὺν τοῖς συγγενέσιν αὐτῶν περὶ τοῦ γεγονότος. Καὶ ἐξελθόντες πανταχοῦ, ἐζήτουν τὸν μακάριον.

Μετὰ δὲ ἡμέρας δέκα ἑπτὰ εὗρον αὐτὸν ἐν τῷ κελλίῳ προσευχόμενον τῷ Θεῷ, καὶ ἰδόντες αὐτὸν ἐθαύμασαν. Ὁ δὲ μακάριος εἶπε πρὸς αὐτούς· τί θαυμάζετε; Δοξάσατε μᾶλλον τὸν Θεόν, τὸν φιλάνθρωπον, τὸν ῥυσάμενόν με ἀπὸ τοῦ βορβόρου τῶν ἀνομιῶν μου, καὶ εὔξασθε περὶ ἐμοῦ, ἵνα ἕως τέλους βαστάσω τὸν ζυγόν, ὃν ὁ Κύριος κατηξίωσέ με ὑπελθεῖν τὸν ἀνάξιον, πολιτευσάμενός τε κατὰ τὸ αὐτοῦ εὐάρεστον, καὶ τὸ αὐτοῦ θέλημα ποιήσῃ εἰς ἐμέ. Οἱ δὲ ἀποκριθέντες εἶπον· ἀμήν.

Παρεκάλεσέ τε αὐτούς, ἵνα μὴ συνεχῶς ὀχλῶσιν αὐτόν· καὶ ἀναφράξας τὴν θύραν, ἔκλεισε καθ᾽ αὑτοῦ, ἐάσας θυρίδα μικρὰν μόνην, δι᾽ ἧς τὴν τροφὴν ἐδέχετο. Ἐφωτίσθη δὲ ἡ διάνοια αὐτοῦ ὑπὸ τῆς χάριτος καὶ ἦν προκόπτων ἐν τῇ καλλίστῃ αὐτοῦ πολιτείᾳ. Ἐγκράτειαν μεγάλην ἐκτήσατο, ἀγρυπνίαν τε καὶ κλαυθμόν, ταπεινοφροσύνην καὶ ἀγάπην. Φήμη δὲ διέδραμε περὶ αὐτοῦ πανταχοῦ, καὶ πάντες ἀκούσαντες ἤρχοντο πρὸς αὐτὸν θεάσασθαι αὐτόν, ἅμα καὶ ὠφεληθῆναι· ἐδόθη γὰρ αὐτῷ λόγος σοφίας καὶ συνέσεως, καὶ ἦν ἡ περὶ αὐτοῦ ἀκοή τε καὶ φήμη, καθάπερ φωστὴρ φωτεινός, σὺν τοῖς γονεῦσιν αὐτοῦ.

Ἐτελεύτησαν δὲ οἱ γονεῖς αὐτοῦ μετὰ ἔτη δέκα τοῦ αὐτὸν ἀποτάξασθαι, ἀφέντες αὐτῷ χρήματα καὶ χρυσίον πολύ. Ὁ δὲ παρεκάλεσέ τινα γνήσιον αὐτοῦ φίλον ἐπὶ τῷ διαδοῦναι αὐτὰ πτωχοῖς τε καὶ ὀρφανοῖς πρὸς τὸ μὴ ἐμποδισθῆναι αὐτὸν ἀπὸ τῶν προσευχῶν· καὶ οὕτω ποιήσας ἔμεινεν ἀμέριμνος.

Αὕτη γὰρ ἦν ἡ σπουδὴ τοῦ μακαρίου, ὅπως μὴ δεσμωθῇ ἡ διάνοια αὐτοῦ ἔν τινι γηΐνῳ πράγματι, καὶ διὰ τοῦτο ἐπὶ γῆς οὐδὲν ἐκτήσατο πλὴν σαγίου ἑνὸς καὶ τριχίνου ὁμοίως ἅπερ ἐφόρει· καὶ καυκίον δὲ ἓν ἐκέκτητο, ἐν ᾧ ἐγεύετο. Μετὰ δὲ πάντων τούτων ἐκτήσατο ταπεινοφροσύνην ὑπέρμετρον, καὶ ἀγάπην ὁμότιμον πρὸς πάντας. Οὐ προετίμησε πλούσιον πτωχοῦ, οὔτε μὴν ἄρχοντα ἀρχομένου, ἀλλὰ πάντας ὁμοίως ἐτίμα. Οὐκ ἔλαβε πρόσωπον ἀνθρώπου, οὔτε ἐπετίμησέ ποτέ τινι ἰταμῶς, ἀλλ᾽ ἦν ὁ λόγος αὐτοῦ ἅλατι ἠρτυμένος μετὰ ἀγάπης καὶ πρᾳότητος.

Τίς γὰρ ἀκούων τῆς καλλίστης αὐτοῦ ἀποκρίσεως, ἐκορέννυτό ποτε τῆς ἐκ τοῦ λόγου αὐτοῦ γλυκύτητος; Ἢ τίς θεωρῶν τὸ τίμιον καὶ ἀγγελοειδὲς πρόσωπόν ποτε ἐνεπίμπλατο; Εἰς πάντα δὲ τὸν χρόνον τῆς ἀσκήσεως αὐτοῦ, οὐκ ἤλλαξε τὸν κανόνα, ἐπὶ πεντήκοντα χρόνων ἀσκήσας μετὰ πάσης προθυμίας· διὰ δὲ τὴν ἄπειρον προθυμίαν καὶ τὴν ἀγάπην, ἣν εἶχε πρὸς τὸν Χριστόν, ὥσπερ ὀλίγαι ἡμέραι ἐλογίσθησαν αὐτῷ ἅπας ὁ χρόνος, καὶ ἀκόρεστος αὐτῷ ἐφάνη πᾶσα ἡ πολιτεία τῆς ἀσκήσεως.