Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς καθ' ἑκάστην ἡμέραν ἁμαρτάνοντας καὶ μετανοοῦντας

Ἐφραίμ ὁ Σύρος

Το ήθος της μετανοίας και βιβλικά υποδείγματα σωτηρίας και κρίσεως

Προβάλλεται η αξία της ταπείνωσης και του πένθους μέσα από τα παραδείγματα του Ζακχαίου, του Ματθαίου, της πόρνης και της πόλης της Νινευή, σε αντιδιαστολή με την καταστροφή των Σοδόμων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Ταύτην ἔχων τὴν σπουδήν, μετανοίᾳ πρόσιθι. Τοῦτον ἔχων τὸν τρόπον, ἱλάσκου τὸν πλάσαντα ταπεινὸς καὶ κατηφής· κεκυφὼς καὶ στενάζων· ἐπαλγῶν τοῖς φθάσασι· προσέχων τοῖς ὑστέροις. Οὕτω ποτὲ Ζακχαῖος ὁ τελώνης ἐσώθη.

Οὕτω πάλιν Ματθαῖος Χριστοῦ δοῦλος ἐφάνη. Οὕτω καὶ πόρνη γυνή, ἑταιρὶς τρυφῶσα καὶ λυσσῶσα ἀκολάστως, πρόσκομμα τῶν ὁρώντων, τοῦ Σωτῆρος τοὺς πόδας ταῖς θριξὶν ἐκμάξασα, ἐκ λάκκων ἀνεσπάσθη βαθέων καὶ ἀνόμων.

Οὕτω καὶ σὺ τὰς ἀνειμένας ὀφρύας συστείλας, καὶ φανεὶς ἐλεεινός, σεαυτὸν ἀνασώσεις· ἀνορθοῖ γὰρ ὁ Θεὸς τοὺς βραχεῖς, καὶ ταπεινοὺς ἀνυψοῖ, κατασπᾷ δὲ καὶ καθαιρεῖ τοὺς ὑψοῦντας ἑαυτούς. Ἴδε πόλιν Σοδόμων καὶ Γομόρρων, ὠμὸν γένος καὶ ἀπηνὲς καὶ μυσαρόν, θρασὺ καὶ ἀκάθαρτον, ἐν πάσαις ταῖς ὕβρεσι τερπόμενον, βίαιον, ἀκόλαστον, θεῖον βρέξας καὶ [τὸ] πῦρ, παγγενῆ κατέπνιξεν. Ἴδε πόλιν Νινευΐ, τὴν λαμπράν τε καὶ ὡραίαν, ἀνθοῦσαν ἁμαρτίαις καὶ κακίαις βρύουσαν, 〈καὶ〉 ἠπείλησε συντρίψαι, ἀθρόως ἁλωῆσαι καταστροφῇ τελείᾳ καὶ πτώσει τῆς πόλεως. Ἰδὼν πάλιν ἐν σάκκῳ καὶ σποδῷ τοὺς τρυφῶντας, ἐν λιμῷ καὶ νηστείᾳ, ἐν θρήνῳ καὶ δάκρυσιν, αὐχμῶντας, ὠχριῶντας, δεδιότας, τρέμοντας, ἀναλλήλους, καὶ ξένους, ἑτέρους ἀνθ᾽ ἑτέρων, ἐν ὁμοίοις ἅπαντας, ἐν ἴσοις τοὺς ἀνίσους, ἐλευθέρους καὶ δούλους, εὐπόρους καὶ πένητας, ἄρχοντας, ἀρχομένους, κρατοῦντας, ὑπηκόους, ἄρρεν γένος καὶ θῆλυ, πρεσβύτας, θηλάζοντας, πάντας ἰδὼν ταπεινούς, πάντας εὑρὼν σώφρονας, ᾤκτειρεν, ἠλέησεν, ἔσωσεν, ἐφείσατο, τὴν δίκην ἀναλύσας, ἣν λαβεῖν ἠπείλησε, καὶ ψεύστης ὑπομείνας ἢ ἀπηνὴς φανῆναι.