Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εἰς τοὺς μάρτυρας

Ἐφραίμ ὁ Σύρος

Προοίμιο και επίκληση της θείας χάριτος

Ο συγγραφέας ομολογεί την αναξιότητά του και επικαλείται τη χάρη του Θεού για τον εγκωμιασμό των αγίων Μαρτύρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 5

Ἐγκώμιον εἰς Μάρτυρας Ἀσύνετος, ἀμαθὴς καὶ εὐτελὴς βούλεται τῇ προθέσει στῆσαι καλὴν εἰκόνα, φαιδράν τε καὶ ὡραίαν ἅπασι τοῖς θεαταῖς, ἐμφανίσαι τουτέστι τὴν ἄθλησιν τῶν ἁγίων Μαρτύρων· χρώματα δὲ μὴ ἔχων ἄξια τῆς εἰκόνος, μηδὲ πάλιν δάκτυλον δυνάμενον τυπῶσαι ἐν αὐτῇ τῇ εἰκόνι χαρακτῆρα τέλειον, πῶς ἀποτολμᾷ εὐτελὴς καὶ ἄτεχνος ἀναστῆσαι εἰκόνα μείζονα ὑπάρχουσαν τῆς δυνάμεως [ἐμοὶ τῷ ἐλαχίστῳ];

Ἐπεὶ οὖν οὐκ ἀγνοεῖ τὴν αὐτοῦ ἀτεχνίαν, οὔτε ἐπιλανθάνεται τῆς αὐτοῦ εὐτελείας, χάριν τούτων προσπίπτει ἱκετεύων δάκρυσι Δεσπότην τῶν ἁπάντων, Χριστὸν τὸν βασιλέα, τὸν καὶ δωρησάμενον τοῖς ἰδίοις Μάρτυσι δύναμιν ἐν ἀγῶνι 〈καὶ〉 ὑπομονὴν ἐν θλίψει, ὥστε περιγενέσθαι τῶν ποικίλων μηχανῶν τοῦ μισοκάλου Ἐχθροῦ, ὅπως ἂν κομίσωνται στέφανον ἀμάραντον, ἵνα αὐτὸς ὁ Θεὸς ὁ ἀγαθὸς καὶ ἅγιος χαρίσηται ἀτεχνεῖ σοφίαν καὶ σύνεσιν καὶ δύναμιν, ἀναστῆσαι εἰκόνα μεγίστην καὶ ἀξίαν πρὸς αὐτὴν τὴν ἄθλησιν τῶν ἁγίων Μαρτύρων, εἰς θεωρίαν πάσαις γενεαῖς ἐρχομέναις, ἵνα καὶ αὐτοὶ γνῶσι τὴν καλὴν ὑπομονὴν 〈καὶ〉 μεγίστην καρτερίαν ἀθλοφόρων Μαρτύρων· γενναῖοι γὰρ γεγόνασιν ἀληθῶς τῇ προθέσει, καὶ σφόδρα ἐπαινετοί· ἐν καιρῷ γὰρ διωγμοῦ, ὅτε πάντες οἱ δειλοὶ ἔφυγον τοῦ σκάμματος, τοῦ μὴ ὁμολογῆσαι τὸν Χριστὸν Υἱὸν Θεοῦ, ἔστησαν οἱ γενναῖοι μετὰ πάσης ἀνδρείας, καὶ περιεζωσμένοι πίστει τῇ εἰλικρινεῖ τὴν ὀσφὺν τὴν ἑαυτῶν, ὡμολόγουν ἀφόβως ἐν πολλῇ παρρησίᾳ τὸν Χριστὸν Υἱὸν Θεοῦ. Καὶ τί λέγω σκάμματος ἀπέδρασαν οἱ δειλοί; Οὐκ ἔφυγαν σκάμματος, ἀλλὰ τῆς βασιλείας τοῦ οὐρανίου Θεοῦ, ὡς ἀναξίους ἑαυτοὺς ποιήσαντες οἱ χαῦνοι.