Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐπιστολὴ πρὸς Ἰωάννην μοναχὸν περὶ ὑπομονῆς

Ἐφραίμ ὁ Σύρος

Ο κανόνας του μοναχικού βίου και η μίμηση των αγίων

Περιγραφή των θεμελιωδών πρακτικών της μοναχικής πολιτείας, του πνευματικού αγώνα και της αναγκαιότητας μίμησης των ενάρετων πράξεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 5

Σχολάσωμεν τοιγαροῦν τῇ ἡσυχίᾳ, τῇ νηστείᾳ, τῇ ἀγρυπνίᾳ, τῇ προσευχῇ, τοῖς δάκρυσι, ταῖς συνάξεσι, τῷ ἐργοχείρῳ, τῇ συντυχίᾳ τῶν ἁγίων πατέρων, τῇ ὑπακοῇ τῆς ἀληθείας, τῇ ἀκροάσει τῶν θείων Γραφῶν, ὅπως μὴ χερσωθῇ ἡμῶν ἡ διάνοια. Μάλιστα δὲ τῆς μεταλήψεως τῶν ἀχράντων καὶ ἁγίων μυστηρίων ἀξίους ἑαυτοὺς παραστήσωμεν, ὅπως τῶν τικτομένων ἀπιστιῶν τε καὶ ῥυπαρῶν λογισμῶν διασμηχθῇ ἡμῶν ἡ ψυχή, καὶ ἐνοικήσας ἐν ἡμῖν ὁ Κύριος ῥύσηται ἡμᾶς τοῦ Πονηροῦ. Κατὰ πάντα δέ, τὴν εἰλικρινῆ ἀγάπην διώκοντες εἰς ἀλλήλους καὶ εἰς πάντας. Ἐκ γὰρ τοῦ πλησίον κτᾶταί τις τὸ πονηρὸν καὶ ἀγαθόν. Ἀψευδὴς γάρ ἐστιν ὁ εἰπών· ὃ ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Πρὸς δὲ τοὺς ἀσυμπαθεῖς πάλιν λέγει· ὃ ἑνὶ τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων οὐκ ἐποιήσατε, οὐδὲ ἐμοὶ ἐποιήσατε. Καὶ πορεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Οἱ ἀρχαῖοι μόσχους καὶ κριοὺς καὶ ἀμνούς, πάντα ἄμωμα, εἰς θυσίαν προσέφερον τῷ Κυρίῳ· ἡμεῖς δὲ τὸ ἑαυτῶν σῶμα προσενέγκωμεν Κυρίῳ ἐν Πνεύματι Ἁγίῳ, μὴ μωμοῦντες τοῦτο ἐν τοῖς ἀπηγορευμένοις, ἢ ῥυποῦντες ἔν τινι λογισμῷ, ἵνα μὴ ἀπαράδεκτος γένηται ἡμῶν ἡ θυσία.

Τὸ δὲ ἐν τίνι τρόπῳ δεῖ κτᾶσθαι τὴν ἁγιωσύνην, ἀρκεῖ τοῖς γε νοῦν ἔχουσι νηφάλιον ἡ τοῦ Θεοῦ μνήμη, ἧς αἱ ἀκτῖνες φωτίζουσι πᾶσαν καρδίαν. Οἱ δὲ ἔτι ἀσθενῶς διακείμενοι πρὸς τὴν τοιαύτην ἔννοιαν χρῄζουσί τινων ὑποδειγμάτων πρὸς ζῆλον καὶ κατόρθωσιν τῆς αὐτῆς ἀρετῆς. Ἔστω δὲ ἡμῶν τὸ ὑπόδειγμα τοιοῦτο. Οἱ κατὰ τὸν κόσμον ἀνδραγαθοῦντες ἐν τοῖς πολέμοις, εἰκόνας λαμβάνουσιν ἐπὶ τειχῶν καὶ σανίδων, τὴν ἱστορίαν τοῦ πολέμου διαγράφοντες· πῶς οἱ μὲν ἐντείναντες τὰ τόξα, οἱ δὲ τρώσκοντες· οἱ μὲν φεύγοντες, οἱ δὲ κατατρέχοντες, ἕτεροι δὲ τῷ ξίφει χρησάμενοι, δίκην σταχύων ἀντιπάλους ἀποθερίζουσι. Καὶ ταῦτα ἐπιτηδεύουσι πρὸς ζῆλον τῶν μεταγενεστέρων καὶ ἀνάμνησιν τῶν ἀριστευόντων κατὰ τῶν ἀντιστρατευομένων.

Πολλοὶ δὲ καὶ τὴν ἄθλησιν τῶν Ἁγίων ἐν τοῖς εὐκτηρίοις οἴκοις διαγράφουσι πρὸς ζῆλον δῆθεν τῶν νωθροκαρδίων καὶ τέρψιν τῶν θεατῶν. Ὡς οὖν καὶ τοῦ ἡμετέρου βίου ἀναγράφεσθαι μέλλοντος καὶ ἐν ὑψηλῷ ἀνατίθεσθαι πρὸς ἐπίδειξιν πάντων, σπουδάσατε. Μᾶλλον δὲ σπουδάσωμεν κατορθῶσαι τὴν ἀρετήν, ἵνα μηδὲν ψεκτὸν ἢ ἀνοίκειον ἐντεθῇ ἐν τῇ εἰκόνι.