Οὕτω καὶ σὺ τὰς ἀνειμένας ὀφρύας συστείλας, καὶ φανεὶς ἐλεεινός, σεαυτὸν ἀνασώσεις· ἀνορθοῖ γὰρ ὁ Θεὸς τοὺς βραχεῖς, καὶ ταπεινοὺς ἀνυψοῖ, κατασπᾷ δὲ καὶ καθαιρεῖ τοὺς ὑψοῦντας ἑαυτούς. Ἴδε πόλιν Σοδόμων καὶ Γομόρρων, ὠμὸν γένος καὶ ἀπηνὲς καὶ μυσαρόν, θρασὺ καὶ ἀκάθαρτον, ἐν πάσαις ταῖς ὕβρεσι τερπόμενον, βίαιον, ἀκόλαστον, θεῖον βρέξας καὶ [τὸ] πῦρ, παγγενῆ κατέπνιξεν. Ἴδε πόλιν Νινευΐ, τὴν λαμπράν τε καὶ ὡραίαν, ἀνθοῦσαν ἁμαρτίαις καὶ κακίαις βρύουσαν, 〈καὶ〉 ἠπείλησε συντρίψαι, ἀθρόως ἁλωῆσαι καταστροφῇ τελείᾳ καὶ πτώσει τῆς πόλεως. Ἰδὼν πάλιν ἐν σάκκῳ καὶ σποδῷ τοὺς τρυφῶντας, ἐν λιμῷ καὶ νηστείᾳ, ἐν θρήνῳ καὶ δάκρυσιν, αὐχμῶντας, ὠχριῶντας, δεδιότας, τρέμοντας, ἀναλλήλους, καὶ ξένους, ἑτέρους ἀνθ᾽ ἑτέρων, ἐν ὁμοίοις ἅπαντας, ἐν ἴσοις τοὺς ἀνίσους, ἐλευθέρους καὶ δούλους, εὐπόρους καὶ πένητας, ἄρχοντας, ἀρχομένους, κρατοῦντας, ὑπηκόους, ἄρρεν γένος καὶ θῆλυ, πρεσβύτας, θηλάζοντας, πάντας ἰδὼν ταπεινούς, πάντας εὑρὼν σώφρονας, ᾤκτειρεν, ἠλέησεν, ἔσωσεν, ἐφείσατο, τὴν δίκην ἀναλύσας, ἣν λαβεῖν ἠπείλησε, καὶ ψεύστης ὑπομείνας ἢ ἀπηνὴς φανῆναι.