Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἐν Χριστῷ κεκοιμημένους
Προτροπή σε πνευματική εγρήγορση και επίλογος
Έκκληση για άμεση μετάνοια λόγω του αιφνίδιου χαρακτήρα του θανάτου, η οποία ολοκληρώνεται με τελική δοξολογία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προτροπή σε πνευματική εγρήγορση και επίλογος
Έκκληση για άμεση μετάνοια λόγω του αιφνίδιου χαρακτήρα του θανάτου, η οποία ολοκληρώνεται με τελική δοξολογία.
Οὐ μόνον δὲ ταῦτα ἐρεῖ ὁ Χριστὸς τότε τοῖς εὐαρεστήσασιν αὐτῷ καὶ δουλεύσασιν, ἀλλὰ καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτούς. Ἵνα οὖν καὶ ἡμεῖς τοιαύτης φωνῆς καὶ δόξης καὶ τιμῆς ἀπολαύσωμεν, δράμωμεν, ἀγαπητοί, σπεύσωμεν, προλάβωμεν, ἵνα μὴ προληφθῶμεν· ἁρπάσωμεν, ἵνα μὴ ἄφνω ἁρπασθῶμεν· εἰσέλθωμεν, ἵνα μὴ ἔξω μείνωμεν. Σπουδάσωμεν, ἀγαπητοί, γοργεύσωμεν, ἁρπάσωμεν, καταλάβωμεν. Ἀποθώμεθα τὴν ῥᾳθυμίαν, ἐν ᾗ ζῶμεν ἕως τοῦ νῦν. Ἀποθώμεθα τὰς ματαίας ὀκνηρίας· ἀπορρίψωμεν τὰς χλευαζούσας ἡμᾶς ἡμέρᾳ καὶ ἡμέρᾳ ἐλπίδας. Μὴ πλανήσωμεν τοῦ λοιποῦ ἑαυτούς, μὴ χλευάσωμεν. Μὴ ἐμπαίξῃ ἡμῖν τοῦ λοιποῦ ὁ Πονηρός. Μὴ ῥέμψῃ ἡμᾶς εἰς τὸ σήμερον καὶ αὔριον ὁ μιαρὸς λογισμός· ὅτι πολλοὶ πολλὰ βουλευσάμενοι, τὴν αὔριον οὐ κατέλαβον, ἀλλ᾽ ἐξαίφνης ἡρπάγησαν ὡς στρουθία ὑπὸ ἱέρακος, καὶ ὡς ἀρνία ὑπὸ λύκου, καὶ ὡς αἰχμάλωτος ὑπὸ λῃστοῦ· μήτε λαλῆσαι ὅλως ἰσχύσαντο, μήτε διαθήκας ποιήσασθαι, μήτε ὅλως φθέγξασθαι.
Οἱ μὲν καθεύδοντες ἀπὸ ἑσπέρας ὑγιεῖς, τὴν πρωΐαν οὐκ ἔφθασαν· οἱ δὲ ἐπὶ τραπέζης καθήμενοι ἀπέπνευσαν· οἱ δὲ περιπατοῦντες καὶ παίζοντες ἐξαίφνης ἀπέθανον· οἱ δὲ ἐν βαλανείῳ θανόντες τὸ αὐτὸ λουτρὸν ἔσχον ἐπιτάφιον· οἱ δὲ ἐν γάμοις, ἐν αὐτῷ τῷ παστῷ ἄφνω ἡρπάγησαν, τὰ αὐτὰ ἱμάτια ποιησάμενοι καὶ ἐπιγάμια καὶ ἐπιτάφια· διεδέξαντο τοὺς αὐλοῦντας οἱ θρηνοῦντες, καὶ τοὺς ὀρχουμένους οἱ πενθοῦντες.
Καὶ ταῦτα πάντα οἴδαμεν καὶ γινώσκομεν· τὸ γὰρ χαλεπώτερον τοῦτό ἐστι, ὅτι ἑκουσίως καὶ ἐν γνώσει ἁμαρτάνομεν, καὶ ἑαυτοὺς χλευάζομεν. Διὸ οὐδεμίαν συγγνώμην παρὰ Θεοῦ ἔχομεν, ὅτι οὐκ ἀγνοίᾳ, ἀλλ᾽ ἐν γνώσει πλανώμεθα, ἀκούοντες τῶν θείων Γραφῶν καὶ ἐπαινοῦντες, τὰ λεγόμενα δὲ μὴ ποιοῦντες.
Λοιπὸν παρακαλῶ, μὴ μόνον γενώμεθα ἀκροαταὶ τῆς διδαχῆς, ἀλλὰ καὶ ποιηταί. Εἴ τις οὖν μετὰ τὴν ἀκρόασιν τῶν νῦν εἰρημένων συνήθειαν πονηρᾶς πορνείας ἔχων ταύτην ἀποκόψει, οὗτος καλὸς ἀκροατής· εἴ τις μνησικακίαν ἔχων πρὸς τὸν πλησίον [καὶ] διαλλαγῇ αὐτῷ, οὗτος καλὸς ἀκροατής· εἴ τις κατανυγεὶς ἐπὶ τοῖς παροῦσι λόγοις ἐλεήμων καὶ εὐμετάδοτος γένηται, οὗτος καλὸς ἀκροατής· ἵνα μὴ εἰς κρῖμα ἡμῖν αὕτη καὶ αὕτη ἡ ἀνάγνωσις γένηται· ἀκούομεν γὰρ καὶ οὐ ποιοῦμεν.
Εἰ μὴ γὰρ ὁ θάνατος τοῦ ἀδελφοῦ σου σωφρονίσει σε, οὐδεὶς δύναταί σε ὠφελῆσαι. Εἰ μὴ νεκρὸν βλέπων μετανοήσεις, πότε λοιπὸν ἐπιστρέψεις; Εἰ μὴ ἐπὶ τοῖς εἰρημένοις κατανυγεῖς, οὐδέποτε τῆς ἁμαρτίας ἀποστήσῃ.
Ταύτην, ἀγαπητοί, τὴν τῶν θείων λογίων τράπεζαν οἱ πρὸς Χριστὸν προλαβόντες ἡμῶν ἀδελφοὶ ἡμῖν παρέθηκαν. Ταῦτα τὰ ζωοποιὰ ἐδέσματα ἡτοίμασαν. Τοῦτον ἡμῖν τὸν τῆς διδασκαλίας οἶνον ἐκέρασαν. Ταύτην ἡμῖν τὴν εὐφροσύνην καὶ τρυφὴν εἰς σωτηρίαν ἐχαρίσαντο, ὅπως ταῦτα μελετῶντες ἐν νυκτὶ καὶ ἡμέρᾳ, ἐν 〈πάσῃ〉 ὥρᾳ, ἐν ἐκκλησίᾳ, ἐν ἀγορᾷ, ἐν οἴκῳ, ἐπὶ τραπέζης, ἐν πραιτωρίοις, ἐν κλίναις, ἐν βαλανείοις, ἐν συμποσίοις, ἐν συνεδρίοις, δυνησώμεθα τῆς πονηρᾶς καὶ ματαίας συνηθείας καὶ ἀμελείας ἀποστῆναι, καὶ τὴν ψυχὴν ἡμῶν ἐπιστρέψαι πρὸς μετάνοιαν, καὶ ἀπὸ τοῦ νῦν ἐκκλῖναι, καὶ τὸν Δεσπότην δυσωπῆσαι, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.