Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς ἐν Χριστῷ κεκοιμημένους
Η φθορά του τάφου και η κατάσταση των νεκρών
Η σωματική αποσύνθεση στο μνήμα, η εξίσωση όλων μπροστά στον θάνατο και η αδυναμία των ζώντων να γνωρίσουν την ακριβή κατάσταση των ψυχών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η φθορά του τάφου και η κατάσταση των νεκρών
Η σωματική αποσύνθεση στο μνήμα, η εξίσωση όλων μπροστά στον θάνατο και η αδυναμία των ζώντων να γνωρίσουν την ακριβή κατάσταση των ψυχών.
Ἀλλ᾽ Οἱ μὲν ἅγιοι Ἄγγελοι τὴν ψυχὴν παραλαβόντες ἀπάγουσι· τότε ἡμεῖς τὸ θνητὸν σῶμα κηδεύσαντες, καὶ ὡς ξένον καὶ ἀλλότριον ἐκ τοῦ ἰδίου οἴκου ἐξάγοντες πρὸς τὸν τάφον, ὁρῶμεν ἄλλο μέγα καὶ φοβερὸν μυστήριον, κατανοοῦντες τοὺς μικροὺς καὶ μεγάλους, τοὺς βασιλεῖς καὶ ἰδιώτας, τοὺς τυράννους καὶ τοὺς δούλους, καὶ πάντας μίαν σποδὸν γεγονότας, μίαν κόνιν, μίαν τέφραν, μίαν δυσωδίαν, μίαν σαπρίαν, ἕνα σκώληκα. Ὡς ὁ αἰθίοψ, οὕτω 〈καὶ〉 ὅ ποτε εὐπρεπής· ὡς ὁ νεώτερος, οὕτω καὶ ὁ γέρων σεσηπώς· ὡς ὁ παράλυτος, οὕτω καὶ ὁ ἀήττητος καὶ ἰσχυρός· πάντες ὡς ἀπ᾽ ἀρχῆς μία κόνις γεγόνασιν, ὡς ἀκούοντες, γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ γῆ εἰς, καὶ πάλιν χοῦς γενήσῃ. Οὓς πολλάκις κατατακέντας καὶ σαπέντας ὁρῶντες ἐν τάφῳ κειμένους ὑποδεικνύομεν ἀλλήλοις τῷ δακτύλῳ, διανεύοντες καὶ λέγοντες· ἴδε, ὁ δεῖνα· οὗτος ὁ δεῖνα ὁ τύραννος, καὶ οὗτος ὁ δεῖνα ὁ στρατιώτης· καὶ οὗτος ὁ δεῖνα ὁ βασιλεύς, καὶ οὗτος ἐστιν τοῦ δεῖνος ὁ ἔκγονος 〈καὶ〉 αὕτη ἐστὶ θυγάτηρ τοῦ δεῖνος· αὕτη ἥ ποτε φανταζομένη νεᾶνις· καὶ οὗτος ὁ πρὶν καλλωπιζόμενος νεώτερος.
Ταῦτα πολλάκις ἐν τοῖς τάφοις μετὰ στεναγμῶν λέγομεν, καὶ δακρύομεν, ὁρῶντες τὸ μέγα καὶ φοβερὸν μυστήριον, ὁρῶντες ὅτι πᾶσα νεότης ἐκεῖ ἀγνώριστος, ὁρῶντες ὅτι πᾶσα ἡλικία ἐκεῖ κατελύθη, ὁρῶντες ὅτι πᾶς γλυκὺς ὀφθαλμὸς ἐκεῖ ἐσβέσθη, ὁρῶντες ὅτι πᾶσα γλῶσσα γοργὴ ἐκεῖ ἡσύχασεν, ὁρῶντες ὅτι πᾶν ἡδύλαλον στόμα ἐκεῖ ἐφράγη, ὁρῶντες ὅτι πᾶν κάλλος ὀδόντων ἐκεῖ ἐσκορπίσθη. Ταῦτα ἰδόντες τὸν φιλάνθρωπον Θεὸν ἱκετεύσωμεν ἐλέους τυχεῖν· ᾧ πρέπει κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁρῶντες ὄντως τὸ μέγα καὶ φοβερὸν μυστήριον, ὁρῶντες ὅτι πᾶσα ἡλικία ἐκεῖ κατελύθη, ὁρῶντες ὅτι πᾶσα εὐμορφία ἐκεῖ ἠλλοιώθη τῶν σωμάτων, ὁρῶντες ὅτι πᾶν προσώπου κάλλος ἐκεῖ ἠχρειώθη, ὁρῶντες ὅτι πᾶς γλυκὺς ὀφθαλμὸς ἐκεῖ ἐσβέσθη, ὁρῶντες ὅτι πᾶν εὔλαλον στόμα ἐκεῖ ἐφράγη, ὁρῶντε ὅτι πᾶσα γλῶσσα γοργὴ ἐκεῖ ἐσίγησεν, ὁρῶντες ὅτι πᾶν κάλλος ὀδόντων ἐκεῖ διεσκορπίσθη καὶ πᾶσα πλοκὴ τῶν πλοκάμων ἐκεῖ διεσάπη, ὁρῶντες ὅτι πᾶσα ὡραιότης ἡλικίας ἐκεῖ συνετρίβη, ὁρῶντες ὅτι πᾶσα ἀρχοντικὴ ἐξουσία ἐκεῖ ἐπαύσατο καὶ πᾶσα τυραννία καὶ μεγαλαυχία ἐκεῖ κατέπαυσε καὶ πᾶσα νεότητος ὑπεροψία ἐκεῖ ἠρέμησεν, ὁρῶντες ὅτι πᾶς ὁ μάταιος κόπος τῶν ἀνθρώπων καὶ μόχθος ἐκεῖ κατήντησεν, ἐκεῖ ἡσύχασεν, ἐκεῖ ἐπεπαύσατο. Λαλοῦμεν καὶ οὐδεὶς ὁ ἀκούων, θρηνοῦμεν καὶ οὐδεὶς ὁ προσέχων.
Ἐξ ὀνόματος τοὺς κειμένους κράζομεν, λέγοντες· ποῦ ἀπήλθετε, ἀδελφοὶ ἡμῶν; Πῶς διάγετε; Πῶς ὑπάρχετε; Πῶς ἡμᾶς ἄφνω οὕτω κατελείψατε; Δότε ἡμῖν φωνήν, ὡς ἐλαλεῖτέ ποτε. Λαλήσατε ἡμῖν· ἀποκρίθητε ἡμῖν.
Ἡμεῖς, φησίν, οἱ ἐξ ὑμῶν τῶν ἐν τῷ βίῳ ἐξελθόντες. Ἑκάστου ἡμῶν ἡ ψυχὴ ἐν τοῖς πρέπουσιν αὐτῇ τόποις κατὰ τὴν ἀξίαν αὐτῆς ὑπάρχει· αὕτη δὲ ἡ πρὸ τῶν ὀφθαλμῶν ὑμῶν ἐν τῷ τάφῳ κόνις, αὕτη ἣν ὁρᾶτε τέφρα, αὕτη ἡ δυσωδία, ταῦτα τὰ κατασαπέντα ὀστᾶ, οὗτοι οἱ ἀκάθαρτοι σκώληκες, τὸ σῶμά ἐστιν ἐκείνων τῶν νεανίσκων καὶ νεανίδων, ὧν ἐποθεῖτέ ποτε· αὕτη ἡ τέφρα ἐκείνη ἐστὶν ἡ σάρξ, ἐν ᾗ συνεπλέκεσθε καὶ ἀκολάστως ἐφιλεῖτε· οὗτος ὁ βόρβορος ἐκεῖνο τὸ πρόσωπόν ἐστιν, ὃ νυκτὸς καὶ ἡμέρας ἀπλήστως κατεφιλεῖτε· οὗτοι οἱ ἰχῶρες καὶ ἡ ῥύσις ἡ ῥυπαρὰ ἐκείνη ἡ σάρξ ἐστιν, ἐν ᾗ συμπλεκόμενοι ἡμαρτάνετε. Διὸ ὁρᾶτε καὶ ἀκριβῶς πιστεύσατε οἱ ἔτι σαρκὶ ἐν τῷ βίῳ τῷ ματαίῳ ὑπάρχοντες· γνῶτε ὅτι ἐπὶ ταῖς κλίναις τὰς ὑμετέρας συμβίας ἀφέντες καὶ νεάνισι περιπλεκόμενοι, σποδῷ καὶ βορβόρῳ συμπλέκεσθε· γνῶτε, ὅτε πάντα τὰ μέλη αὐτῶν κατασπάζεσθε, ὅτι δυσωδίαν καὶ σαπρίαν ἀσπάζεσθε· μάθετε, ἡνίκα πρὸς τὸν αὐτῶν ἐξάπτεσθε πόθον, ὅτι σκώληκας καὶ τέφραν καὶ δυσωδίαν ἐπιθυμεῖτε. Μὴ πλανᾶσθε, ὦ νέοι καὶ νεάνιδες ἄφρονες, μὴ ἀπατᾶσθε ἐπὶ τῷ ματαίῳ κάλλει τῆς νεότητος, ὅτι καὶ ἡμεῖς οἱ πρὸ τῶν ὀφθαλμῶν 〈ὑμῶν〉 κείμενοι σεσηπότες νεκροί, ἐν τῷ βίῳ ποτὲ ὡς ὑμεῖς ἐφαντάσθημεν, καὶ ἐκαλλωπίσθημεν, καὶ ἐμυρίσθημεν, καὶ ἐποθήσαμεν, καὶ ἀπηλαύσαμεν, καὶ εὐημερήσαμεν.
Καὶ ἰδού, ὡς ὁρᾶτε, εἰς πηλὸν καὶ σποδὸν καὶ τέφραν καὶ δυσωδίαν ὅλα ἐκεῖνα κατήντησαν. Λοιπόν, μὴ ἑαυτοὺς ἀπατᾶτε, ἀλλὰ παρ᾽ ἡμῶν τῶν προλαβόντων καὶ ἐν τῷ τάφῳ ὄντων διδάχθητε, καὶ σωφρονήσατε, καὶ πιστεύσατε ὅτι ἔστιν ἐν τῷ ᾅδῃ κρίσις, καὶ ἔστι κόλασις ἀτελεύτητος, καὶ ἔστι σκότος ἀφώτιστον καὶ γέεννα ἀπαράκλητος, καὶ ἔστι σκώληξ ἀκοίμητος καὶ κλαυθμὸς ἀσίγητος, καὶ ἔστι βρυγμὸς ἀκατάπαυστος καὶ θλῖψις ἀνίατος, καὶ ἔστι Κριτὴς ἀπροσωπόληπτος καὶ ὑπουργοὶ ἀσυγχώρητοι, καὶ ἔστι πένθος πικρὸν καὶ αἰώνιον.
Ταῦτα εἰ καὶ μὴ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων πρὸς ἡμᾶς οἱ ἀδελφοὶ ἡμῶν οἱ ἐκεῖ προλαβόντες διδάσκουσιν. Ὧνπερ ἡμεῖς μνημονεύοντες ἐδιψῶμεν μαθεῖν τι ἢ ἀκοῦσαι ἢ γνῶναι τὸ ποῦ ἄρα εἰσὶν ἢ πῶς εἰσὶν αἱ τούτων ψυχαί· εἰ ἄρα ἄνω εἰσὶν ἢ κάτω εἰσίν, εἰ ἄρα βλέπουσιν ἡμᾶς νῦν ἢ βλέψομεν αὐτούς ποτε, εἰ ἄρα ἀσπασόμεθα αὐτοὺς ἐκεῖ ἢ ὅλως γνωρίζειν μέλλομεν αὐτούς. Ἀλλ᾽ οὐδεὶς ταῦτα εἶδεν· οὐδεὶς γὰρ ἐκεῖθεν ἀνέλυσεν· οὐδεὶς ἡμῖν ἐμήνυσε περὶ τῶν ἐκεῖ, ποῦ εἰσιν, ἢ ποῖά εἰσιν· ἀπετείχισε γὰρ αὐτὰ ἀφ᾽ ἡμῶν ὁ Θεός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.