Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και επίκληση της θείας χάριτος

Ο συγγραφέας εκφράζει την αναξιότητά του να εγκωμιάσει τους μάρτυρες και ζητά τη βοήθεια του Θεού, καθώς και τις προσευχές των ακροατών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Ἐγκώμιον εἰς τοὺς ἁγίους Τεσσαράκοντα Μάρτυρας Εἰκόνα μαρτυρικὴν διαγράψαι βούλομαι, καὶ δὴ διαχρώματα λαμπρὰ μὴ κεκτημένος. Τὴν αὐτῆς καρτερίαν διαγορεῦσαι σκοπῶ, καὶ φοβοῦμαι τὸν Δαυΐδ, ἵνα μὴ φράσῃ πρός με· λέγει σοι ὁ Κύριος δι᾽ ἐμοῦ, ἁμαρτωλέ· ἵνα τί 〈σὺ〉 ἐκδιηγῇ τὰ δικαιώματά μου; Θέλω ἐμπορεύσασθαι τὴν ἐκείνων ἀνδρείαν, καὶ τρέμω ἀκτήμων ὢν παντὸς κατορθώματος. Διαπεράσαι ποθῶ τὸ μέγα καὶ ἔνδοξον πέλαγος τῶν ἐπαίνων τῆς αὐτῶν ὑπομονῆς, καὶ φρίττω καθάπερ τις ἄπειρος κυβερνήτης, ἵνα μὴ τοῖς ἐκείνων ἐγκωμίοις βυθισθῶ. Τὸν στρατὸν τῶν Ἁγίων ἀνακηρύξαι ζητῶν, ἰλιγγιῶ μὴ ἔχων ὅπλα δικαιοσύνης. Εἰς τὸν λειμῶνα αὐτῶν εἰσελθεῖν ἐπείγομαι καὶ ἄνθεσιν ἀρετῶν εὐωδιασθῆναι, φθάσας δὲ τὸν παράδεισον τῶν ἁγίων Μαρτύρων, οὐκ ἐπαρκῶ τρυγῆσαι τοὺς καρποὺς τῶν ἐπαίνων. Τρέχω πρὸς τὴν ἔκφρασιν τῶν βραβείων τῆς νίκης, καὶ πῶς, ὅτι ἄτονος καὶ ἁμαρτωλός εἰμι;

Ἐπεὶ οὖν ἀνάξιος καὶ ἀσθενὴς ὑπάρχω, σιωπήσας στερήσω ὑμᾶς τῆς ὠφελείας, ἢ θαρρῶν τοῖς οἰκτιρμοῖς καὶ τοῖς σπλάγχνοις τοῦ Χριστοῦ ἐπιχειρήσω λέγειν Μαρτύρων ἐγκώμιον; Οἶμαι τοῦ συμφέρειν εὐφημεῖν τοὺς Ἁγίους, ἢ χῶσαι τὸ τάλαντον καὶ καταδικασθῆναι, μάλιστα χρεώστης ὢν καὶ ὀφείλων σὺν τόκῳ ἐκτίσαι τὸ δάνειον τῇ ὑμῶν ὁμονοίᾳ· οὐ γὰρ ἐπιλέλησμαι τῆς ὑποσχέσεώς μου, ἧς ὑμῖν ὑπεσχόμην περὶ τῶν καλλινίκων, ἡνίκα διεξίην τὰ κατὰ τὸν ὅσιον καὶ πιστὸν Βασίλειον, τὸν θεόλεκτον ἄνδρα.

Συμμαχήσατε οὖν μοι, Ἅγιοι, ταῖς πρεσβείαις ὑμῶν, καὶ ὑμεῖς, ἀγαπητοί, εὐχαῖς ὑμῶν ὁσίαις, ἵνα κινήσῃ Χριστὸς τῇ ἑαυτοῦ χάριτι τὴν γλῶτταν πρὸς τὴν φράσιν, στόμα πρὸς ἐξήγησιν, καρδίαν πρὸς σύνεσιν, ψυχὴν πρὸς κατάνυξιν, τὸν νοῦν δὲ πρὸς ἔλλαμψιν, καὶ τὴν αὐτῶν μίμησιν· καὶ ὑμᾶς δὲ πρὸς νῆψιν, ζῆλον καὶ ἀκρόασιν, πόθον καὶ διέγερσιν, σπουδὴν καὶ καρτερίαν· ἐπειδήπερ εἰς ταύτην τὴν λαμπρὰν ἐργασίαν κατηξίωσεν ὁ πιστὸς ἀρχιερεύς.