Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἁγίους τεσσαράκοντα μάρτυρας

Ἐφραίμ ὁ Σύρος

Η ομολογία, το μαρτύριο στη λίμνη και η ολοκλήρωση της χορείας

Περιγράφεται η σταθερή ομολογία των μαρτύρων στο δικαστήριο, η καρτερία τους στα παγωμένα ύδατα, η αναπλήρωση του λιποτάκτη και ο πνευματικός θερισμός τους προς όφελος της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Πανήγυρις ἱερὰ ἡ προβεβηκυῖα τὰ ἀκροθίνια τῆς ἀγάπης τοῦ Χριστοῦ· χορὸς ὀχυρώτατος τεσσαράκοντα πύργων, ὃν ᾠκοδόμησεν ὁ πάνσοφος τεχνίτης· παρεμβολὴ ἁγία ῥυσθεῖσα ὑπὸ Θεοῦ ἐκ στόματος ἐκείνου τοῦ δευτέρου Φαραώ. Καθάπερ γὰρ Ἰαννῆς καὶ Ἰαμβρῆς καὶ Φαραὼ ἀντέστησαν τῷ Μωυσεῖ, καὶ ἐδειγματίσθησαν, οὕτω καὶ ὁ ἡγεμὼν καὶ ὁ Σατανᾶς ἀντερήσαντες τοῖς ἁγίοις, θᾶττον ἠχρειώθησαν· πῶς γὰρ ἠδύνατο πορθεῖν τοὺς τεσσαράκοντα ὁ ὑπὸ ἑνὸς τοῦ πρᾴου αἰσχυνθεὶς ἐν Αἰγύπτῳ;

Εἰ γὰρ Μωυσῆς καὶ Ἀαρών, οὓς ἔτεκεν Ἀβραάμ, οὕτως ἐξεδίκησαν τοῦ ψεύδους τὰ σπέρματα, οὐ μᾶλλον οἱ τεχθέντες ἐκ Πνεύματος Ἁγίου ἴσχυον ἐξελέγξαι τῆς πλάνης τὰ δόγματα; Ἔδοξαν οἱ ἄρχοντες τοῖς ἰοβόλοις λόγοις ὑποφθεῖραι τὸ στερεὸν τῶν ἁγίων Μαρτύρων, καθάπερ οἱ φαρμακοὶ ταῖς δρακοντίαις ῥάβδοις οἴοντο δελεάζειν τὸν σοφὸν θεράποντα· ἀλλ᾽ ὡς κατεπόθησαν φαρμακῶν βακτηρίαι ὑπὸ τῆς ἀληθινῆς τοῦ Μωυσέως ῥάβδου, οὕτω κατηργήθησαν δικαστῶν ὁμιλίαι ὑπὸ τῆς ἀσαλεύτου πίστεως τῶν ἁγίων.

Πόθεν δὲ ὁ Ἰσραὴλ ἐνεδυναμοῦτο; Δῆλον διὰ Μωυσέως, Ἀαρὼν καὶ Μαριάμ. Οἱ δὲ ἅγιοι πλέον πόθεν ἐστηρίζοντο; Πάντως διὰ τῶν τριῶν τούτων τῶν προηγουμένων· ἀπηγγείλη γὰρ ὅτι τρεῖς ἐξ αὐτῶν τοὺς πάντας κατεκόσμουν τῷ λόγῳ τῆς διδασκαλίας, δεικνύοντες καὶ ἐν τούτῳ τὸ χρηστὸν τῶν Μαρτύρων· ὅτι καὶ παραινέσεις ἐδέχοντο ἀσμένως, ὅτι ὑπετάσσοντο ἀλλήλοις ἐν ἀγάπῃ, ὅτι καὶ ὑπήκοοι ἦσαν πρὸς πᾶν ἔργον ἀγαθόν. Φησὶ γάρ· γινώσκετε, παρῄνει αὐτοῖς ὁ Κυρίων λέγων, πῶς τῶν ὑπεναντίων περιεγενόμεθα, καὶ τοὺς μὲν ἐπαναστάντας ξίφει ἀπεκτείναμεν, τοὺς δὲ ὁμοφρονοῦντας αὐτοῖς ἀπελάσαμεν. Ἀλλ᾽ οὐ θαυμαστὸν τοῦτο, ὅτι ἐπορθήσαμεν τοῦ αἰσθητοῦ πολέμου τὰ ἐπαναστήματα· οἷον θαυμαστότερον, ἐάνπερ νικήσωμεν καὶ τοῦ πειρασμοῦ τούτου τὰ ῥᾳδιουργήματα. Αὕτη ἐστὶν ἀληθῶς ἀληθινὴ παλαίστρα· αὕτη ἀνδραγαθία καὶ ἰσχυρὰ ἀνδρεία· οὗτος ἀγὼν ἔνδοξος καὶ τρόπαιον φοβερόν· τοῦτο νῖκος καὶ κράτος καὶ κλέος αἰώνιον· αὕτη ἡ χώρα καὶ οὗτος ὁ στέφανος· αὕτη ἡ δόξα καὶ τιμὴ καὶ ἔπαινος εἰς Θεόν. Εἴπωμεν οὖν ὡς ἀεὶ καὶ πάντοτε τῷ οἰκτίρμονι· ὁ Θεός, ἐπὶ τῷ σῷ ὀνόματι σῶσον ἡμᾶς· καὶ εὐθὺς καταπέμπει τὴν αὐτοῦ βοήθειαν, καὶ παρακαθίστησιν ἰσχὺν ταῖς ψυχαῖς ἡμῶν. Τοῦτον γὰρ καὶ Δανιὴλ ἐκάλεσεν ἐν τῷ λάκκῳ, καὶ θηρίων βριαρῶν διέφυγε στόματα· τοῦτον ἐμνημόνευσε καὶ Ἰωνᾶς ἐν τῷ κήτει, καὶ ἀνηνέχθη ἐκ πάσης φθορᾶς ἡ ζωὴ αὐτοῦ.

Τοῦτο τὸ πανάγιον ὄνομα ἐξείλετο τοὺς τρεῖς παῖδας ἐκ μέσου τοῦ καιομένου πυρός· ὃ δύναται καὶ ἡμᾶς ἐξελέσθαι ἐκ πλάνης καὶ ἐξ οἰήσεως νίκης τὴν προθυμίαν ἡμῶν. Ὡς οὖν ἐν τῇ προσκαίρῳ συνήφθημεν στρατείᾳ, οὕτω καὶ πρὸς τὴν ἄληκτον ἑνωθῶμεν ἀξίαν· ὡς ἐπὶ τὰς σαρκικὰς κορυφὰς ἐσπεύσαμεν περιθεῖναι κόρυθα πρὸς πᾶσαν ἀσφάλειαν, οὕτω καὶ ἐπὶ ταῖς ψυχαῖς ἡμῶν περιθήσωμεν τὴν περικεφαλαίαν ἐλπίδα σωτηρίας. Μὴ οὖν διχάσῃ ἡμῶν τὴν χορείαν ὁ Ἐχθρός, καὶ μὴ στήσῃ καθ᾽ ἡμῶν γαυρίαμα ὁ πλάνος· μὴ σκυλεύσῃ τὸν ἀριθμὸν τῶν ἁγίων ἀθλητῶν, καὶ μὴ θαμβώσῃ καρδίας ἐλπισάντων εἰς Θεόν. Τοιαῦτα ἐφόδια Κυρίων ὁ ἅγιος τοῖς συμμάρτυσιν αὐτοῦ παρέσχεν ἐπὶ πᾶσι.

Καὶ αὐτὸς μὲν ἐφρούρει, ταῦτα καὶ τὰ τοιαῦτα ἐν νυκτὶ καὶ ἡμέρᾳ ὑπαλείφων τῷ λόγῳ, οἱ δὲ ἕτεροι ἐπὶ τῶν τότε δικαστηρίων ὑπὲρ παντὸς τοῦ κλήρου πρὸς τὸν κριτὴν ἔλεγον· τὸν Θεὸν ἀγαπῶμεν, σὲ δὲ μεμισήκαμεν· μισούμενος δὲ ἀφ᾽ ἡμῶν, μὴ προαιροῦ ἀγαπᾶν ἡμᾶς. Λάβε οὖν τὰς ζώνας ἡμῶν, λάβε καὶ τὰ σώματα· οὐδὲν γάρ ἐστιν ἡμῖν Χριστοῦ ποθεινότερον.

Σκόπει λοιπὸν ἐντεῦθεν πόθον εἰλικρινείας· σκόπει πόθον καὶ ζῆλον τῆς τελείας ἀγάπης. Ἆρον ἡμῶν τὸ σῶμα, ἐπεφώνουν λέγοντες· οὐδὲν γάρ ἐστιν ἡμῖν Θεοῦ ποθεινότερον. Τί γάρ, φησί, θωπεύεις τὰς διανοίας ἡμῶν; Προείλοντο γὰρ ἰδεῖν τὸν οὐράνιον Λόγον. Τί ὑποσύρεις ἡμᾶς τῇ εἰδωλομανίᾳ; Μεμόρφωται γὰρ Χριστὸς ἐν ταῖς καρδίαις ἡμῶν. Τί προσρήγνυς καταβαλεῖν τὸν θεμέλιον ἡμῶν; Ὅτι ἰδοὺ ἵδρυται ἐπὶ πέτραν πίστεως. Τί πειράζεις ἀθλητὰς τῆς νέας Διαθήκης; Γεγύμνασται γὰρ αὐτῶν ὁ νοῦς πρὸς τὸν Ὕψιστον. Τί δὲ τὸ ὑπόκλοπον καὶ ψευδώνυμον ἦθος συνάπτεις, παράνομε, κατὰ τῆς εὐθύτητος; Ὑποσχέσεις δωρεῶν προαναφωνεῖς ἡμῖν, ἀλλ᾽ οὐ δεχόμεθα ἐξ ἀσεβῶν ἔλαιον· ἄγριος κολακευτὴς φαίνῃ ἐν τοῖς ῥήμασιν, ἀλλ᾽ οὐ ταράξεις ἡμῶν τὸ ἥμερον τοῦ λόγου· ὑπούλως πάντας ἡμᾶς ἀπολέσαι βουλεύῃ, ἀλλ᾽ οὐκ ἰσχύσεις ποτὲ τοὺς δούλους τοῦ Χριστοῦ. Ἐντραπήσωνται οὐκοῦν τὰ ἀναίσχυντα στόματα, τὰ λαλήσαντα ἀδικίαν εἰς Θεόν· τοῦ γὰρ Κυρίου ἐστὶ τὸ νῖκος καὶ τὸ κράτος καὶ ἡ δόξα καὶ ἡ τιμή, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Τούτοις καὶ τοῖς τοιούτοις περιζωσάμενοι οἱ γενναῖοι, πρὸς τὸν ἐπουράνιον Δεσπότην ἔσπευδον. Μεγάλα οὖν ἀληθῶς τὰ ἀνταγωνίσματα, ἰσχυρὰ 〈καὶ〉 τὰ ἔπαθλα τῶν πιστῶν καὶ καλλινίκων. Ὅτι πῶς ἐν τοσαύτῃ ταραχῇ τοῦ διωγμοῦ ἀνένδοτοι ἔμειναν καὶ ἀνεπιβούλευτοι; Εἰ γὰρ καὶ ἐν ὀφθαλμοῖς ἀνθρώπων ἀπέθανον, ἀλλὰ τὸ τέλος αὐτῶν ἀπεδείχθη τρόπαιον. Τὸν τύραννον ἔρρηξαν, καὶ τὴν πλάνην κατέσβεσαν, καὶ τὸ νῖκος ἔστησαν. Ἡτοίμασαν τοὺς πόδας τοῦ βαδίζειν ὁσίως ἐν τῇ ἑτοιμασίᾳ τῇ τοῦ Εὐαγγελίου· ἐζώσαντο δύναμιν περὶ τὴν ὀσφὺν αὐτῶν τοῦ ἀναβαίνειν πρὸς τὴν ἄνω πόλιν Ἱερουσαλήμ· οἳ γὰρ ἂν καὶ τὰς λαμπάδας ἐκ τοῦ νοεροῦ πυρὸς βαστάσαντες, κἀκεῖνο τὸ ζωόπυρον ἔλαιον. Τοῦτο τὸ πῦρ ἔλαμψεν ἐπ᾽ αὐτοὺς ἐν τῇ λίμνῃ, καθάπερ [γὰρ] τῷ Ἰσραὴλ στύλος ἐν τῇ θαλάσσῃ. Τοῦτο τὸ πῦρ ἔσωσε τοὺς ἁγίους Μάρτυρας ἐκ μέσου τῆς σκοτεινῆς πλάνης τῶν δαιμόνων. Τοῦτο αὐτοῖς οὐρανόθεν ἐπέφανεν ἐν νυκτί, ὅτε ὑπὸ τοῦ κρύους τὸ σῶμα ἐσφίγγετο. Οὐ παρέλειπεν αὐτοῖς τὸ πῦρ τῆς θεότητος φαῖνον ἐκ τῶν ὄπισθεν, καί ποτε ἔμπροσθεν.

Οὐκ ἐξῆρεν ἡ νεφέλη τοῦ οὐρανίου δώρου ἡπλωμένη ἐπ᾽ αὐτούς, ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. Οὐκ ἔλειψεν ἡ χάρις τῆς ἀνωτάτω ῥοπῆς παρακαλοῦσα αὐτῶν τὸν νοῦν ἐν τοῖς ὕδασι. Καὶ ἐπὶ μὲν τῆς ἐξόδου τῶν υἱῶν Ἰακὼβ ἡ κτίσις ἡ ὁρατὴ ἠγαλλιάσατο, ἐπὶ δὲ τῇ λυτρώσει τῶν ἁγίων Μαρτύρων πᾶσαι αἱ ἀόρατοι δυνάμεις ἠγαλλιάσαντο.

Ἐπὶ ἐκείνων τὰ ὄρη ἐσκίρτησαν ὡς οἱ κριοί, ἐπὶ τούτων Ἄγγελοι ἐχάρησαν καὶ ὁ Θεὸς τῶν πνευμάτων. Πλείονα οὖν, ὡς οἶμαι, τῆς παλαιᾶς ἱστορίας γεγόνασι θαύματα ἐπὶ τῶν καλλινίκων. Ἐκεῖ μὲν γὰρ ἡ θάλασσα μετηλλάχθη εἰς ξηράν, ἵνα μὴ ὁ Ἰσραὴλ βαδίζων καταποθῇ· ἐνθάδε μάρτυρες, ἔνδοθεν τῶν ὑδάτων ἐνθαλαμευόμενοι, οὐ κατεποντίσθησαν.

Ἐκεῖ τὰ ὀστᾶ τοῦ Ἰωσὴφ συνήρετο τοῖς Ἑβραίοις· ὧδε Χριστοῦ τὸ σῶμα συνεῖχε τοὺς ἁγίους. Ἐκεῖ ἡ ῥάβδος Ἀαρὼν συνείπετο τῷ λαῷ· ὧδε βραχίων Κυρίου συνεκράτει τοὺς πιστούς. Ἐκεῖ κυμβάλων ἦχος ἐν μέσῳ τῶν κυμάτων· ὧδε φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ἐκεῖ στύλος πυρὸς φαίνων ἐν ταῖς χιλιάσιν· ὧδε σταυρὸς τοῦ Χριστοῦ λάμπων ἐν τοῖς Μάρτυσιν. Ἐκεῖ Μωυσῆς καὶ Ἀαρὼν καὶ Μαριὰμ ἡγεῖτο· ὧδε Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα Ἅγιον.

Εἶδες πόσα θαύματα γέγονε κρείττονα τῆς Ἐρυθρᾶς ἐν τῇ λίμνῃ διὰ τῶν ἀθλοφόρων; Δόξα καὶ προσκύνησις καὶ μεγαλοπρέπεια τῷ αὐτοὺς στερρώσαντι ἐν τοῖς τοιούτοις ἀγῶσι. Τότε πικρῶς ἔκλαυσεν ὁ παρὰ τὸν βούτομον καὶ πάπυρον καὶ κάλαμον κοιταζόμενος ὄφις· τότε διεπρίετο τῇ καρδίᾳ μὴ δυνηθεὶς ἐλθεῖν καὶ ὑποκαῦσαι ἄρδην τὴν ἔνδοξον στρατείαν· τότε ἰλιγγίασε, τῇ ἥττῃ τρυχόμενος, ὁ κατὰ τῶν ἁγίων ταράξας τὰ πέρατα. Ὁ γὰρ τὸν Ἰορδάνην αἴρων ἐν τῷ ὀφθαλμῷ αὐτοῦ, ὑπὸ μιᾶς ῥανίδος τῆς Τριάδος ἐπνίγετο· ὁ συσκιαζόμενος κλώνεσι καὶ ῥοδάμνοις, γυμνὸς καὶ ὀλέθριος [ῥακώδης] ᾤχετο· ὁ σείων οὐρὰν αὐτοῦ καθάπερ κυπάρισσον, ὡς στρουθίον ἐνεπαίχθη ὑπὸ τῶν δούλων τοῦ Θεοῦ. Κειμηλίου δοχεῖον ἦν ὁ κόλπος τῆς λίμνης, καὶ τὸν ἱερόσυλον οὐ συνεισεδέχετο. Ἐσύριξεν ὁ Δράκων τοῖς ἔμπροσθεν, ἐκφοβεῖν πειρώμενος, καὶ ἔπειτα ὑπτία ἀθρόως ἐφέρετο· ἐσύρετο τῷ στήθει καὶ τῇ κοιλίᾳ, καὶ ἐπὶ τὸ εὐρίπιστον τῆς λίμνης οὐκ ἤγγιζεν.

Ἵνα οὖν μὴ ταράξῃ ὁ Ἐχθρὸς τοὺς Μάρτυρας, Ἄγγελοι ἐφρούρουν τῆς λίμνης τὸ ἅπλωμα· ἔνθεν μὲν ὁ Γαβριήλ, κἀκεῖθεν ὁ Μιχαήλ, καὶ ἄνωθεν ὁ Χριστός, ὁ ἔφορος τῶν ὅλων, ὃς παραυτίκα ἐπ᾽ αὐτοὺς ἔδειξε τοὺς στεφάνους, ἵνα τὸ ἐλλεῖπον πληρώσῃ τῶν ἀριθμῶν, ἵνα γε ὁ ἄξιος ἀντὶ τοῦ ἀναξίου κομίσηται ἀξίαν τῶν ἁγίων ἐν φωτί· ἵνα ἔλθῃ ὁ στέφανος τοῦ λιποτακτήσαντος ἐπάνω τῆς κορυφῆς τοῦ Χριστὸν ποθήσαντος. Χρὴ δὲ καὶ τοῦτο εἰπεῖν· ὁ ὑπούλως κολληθεὶς τῷ χορῷ τῶν ἁγίων. Ὁ γὰρ δῆθεν μεθ᾽ ἑαυτῶν, ἑξ αὐτῶν ἠλαύνετο, καὶ ὁ ἐλθὼν κατ᾽ αὐτῶν, ἐγένετο· ὁ προσφυγὼν τῇ θέρμῃ, ἐψύγη τῇ ἀγάπῃ, καὶ ὁ τρέμων τῷ κρύει, ἐπυρώθη τῷ πόθῳ.

Εὔκαιρον οὖν καὶ ὧδε εἰπεῖν, ὦ ἀγαπητοί, ὅτι Ἰούδας ἐξῆλθε, καὶ Ματθίας εἰσῆλθεν· ὅτι Παῦλος ὁ ποτὲ θυμοῦ εἰς τοὺς μαθητὰς ἐμπνέων καὶ ἀπειλῆς, ἐγένετο μαθητής· ὅτι ὁ ἐκδιώκων τοὺς κήρυκας τοῦ Χριστοῦ, αὐτὸς Χριστὸν Κύριον ἐκάλει ἐν τῇ λίμνῃ. Περιήστραψεν αὐτῷ φῶς ἐν μεσονυκτίῳ, καθάπερ τῷ Παύλῳ ἐν καιρῷ μεσημβρίας. Ἐκείνου τὰς λεπίδας ἐξῆρεν Ἀνανίας, καὶ τούτου τὴν κακίαν ὁ στρατὸς τῶν ἁγίων. Ἐκεῖνος ὡς διώκων ἐτρώθη καὶ ἰάθη, καὶ οὗτος ὡς ἀγρεύων ἐλήφθη καὶ ἐσώθη, ὅπως ἂν ὁ θεῖος τῆς τετάρτης δεκάδος ἡ πλήρωσις γενήσεται 〈ἡ〉 ἁγία σὺν πᾶσι τοῖς ἁγίοις.

Ποίας λοιπὸν εἰκόνας παρεικάσαι ἱκανῶ πρὸς τὴν ἀνίκητον νίκην τῶν νικηφόρων; Ποίοις δὲ χαρακτῆρσι παραβαλεῖν ἐπαρκῶ τῆς ἱστορίας ταύτης τὰ ἀνθομοιώματα; Εἴπω ὅτι πλείονα Ἰησοῦ τοῦ Ναυῆ ὑπερεῖχε τὰ θαύματα ἐπὶ τῶν καλλινίκων.

Ἐκεῖ μὲν τεσσαράκοντα χιλιάδες μαχητῶν ἐν Ἱεριχὼ τὴν πλάνην ἐξ Ἰσραὴλ ὤλεσαν· ἀλλ᾽ ἐνθάδε ὁ ἀριθμὸς τῶν τεσσαράκοντα Μαρτύρων ἀπὸ τῆς ὑπ᾽ οὐρανὸν τὰ γλυπτὰ ἐξήλειψε. Διέβησαν ἐκεῖνοι τὰ ἰορδάνεια ῥεῖθρα καὶ ἀπέκτειναν τὸν Σηὼν καὶ τὴν δύναμιν αὐτοῦ· ὑπεξῆλθον καὶ οὗτοι τὰ λίμνια ὕδατα καὶ ᾔσχυναν τὸν Σατανᾶν σὺν τοῖς ὑπουργοῖς αὐτοῦ. Ἐν πετρίναις μαχαίραις περιέτεμε τότε Ἰησοῦς τοὺς Ἑβραίους ἀναπαύσας ἐν σκηναῖς, ἐν δὲ δωρεαῖς ἁγίαις περιέστεψε Χριστὸς τοὺς πιστοὺς ἀθλοφόρους ἀναρπάσας ἐν φωτί. Θαυμαστὴ ἡ κιβωτὸς ἔνδον τοῦ Ἰορδάνου, πλέον δὲ οἱ ἅγιοι ἐν μέσῳ τῶν ὑδάτων· τερπνὸς δὲ καὶ ὁ νόμος, ἡ ῥάβδος καὶ 〈αἱ〉 πλάκες, τερπνότερα τὰ ὀστᾶ τῶν Μαρτύρων ἐν πᾶσι· τίμιον καὶ τὸ μάννα καὶ ἡ στάμνος ἡ χρυσῆ, πολλῷ δὲ πλείω τούτων τὸ αἷμα τῶν ἁγίων. Ὡς ἐκ τοῦ Ἰορδάνου τοὺς λίθους οἱ Λευῖται ἦραν, δεῖξαι τὸ θαῦμα γενεαῖς ἐρχομέναις, οὕτως εἰς μνημόσυνον ἐνώπιον τοῦ Χριστοῦ κεῖνται τὰ αὐτὰ πάθη τῶν γενναίων ἀθλητῶν.

Οὕτω κατεκοσμήθη ἡ νέα Διαθήκη τοῖς τιμίοις αἵμασι τῶν θεολέκτων ἀνδρῶν· οὕτως ἡ Ἐκκλησία τοῖς ὅπλοις τοῦ Πνεύματος ἱδρύθη καὶ ὑψώθη ἀπὸ γῆς εἰς οὐρανούς· οὕτω τὰ γεννήματα τῶν μαρτυρικῶν μελῶν ἐξέθρεψε τὰς ψυχὰς τῶν πιστῶν, καὶ σῖτος ἐκλογῆς ἐγένοντο τῷ Θεῷ, σπαρέντες ὑπεράνω τοῦ πεδίου τῆς λίμνης, ἅπαντα κατὰ λόγον τὰ δέοντα πρὸς βλάστησιν ὁσίως δεξάμενοι ἐν τοῖς σώμασιν αὐτῶν· τὸ πάγος καὶ τὸ κρύος καὶ τὸ ψῦχος καὶ τὸ ῥῖγος, ἔπειτα καὶ τὸ θάλπος ἐκ τῆς ἄνωθεν ῥοπῆς, ἕως αὐτῶν ὁ στάχυς τῆς ψυχῆς ἔμεινεν ἐπὶ τὰ ὑπέρθυρα τῆς αἰωνίου ζωῆς.

Ὦ βλαστοὶ ἐράσμιοι τῆς Παύλου ξυνωρίδος· πῶς τὴν πολυποίκιλον μυῖαν ἐτύφλωσαν! Ὦ καρποὶ ἀληθινοὶ τῆς Πέτρου γεωργίας· πῶς τὴν λυσσομανοῦσαν ἀκρίδα ἐφίμωσαν! Ὦ στέλεχοι ἅγιοι τῆς Χριστοῦ φυτουργίας· πῶς πάσας τὰς ἐφόδους τῆς φθορᾶς ἐνίκησαν! Διέδωκαν τὰς ῥίζας τῷ βάθει τῆς ἀγάπης, καὶ οὕτω τὸ βίαιον ἔθραυσαν τῶν ἀνέμων· ἔστησαν καὶ τοῦ ζήλου τοὺς ὀξεῖς ἄνθρακας, καὶ ἀνεσκολόπισαν τοῦ βρόχου τὰ στόματα· ἐνέκρυψαν τὸν κόκκον ταῖς θήκαις τοῦ Πνεύματος, καὶ ἔτρωσαν τὸν Ὄφιν τῇ ῥάβδῳ τῇ καλαμίνῃ· καὶ λοιπὸν πάντες ὁμοῦ σῶοι καὶ ἀμόλυντοι πρὸς τὴν τῶν δέκα μνῶν μετέστησαν ἀξίαν. Αὐτοί, τὸ ὑψίκομον κάλλος, ἀμητὸς οὐράνιος Θεῷ ἀνηνέχθησαν. Ἐκ τῶν Εὐαγγελίων τῶν λόγων ἀρδευθέντες, τὸν ἑκατοστιαῖον καρπὸν ἐξεβλάστησαν· διὸ καὶ τυραννικῷ θερισθέντες δρεπάνῳ δράγματα σωτηρίας τῇ γῇ ἀπετέθησαν, ταῖς ἁμάξαις ἐκεῖθεν ὡς σῖτος κομισθέντες ἐπὶ τὸν πλατύχωρον τῆς Ἐκκλησίας σηκόν, ὅπως ταῖς ψαλμῳδίαις πιστῶς πιαινόμενοι, καθ᾽ ἑκάστην δίδωσιν ἔλεον τοῖς αἰτοῦσι.

Τίς τοίνυν εἶδε ποτὲ τοιαῦτα παράδοξα δράγματα στάζοντα αἵματα καὶ στέμματα; Τίς εἶδε βλαστήματα ἔχοντα δωρήματα, ἢ σώματα διδόντα ἀνθρώποις ἰάματα; Τίς δὲ καθιστόρησε λίνον ἐν ἀμητῷ, θερισθὲν καὶ ἀνδρυνθὲν ὑπὸ τῶν θερισάντων;