Πῶς δύναται ταῦτα γενέσθαι, ὦ ὁσία καὶ πιστὴ καὶ μακαρία; Ὁρᾷς τὸν ἐγκέφαλον κατεαχθέντα, ὁρᾷς κόρας ὀφθαλμῶν ἀποπηδησάσας, ὁρᾷς χείλη διχοτομούμενα, καὶ αὐτοὺς τοὺς σπινθῆρας τῶν λόγων ἀποσβεσθέντας, καὶ ἁπαξαπλῶς ὅλον τὸν πύργον τοῦ σώματος τῇ ὁλκῇ τῆς μάστιγος ἠκρωτηριασμένον, καὶ λέγεις ὅτι νῦν μοι μᾶλλον ἀνέζησας, παμφίλτατε υἱέ; Ναί, φησί, καὶ εὖ μάλα δύναμαι καὶ ἰσχύω. Πῶς, καὶ ἐν τίνι, καὶ τίς ἡ ἰατρεία; Ἐγὼ λέγω πῶς, καὶ ἐν τίνι, καὶ ποίᾳ χάριτι. Φέρω τὸν Ἰεζεκιὴλ καὶ εὐαγγελιεῖ αὐτῷ, ὅτι εἶπε Κύριος πρὸς σέ, ὦ νεανία, ἴδε ἐγὼ ἀποστέλλω πνεῦμα εἰς τὰ ὀστᾶ σου, καὶ στήσει ἐπὶ ποδῶν, καὶ ζήσει εἰς τοὺς αἰῶνας· εἶτα Παῦλον διαβεβαιούμενον καὶ λέγοντα, ὅτι κἀγώ σοι λέγω ἐν τῷ λόγῳ Κυρίου, ὅτι αὐτὸς ὁ Κύριος καταβήσεται ἀπ᾽ οὐρανοῦ, καὶ ἀναστήσει σε εἰς ζωὴν αἰώνιον· εἶτα αὐτὸν τὸν Κύριον τῇ θείᾳ αὐτοῦ φωνῇ λέγοντα, ὅτι ὁ ἀπολῶν τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐν τούτοις τοῖς τρισὶ τεκμηρίοις παρέστηκέ μοι ὁ παμφίλτατός μου υἱός, καὶ διὰ τοῦτο οὐχ ὁρῶ αὐτὸν ὡς θανόντα, ἀλλ᾽ ὡς ζῶντα καὶ ὄντα καὶ μένοντα εἰς τοὺς αἰῶνας· διὸ ἔδει κἀμὲ ἐμφανισθῆναι τῷ τυράννῳ, ὅτιπερ μήτηρ αὐτοῦ τυγχάνω· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησέ μου ἡ ψυχὴ ἰδεῖν αὐτὸν πίνοντα τοῦτο τὸ ποτήριον. Καὶ ἰδοὺ ἐξέπιεν αὐτὸ ἐν πολλῇ χρηστότητι, καὶ πεπόρευται ἐν δόξῃ ἔχων τὸν μισθὸν αὐτοῦ.