Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἁγίους μάρτυρας τοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας

Ἐφραίμ ὁ Σύρος

Η ωφέλεια από τη μνήμη των Αγίων Μαρτύρων

Εισαγωγική προτροπή για την αφιέρωση στον Θεό μέσω της μνήμης των Μαρτύρων και την απομάκρυνση από τις κοσμικές μέριμνες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Ἐγκώμιον εἰς τοὺς ἐνδόξους Μάρτυρας τοὺς ἐν ὅλῳ τῷ κόσμῳ μαρτυρήσαντας Φαιδρὰ καὶ ἐπέραστος ὑπάρχει διαπαντὸς καὶ Ἀγγέλοις καὶ ἀνθρώποις ἡ μνήμη τῶν Ἁγίων· ὥστε καὶ ἡμεῖς ἀγωνιζόμεθα εἰς τὸν ὅμοιον αὐτῶν ζῆλον, κατὰ μίμησιν αὐτῶν τὸν Θεὸν ἀγαπῆσαι. Πυρὸς γὰρ σφοδρότερον ἐμπίπτει ταῖς καρδίαις, καὶ πείθει καταφρονεῖν τοῦ κόσμου τοῦ ματαίου καὶ πάντων τῶν ἐν αὐτῷ τερπνῶν, βιωτικῆς βλαβερᾶς συνηθείας, καὶ γονέων ἀγάπης, καὶ ἀδελφῶν εὐνοίας, γυναικός τε καὶ τέκνων μερίμνης, καὶ κτήσεως ἁπάσης. Μετάρσιον ἡμῶν τὸν νοῦν ἀπεργάζεται, καὶ πτεροῖ τὸν λογισμὸν ἐκ πάντων τῶν γηΐνων πρὸς τὰ ἐπουράνια, καὶ συγχορευτὰς αὑτοὺς Ἀγγέλων ἀποτελεῖ· ἐντεῦθεν δὲ παρεστάναι τῷ θείῳ θρόνῳ τοῦ Ὑψίστου, καὶ ἐν σώματι ὄντας μιμεῖσθαι ἀσωμάτους, καὶ ἐν γῇ βαδίζοντας φρονεῖν τὰ οὐράνια. Οὕτω γὰρ καὶ Παῦλος, ὁ τῶν ἐθνῶν διδάσκαλος, παραινεῖ γράφων, ὥστε τὰ ἄνω φρονεῖν, ὅπου ἐστὶν ὁ Χριστὸς ἐν δεξιᾷ τοῦ Θεοῦ.

Ὅσοι οὖν ὁλοψύχως προσέρχονται τῷ Χριστῷ, καὶ πᾶσαν τὴν μέριμναν αὑτῶν ἐπιρρίπτουσιν, οὐκέτι ὀφείλουσιν ἰδίοις θελήμασιν, οὔτε σαρκὸς ἡδοναῖς ἐξακολουθεῖν λοιπόν, οὔτε δελεάζεσθαι σωματικοῖς πάθεσιν. Ὁ γὰρ Θεῷ πιστεύσας οὐκ ὀφείλει διστάζειν, ὡς μέλλων ὑστερεῖσθαι ἐν τῇ αὐτοῦ δουλείᾳ· ὁ γὰρ ὀλιγόπιστος ὡς ἄπιστος κρίνεται, μὴ ἔχων τὴν ἐλπίδα βεβαίαν τῷ Θεῷ.