Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἐν Χριστῷ κεκοιμημένους
Η αναχώρηση των κεκοιμημένων και η αγωνία του θανάτου
Η θλίψη της κοινότητας για τον χωρισμό, το μυστήριο του θανάτου, η ώρα της εξόδου και η όψιμη μετάνοια της απροετοίμαστης ψυχής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αναχώρηση των κεκοιμημένων και η αγωνία του θανάτου
Η θλίψη της κοινότητας για τον χωρισμό, το μυστήριο του θανάτου, η ώρα της εξόδου και η όψιμη μετάνοια της απροετοίμαστης ψυχής.
Λόγος εἰς τοὺς ἐν Χριστῷ κεκοιμημένους Τί τοῦτο σήμερον, ἀγαπητοί, σπουδαίως ὁμοῦ τε καὶ ἀξίως συνήχθημεν; Συνεκάλεσαν γὰρ ἡμᾶς ἅπαντας ὁμοθυμαδὸν οἱ πρὸς Χριστὸν ἀφ᾽ ἡμῶν κληθέντες ἀδελφοί. Διὸ καὶ συνήχθημεν προθύμως πρὸς Χριστοῦ ὑμνῳδίαν· διανέστησαν γὰρ ἡμᾶς οἱ σαρκὶ καταλιπόντες ἡμᾶς, ποιήσαντες ἡμᾶς δοξολογίαν ἐπὶ γῆς οἱ μετὰ Ἀγγέλους δοξολογοῦντες ἐν οὐρανοῖς, καὶ χοροὺς συστησάμενοι 〈οἱ〉 πρὸς τοὺς ἄνω χοροὺς παριστάμενοι· καὶ τράπεζαν ἡμῖν παραθέμενοι πνευματικὴν οἱ τῆς τρυφῆς τοῦ παραδείσου κορεννύμενοι, καὶ οἶνον ἡμῖν προθέμενοι κατανύξεως οἱ τῆς ἐκεῖσε ἐμπεπλησμένοι παρακλήσεως, καὶ φῶτα ἀνάψαντες οἱ τὰς ἑαυτῶν καρδίας φωτίσαντες καὶ πρὸς τὸ φῶς ἄδυτον ὁδοιπορήσαντες· εἵλκυσαν γὰρ ἀφ᾽ ἡμῶν τοὺς ὁσίους οἱ πρὸς Κύριον ὅσιοι, καὶ μετέστησαν ἀφ᾽ ἡμῶν οἱ καλῶς ὁδοιπορήσαντες πρὸς Θεόν.
Κατέλιπον ἡμᾶς ὀρφανούς, καὶ πρὸς τὴν οἰκείαν πατρίδα ἐπορεύθησαν· κατέλιπον τὴν φθοράν, καὶ πρὸς τὴν ἀφθαρσίαν ἐχώρησαν· ἔδυσαν ἀπὸ κόσμου, καὶ πρὸς Χριστὸν ἀνέτειλαν· ἐξῆλθον ἐκ τῆς γῆς, καὶ ᾤκησαν τὴν ἄνω Ἱερουσαλήμ· κατέλιπον τὴν μακαριότητα τοῦ βίου, καὶ ἔφθασαν τὴν ἄνω μακαριότητα· ἀφῆκαν τοὺς ματαίους θορύβους, καὶ ὥδευσαν πρὸς ἀθορύβους· ἐξῆλθον τοῦ χειμῶνος καὶ κλύδωνος τοῦ κόσμου, καὶ εἰς τοὺς παγγαλήνους προσώρμησαν λιμένας· κατέλιπον τὴν σκοτεινὴν τοῦ βίου σκιάν, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης ἀνέδραμον· καὶ παρόντες μεθ᾽ ἡμῶν, οὐκ ἦσαν μεθ᾽ ἡμῶν, ἀλλὰ τὸν νοῦν εἶχον πρὸς τὸν Θεόν· καὶ ὄντες ἐπὶ τῆς γῆς, πολίτευμα εἶχον ἐν οὐρανοῖς· καὶ ζῶντες ἐν σαρκί, οὐχ ὑπῆρχον ἐν σαρκί· οὐ γὰρ εἶχον ὧδε μένουσαν πόλιν, ἀλλὰ μόνην τὴν ἐπουράνιον πόλιν· οὐκ εἶχον ὧδε οἰκείαν πατρίδα, ἀλλὰ τὴν ἄνω μόνην πατρίδα· οὐκ εἶχον ὧδε πρόσκαιρον πλοῦτον, ἀλλὰ τὸν ἐπουράνιον πλοῦτον.
Ξένοι καὶ παρεπίδημοι ὄντες, καθὼς πάντες οἱ πατέρες αὐτῶν· ξένοι κόσμου καὶ τῶν ἐν κόσμῳ, καὶ κατεκόσμουν ἀεὶ τὴν ψυχὴν τὰ ἄνω σκοποῦντες, τὰ ἄνω μελετῶντες, τὰ ἄνω φρονοῦντες, τὰ ἐκεῖ κάλλη ἐπιθυμοῦντες, τὰς ἐκεῖσε μονὰς καὶ σκηνάς, τὰς ἄνω χοροστασίας, τὰς ἄνω ὑμνῳδίας, τὰς ἐκεῖσε ἑορτάς, τὰ ἀΐδια ἀγαθά, τὰ ἀπαρόδευτα Θεοῦ δῶρα. Πρὸς ἐκεῖνα ἔβλεπον, πρὸς ἐκεῖνα ἔτρεχον, διὸ καὶ κατέλαβον· ἔσπευσαν, διὸ καὶ εἰσήλθοσαν εἰς τὴν πατρίδα καὶ τὸν ἄνω νυμφῶνα· ἔτρεχον, διὸ ἐπέτυχον· ἐνήστευσαν, διὸ εὐφραίνονται· οὐκ ἠμέλησαν, διὸ ἀγάλλονται· ἐφρόνησαν, ὅτι τοῦ βίου κατεφρόνησαν· ἐξῆλθον καὶ ἀπῆλθον τὴν ὁδὸν τὴν καλὴν αὐτῶν καὶ εὐάρεστον· ἐξῆλθον καὶ ἀπεδήμησαν εἰς τὴν χώραν τὴν ἁγίαν καὶ αἰώνιον· ἐξῆλθον ἐξαίφνης, καὶ ἐπετάσθησαν ὡς περιστεραὶ καθαραὶ καὶ ἄσπιλοι· ἐπετάσθησαν ὡς τρυγόνες ἐρημικαὶ καὶ πάναγνοι· ἐπετάσθησαν ἐξ ἡμῶν ὡς χελιδόνες ἡδύλαλοι.
Ἐχωρίσθησαν τῆς ποίμνης ἡμῶν ὡς ἀρνία καθαρὰ καὶ ἅγια. Μετέστησαν τῆς μάνδρας, καὶ στυγνάζει τὰ πρόβατα· κατέλιπον τὴν ἡμετέραν νοσσιάν, καὶ βοῶμεν ὡς νεοσσοί. Ἐχωρίσθη τὸ μέλος, καὶ ὀδυνῶνται τὰ λοιπὰ μέλη.
Δακρύομεν, ὅτι τῆς ὑμῶν καλῆς διαθέσεως ἐστερήθημεν· στενάζομεν, ὅτι τοὺς ὑμῶν χαρακτῆρας οὐ βλέπομεν· ὀδυρόμεθα, ὅτι καὶ ἡμεῖς ἐν τάχει ἀπερχόμεθα· ὀδυνώμεθα, ὅτι οὕτως ἐξαίφνης ἁρπαζόμεθα· στυγνάζομεν, ὅτε τῆς ἀρετῆς ὑμῶν μνημονεύσομεν· στυγνάζομεν, ὅτε τὸ ὄμμα περιστρέφομεν, καὶ τὴν ὑμετέραν ἀγάπην οὐ βλέπομεν· δακρύομεν, ὅτι καὶ ζῶα δακρύει ἐπὶ χωρισμῷ τοῦ ὁμοφύλου αὐτῶν· ὀδυρόμεθα, ὅτι καὶ βόες μυκῶνται ἐκζητοῦντες τὸν ὁμόζυγον αὐτῶν· ὅτι καὶ χελιδόνες βοῶσιν ἁρπαζομένων τῶν νεοσσῶν αὐτῶν· ὅτι καὶ ἄρνες κράζουσι χωριζομένου τοῦ ἀδελφοῦ αὐτῶν. Εἰ γὰρ καὶ ὑμῖν τὸ συμφέρον ἐγένετο, ἀλλ᾽ ἡμῖν ἀθυμίαν ἐποιήσατε· τὸ ὑμῖν ἐπιθυμητόν, γέγονεν ἡμῖν θλιβερόν.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ, ἀλλὰ θάνατος ἁμαρτωλῶν πονηρός· διὸ καὶ ἔλεγεν ὁ Προφήτης· ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Ἐλεύσεται γὰρ ἡ ἡμέρα, ἀδελφοί. Ἐλεύσεται πάντως, καὶ οὐ παρελεύσεται, ὅτε καταλείψει ἄνθρωπος πάντα καὶ πάντας· καὶ ἀπελεύσεται μόνος μεμονωμένος, τεταπεινωμένος, κατῃσχυμμένος, γυμνός, ἀβοήθητος, ἀπροστάτευτος, ἀσυνόδευτος, ἀνέτοιμος, ἀπαρρησίαστος, εἴπερ ἐν ἀμελείᾳ φθάσει, ἐν ἡμέρᾳ ᾗ οὐ γινώσκει, καὶ ἐν ὥρᾳ ᾗ οὐ προσδοκᾷ, ἐν ὅσῳ τρυφᾷ, ἐν ὅσῳ θησαυρίζει, ἐν ὅσῳ σπαταλᾷ, ἐν ὅσῳ ἀμεριμνᾷ. Ἐλεύσεται γὰρ ἐξαίφνης μία ὥρα, καὶ πάντα ἤργησαν· μικρὸς πυρετός, καὶ πάντα εἰς κενὰ καὶ μάταια· μία νὺξ βαθεῖα, σκοτεινὴ καὶ ὀδυνηρά, καὶ ἀπάγεται ὡς κατάδικος, ὅπου ἀπάγουσιν οἱ ἀπάγοντες.
Πολλῶν σοι τότε, ὦ ἄνθρωπε, ὁδηγῶν χρεία, πολλῶν σοι τῶν βοηθῶν, πολλῶν τῶν εὐχῶν, πολλῶν σοι τῶν συνεργῶν ἐν τῇ ὥρᾳ τοῦ χωρισμοῦ τῆς ψυχῆς. Μέγας τότε 〈ὁ〉 φόβος, μέγας ὁ τρόμος, μέγα τὸ μυστήριον, μεγάλη ἡ περίστασις τοῦ σώματος πρὸς τὸν ἐκεῖ κόσμον. Εἰ γὰρ χώραν ἐκ χώρας μεταβαίνοντες ἐπὶ τῆς γῆς ὁδηγῶν τινων καὶ χειραγωγῶν χρῄζομεν, πόσῳ μᾶλλον, ὅτε παράγομεν εἰς τὰ ἀπέραντα τοῦ αἰῶνος, ὅθεν οὐδεὶς ἐπανέλυσεν!
Πολλῶν σοι, πάλιν λέγω, βοηθῶν ἐν ἐκείνῃ τῇ ὥρᾳ χρεία. Ἡ μόνη ὥρα, καὶ οὐκ ἄλλη ὥρα· ἡ μόνη ὁδός. Ἡ μόνη ὥρα καὶ φοβερὰ ὥρα· ἡ μόνη γέφυρα καὶ πάροδον μὴ ἔχουσα. Τὸ πάντων τέλος καὶ πάντων φόβος. Χαλεπὸν τὸ πέραμα, ἀλλὰ πάντες δι᾽ αὐτοῦ παρερχόμεθα· στενὴ καὶ τεθλιμμένη ἡ ὁδός, ἀλλὰ πάντες αὐτὴν βαδίσομεν· πικρὸν καὶ δεινὸν τὸ τοιοῦτο ποτήριον, ἀλλὰ πάντες αὐτὸ καὶ οὐκ ἄλλο πίνομεν· μέγα καὶ ἄδηλον τὸ τοῦ θανάτου μυστήριον, καὶ οὐδεὶς αὐτὸ διηγήσασθαι δύναται· φρικτὰ καὶ φοβερά, ἅπερ τότε ἡ ψυχὴ ἐπίσταται, ἀλλ᾽ οὐδεὶς ἐξ ἡμῶν ταῦτα ἐπίσταται, εἰ μὴ μόνοι οἱ ἐκεῖ προλαβόντες· εἰ μὴ μόνοι οἱ τὴν πεῖραν αὐτῶν λαβόντες.
Οὐχ ὁρᾷς πρὸς τοὺς ἀδελφοὺς τοὺς τελευτῶντας καὶ ψυχορραγοῦντας, πῶς παρακαθήμεθα; Οἷα φοβερὰ τότε ὁρῶμεν γινόμενα; Πῶς συνέχονται; Πῶς ταράττονται; Πῶς στενάζουσιν; Οὐχ ὁρᾷς πῶς ἱδρῶσι ψυχρὸν καὶ πικρόν, ὡς οἱ ἐν ἀγρῷ θερισταί; Πῶς τὸ ὄμμα περιστρέφουσιν ὧδε καὶ ὧδε; Πῶς οἱ μὲν τοὺς ὀδόντας τρίζουσι;
Πῶς θαμβοῦνται; Πῶς θορυβοῦνται; Πῶς οἱ πολλοὶ τὰς τρίχας αὐτῶν κατατίλλουσι; Πῶς τῆς κλίνης ἀναπηδῶσι φεύγειν βουλόμενοι, μὴ δυνάμενοι δέ; Ὁρῶντες ἅπερ οὐδέποτε ἑωράκασι, καὶ ἀκούοντες ὑπὸ τῶν ἐξουσιῶν, ἅπερ οὐδέποτε ἤκουσαν, καὶ πάσχοντες, ἅπερ οὐδέποτε ἔπαθον. Ζητοῦντες λυτρούμενον, καὶ οὐδεὶς ὁ ῥυόμενος· ζητοῦντες συνοδεύοντα, καὶ οὐδεὶς ὁ συνοδεύων· ζητοῦντες παρακαλοῦντα, καὶ οὐδεὶς ὁ τολμῶν.
Οὓς θεωροῦντες ἡμεῖς τότε, τρέμομεν 〈καὶ〉 κλαίομεν, καὶ κρατοῦντες αὐτῶν τὰς χεῖρας, ἀσπαζόμενοι τοῖς δάκρυσι βρέχομεν, ἀπαλείφομεν τὸν ἱδρῶτα τοῦ προσώπου, ἐκμάσσομεν τοὺς τούτων ὀφθαλμούς, τὴν γλῶτταν φλεγομένην δροσίζομεν ὕδατι, τὸ οὖς ἡμῶν προτιθέντες, ἵνα τῶν ψιλῶν αὐτῶν ῥημάτων ἀκούσωμεν. Εἶτα ἐρωτῶμεν λέγοντες· πῶς βλέπεις σεαυτὸν ἄρτι; Μὴ φοβοῦ· φιλάνθρωπός ἐστιν ὁ Θεός.
Ταῦτα πρὸς αὐτοὺς λέγομεν, καὶ τοῖς δάκρυσι τὰ στήθη καταβρέχομεν, καὶ τὴν καρδίαν κατακαιόμεθα, ὅτε αὐτὰ φθεγγόμεθα. Οὐκ ἔστι παρ᾽ ἡμῖν τότε ἔρως πονηρός, οὐκ ἔστι παρ᾽ ἡμῖν τότε χρημάτων φροντίς, οὐκ ἔστι παρ᾽ ἡμῖν βρωμάτων μέριμνα. Ἀλλ᾽ ὁρῶμεν τὸ μέγα καὶ φοβερὸν τοῦ θανάτου μυστήριον, καὶ τρέμομεν, καὶ τὰς ἑαυτῶν κεφαλὰς κινοῦμεν, καὶ τὸ ὄμμα στυγνάζομεν, καὶ ἑαυτοὺς ταλανίζομεν, καὶ οὐαὶ ἐπὶ οὐαὶ πικρὸν λέγομεν, ἡνίκα πρὸς ἡμᾶς ὁ πορευόμενος, καὶ πᾶσιν ἡμῖν συνταττόμενος, καὶ πάντας ἀσπαζόμενος λέγει· ἔρρωσθε, ἀδελφοί, ἔρρωσθε· ἔρρωσθε, καλοὶ ἀδελφοί, καὶ περὶ ἐμοῦ τῇ ὥρᾳ ταύτῃ ἐκτενῶς ἐγείρεσθε, προσεύξασθε· εἰς ὁδὸν γὰρ μακρὰν νῦν πορεύομαι, ἣν οὐδέποτε ὄντως ἐβάδισα, καὶ εἰς χώραν ἐμοὶ ξένην, ὅπου οὐδεὶς ἐπανέλυσε, καὶ εἰς γῆν σκοτεινήν, ὅπου οὐκ οἶδα, τί ἀπαντήσει μοι, καὶ εἰς ᾅδην βαθύν, ὅθεν οὐδεὶς ἐπανέλυσε.
Σῴζεσθε, ἀδελφοί μου ἀγαπητοί, σῴζεσθε· ἐμοὶ γὰρ τοῦ λοιποῦ οὐκ ἔστιν ἀδελφός. Σῴζεσθε, φίλοι· ἐγὼ γὰρ οὐκέτι φίλος ὑμῶν, ἀλλὰ ξένος. Σῴζεσθε, φίλοι. Σῴζου, καλὴ συνοδία· ἀλλ᾽ οὐκέτι μου συνοδία, ἀλλὰ θρηνῳδία. Σῴζεσθε, συγγενεῖς· ἔρρωσθε, ἔρρωσθε. Μικρὸν καὶ δεῦτε λοιπόν, μικρὸν καὶ δεῦτε καταλάβετε.
Ἀναμένομεν ὑμᾶς ἐκεῖ, ἀναμένομεν ὑμᾶς, ἵνα ἔλθητε πρὸς ἡμᾶς· ἡμεῖς γὰρ οὐκέτι ἐρχόμεθα πρὸς ὑμᾶς· ἡμεῖς οὐκέτι ἐν τῷ βίῳ βλέπομεν ὑμᾶς· εἴ τι εἴδαμεν, εἴδαμεν, καὶ εἴτι ἐπράξαμεν, ἀπολαμβάνομεν. Ἰδοὺ ἀπάγομαι, καὶ οὐκέτι πρὸς ὑμᾶς ἀναστρέφομαι. Νῦν εἴ τι ἀγαθὸν διέπραξα, αὐτὸ καὶ ἐκέρδησα· καὶ εἴ τι προέπεμψα, αὐτὸ καὶ ἀπαντήσει μοι· εἴ τι δὲ ἐθησαύρισα, τί μοι ἄρτι τὸ ὄφελος; Ἄν τινα ἠλέησα, τῇ ὥρᾳ ταύτῃ ἐλεηθήσομαι· ἄν τινα ἐσκέπασα, νῦν σκεπασθήσομαι· ἄν τινα διέσωσα, τῇ ὥρᾳ ταύτῃ φθάσει μοι· ὅτι στενή μοι καὶ βαρεῖα ἡ παροῦσα ὥρα τῆς ἐξόδου τῆς ψυχῆς μου ὑπὲρ πᾶσαν ὥραν. Στενή μοι καὶ ὀδυνηρὰ ἡ παροῦσα ὥρα· ἀνέτοιμος γὰρ προκατελήφθην. Σκοτεινή μοι ἡ παροῦσα νύξ· ἄκαρπος 〈γὰρ〉 καὶ ξηρὸς ἐκόπην. Βαρεῖά μοι ἡ παροῦσα ὁδός· ὅτι οὐδὲν ἀγαθὸν ἐφόδιόν μοι ὑπάρχει. Ἀλλὰ δακρύσατε ἐπ᾽ ἐμὲ πικρῶς καὶ βοηθήσατέ μοι. Ἐλεήσατε, βοηθήσατε, συμπαθήσατε καὶ προσεύξασθε, ἵνα εὕρω ἐκεῖ ἔλεος. Οὐ ζητῶ πολύ, ὅτι ἥμαρτον πολλά.
Λοιπόν, τί μοι κηροὺς ἀνάπτετε, ἀδελφοί; Οὐ γὰρ ἧψά μου τὴν λαμπάδα τῆς ψυχῆς. Τί με ἱματίοις λαμπροῖς ἀμφιάζετε; Οὐ γὰρ ἔχω ἐν ἑαυτῷ ἐνδύματα λαμπρά. Τί δέ μου καὶ ὕδατι τὸ σῶμα καθαίρετε; Οὐ γὰρ ἔμιξα ἐμαυτὸν τῷ διὰ δακρύων ὕδατι. Τί δέ με καὶ ἐν σοροῖς μετὰ ὁσίων κατατίθεσθε, ὧν τὸν βίον καὶ τὸν τρόπον οὐκ ἔπραξα; Πῶς ἑαυτὸν ἠπάτησα! Πῶς ἑαυτὸν ἐνέπαιξα! Λέγων, νέος εἰμί, ἔτι ἀπολαύσω τῶν τοῦ βίου, ἐντρυφήσω τοῦ κόσμου, θεραπεύσω τὸ σῶμα, εἶτα ἐν ὑστέροις μετανοήσω· φιλάνθρωπος γάρ ἐστιν ὁ Θεός, καὶ πάντως ποιήσει μοι συγχώρησιν. Ταῦτα καθ᾽ ἡμέραν ἐννοῶν τὴν ἐμαυτοῦ ζωὴν κακῶς ἐδαπάνησα.
Ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· ἐνουθετούμην, καὶ κατεγέλων· ἤκουον τῶν Γραφῶν, καὶ ὡς μὴ ἀκούων ἐτέλουν· ἤκουν περὶ κρίσεως, καὶ ἐξεμυκτήριζον· ἤκουον περὶ θανάτου, καὶ ὡς ἀθάνατος διῆγον, καὶ ὡς αἰώνιος κατεφρόνουν. Καὶ ἰδοὺ ἀνέτοιμος προκατελήφθην, καὶ οὐδεὶς ὁ βοηθῶν· ἰδοὺ ἀμετανόητος ἐφθάσθην, καὶ οὐδεὶς ὁ λυτρούμενος· ἰδοὺ δέομαι, καὶ οὐδεὶς ὁ εἰσακούων· ἰδοὺ καταδικάζομαι, καὶ οὐδεὶς ὁ σῴζων. Καὶ ποσάκις γὰρ ἐν ἑαυτῷ μετανοεῖν συνετασσόμην, καὶ πάλιν τὰ χείρω διέπραττον! Ποσάκις προσέπεσα, καὶ πάλιν ἠθέτησα! Ποσάκις με ἠλέησε, καὶ πάλιν παρώργισα! Καὶ ἰδοὺ ἐλεεινῶς πορεύομαι. Πόσα καλά μοι δέδωκε, καὶ πόσα κακὰ ἐγὼ διεπραξάμην!
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.