Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐπιστολὴ πρὸς Ἰωάννην μοναχὸν περὶ ὑπομονῆς

Ἐφραίμ ὁ Σύρος

Κίνδυνοι του άκριτου αναχωρητισμού και πρότυπα διακρίσεως

Κριτική της αυθάδειας των μοναχών που στερούνται πνευματικής καθοδήγησης και προβολή του βίου των αγίων Πατέρων ως προτύπων ταπεινοφροσύνης και υπακοής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 5

Περὶ δὲ τῶν ἐπιχειρούντων εἰς τὰ ὑπέρμετρα καὶ περιπιπτόντων κινδύνοις ἀνηκέστοις, ὑπομνῆσαι ὑμᾶς βούλομαι, μὴ φρονεῖν παρ᾽ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. Καὶ πάλιν ἑτέρωθι λέγει· μὴ γίνου δίκαιος πολλά, μηδὲ σοφίζου περισσά, μήποτε ἐκπλαγῇς. Συνέβη γὰρ ἐν ταῖς ἡμέραις ταύταις τινὰς ἀδελφοὺς καταλιπόντας τὰ ἑαυτῶν κελλία εἰς τὴν ἄβατον καὶ ἄκαρπον καὶ ἄνυδρον γῆν ἑαυτοὺς ἐκδεδωκέναι. Πολλὰ δὲ ὑπὸ τῶν πατέρων καὶ ἀδελφῶν νουθετηθέντες οὐκ ἐπείσθησαν, εἰπόντες· ἡμεῖς βοσκοὶ ἀπερχόμεθα. Ὡς δὲ ἤλασαν ἑαυτοὺς κατὰ τῆς ξηροτάτης ἐρήμου, θεασάμενοι ἑαυτοὺς συγκλεισθέντας ὑπὸ τὴν ἄβατον γῆν, ἤρξαντο δυσφορεῖν λίαν· ἀρξάμενοι δὲ ἀναλύειν εἰς τὰ οἰκούμενα, οὐκ ἐξίσχυσαν ἑαυτοὺς ὑπεξᾶραι τῆς χαλεπωτάτης ἐρήμου· οὐ γὰρ ῥᾴδιον ἦν ἐντὸς γενομένοις. Θλιβόμενοι τοιγαροῦν σφοδρῶς ὑπὸ ἀσιτίας καὶ δίψης καὶ τοῦ καύσωνος, ἔκειντο ἀθυμοῦντες καὶ τὴν ψυχὴν ἀπολεγόμενοι. Οἰκονομία δέ τις γέγονεν ἐκ θείας προνοίας, καὶ εὕρηνται ὑπό τινων ψυχορραγοῦντες, οἵτινες ἐπιθέντες ἐπὶ τὰ ἴδια κτήνη ἐκόμισαν αὐτοὺς εἰς τὰ οἰκούμενα, τινὲς δὲ καὶ ἀπέψυξαν καὶ τὰ σώματα αὐτῶν ὑπὸ πετεινῶν καὶ θηρίων κατεβρώθησαν, οἱ δὲ διασωθέντες ἔμειναν ἀσθενεῖς ἐφ᾽ ἱκανόν, καὶ λοιπὸν τῇ πείρᾳ ἔγνωσαν μὴ ποιεῖν τι ἄνευ βουλῆς.

Πολλοὶ γὰρ αὐθαδείᾳ λογισμοῦ φερόμενοι, εἰς γῆν ἄκαρπον καὶ ἄνυδρον ἑαυτοὺς διήλασαν, βίαιον θάνατον ἑαυτοῖς ἐπενέγκαντες. Ἕτεροι δὲ ὑποταγῆναι μὴ βουλόμενοι, μηδὲ ἐξυπηρετεῖν τοὺς ὁμοψύχους ἀνεχόμενοι, τῷ αὐτῷ κινδύνῳ ἑαυτοὺς ἐξέδωκαν. Ἄλλοι ὑπὸ αὐταρεσκείας λογισμοῦ ἐμπαιχθέντες καὶ τῇ κενοδοξίᾳ ἐπαρθέντες, ἐπαίνους θηρώμενοι ὑπὸ τῶν ἀκουόντων, ὥς φασι, βοσκοὶ γενόμενοι, τοὺς δὲ ἐπιτεινομένους πόνους μὴ συλλογισάμενοι, τοῖς αὐτοῖς κινδύνοις ἑαυτοὺς περιέβαλλον. Οὐ δεῖ τοιγαροῦν, ἀγαπητέ, συναπάγεσθαι τοῖς ἰδίοις λογισμοῖς ἀκρίτως, ἀλλὰ μᾶλλον χρὴ ἕκαστον ἐπιγινώσκειν τὰ οἰκεῖα μέτρα καὶ ταπεινοῦσθαι τῷ πλησίον ἐν ἀγάπῃ Θεοῦ. Εἰ δέ τις οἴεται κατορθωκέναι τὴν ἀρετὴν καὶ ἐπικρατεῖν τῶν παθῶν καὶ βασιλεύειν τῶν ὀρέξεων, μηδὲ οὕτω θαρρείτω ἑαυτῷ· ὅπως μὴ ῥηθῇ καὶ αὐτῷ τὸ γεγραμμένον· βασιλεὺς θρασὺς ἐμπεσεῖται εἰς κακά, ἄγγελος δὲ φωτὸς ῥύσεται αὐτόν.

Ἀλλ᾽ ἴσως παρελθών τις λέξει· καὶ πῶς εὑρίσκωμέν τινας τῶν Πατέρων ταύτην ἐξησκηκότας τὴν ἀρετήν; Χρὴ τοιγαροῦν ἡμᾶς προσφέρειν καὶ ἐκ τῶν βίων τῶν ἁγίων Πατέρων τὴν μαρτυρίαν, ὅπως δείξωμεν σαφῶς, μηδὲν εἰκῆ ἢ ὡς ἔτυχεν ἀπερισκέπτως πεπραχέναι τοὺς ἁγίους Πατέρας.

Περὶ γὰρ τοῦ ἀββᾶ Μακαρίου ἱστορεῖται, ὅτι ἔλεγεν οὕτω· Καθημένου μου, φησίν, ἐν τῷ κελλίῳ ἠσκήθην. Ὤχλησάν μοι οἱ λογισμοί, λέγοντες· ἄπελθε ἔσω εἰς τὴν ἔρημον καὶ ἴδε τί βλέπεις ἐκεῖ. Καὶ ἔμεινα πολεμῶν τῷ λογισμῷ πέντε ἔτη, λέγων· μήπως ἀπὸ δαιμόνων ἐστίν. Ὁρᾷς σύνεσιν ἁγίου ἀνδρός;

Μὴ συναπήχθη ἢ ἐπέδραμε; Μὴ προσεποιήσατο τὸν λογισμόν; Οὐχί. Ἀλλ᾽ ἔμεινεν ἀνακρίνων, νηστεύων καὶ ἀγρυπνῶν καὶ προσευχόμενος, μήπως ἀπὸ δαιμόνων ἐστίν. Ἡμῖν δὲ ὅταν ἔλθῃ λογισμός, ἀκατάσχετοί ἐσμεν ἐξαγροιούμενοι, καὶ οὐ μόνον οὐκ ἀνακρίνομεν ἐμπόνως προσευχόμενοι, ἀλλ᾽ οὐδὲ ὑφ᾽ ἑτέρων νουθετούμενοι πειθαρχοῦμεν· ὅθεν καὶ αἰχμαλωτιζόμεθα ῥᾳδίως ὑπὸ τοῦ ἐξεναντίας. Εἶτα, φησίν, ὡς ἐπέμεινεν ὁ λογισμός, ἐξῆλθεν εἰς τὴν ἔρημον καὶ εὗρεν ἐκεῖ λίμνην ὑδάτων καὶ νῆσον ἐν μέσῳ αὐτῆς. Καὶ ἦλθον τὰ κτήνη τῆς ἐρήμου πιεῖν ἐξ αὐτῆς, καὶ εἶδεν ἐν μέσῳ αὐτῶν δύο ἀνθρώπους γυμνούς. Εἶτα μετὰ τὸ λαλῆσαι αὐτοὺς πρὸς ἀλλήλων. εἶπεν ὁ ἀββᾶς Μακάριος πρὸς αὐτούς· Πῶς δύναμαι γενέσθαι μοναχός; Καὶ λέγουσιν αὐτῷ· ἐὰν μὴ ἀποτάξηταί τις πᾶσι τοῖς τοῦ κόσμου, οὐ δύναται γενέσθαι μοναχός. Καὶ εἶπεν αὐτοῖς· ἐγὼ ἀσθενής εἰμι καὶ οὐ δύναμαι. ὡς ὑμεῖς. Καὶ εἶπον· ἐὰν οὐ δύνασαι ὡς ἡμεῖς, κάθου ἐν τῷ κελλίῳ σου καὶ κλαῦσαι τὰς ἁμαρτίας σου.

Ὦ ταπείνωσις ἐνθέου ἀνδρός! Ὦ σύνεσις ἐναρέτου ψυχῆς! Ὁ τοσούτοις καὶ τηλικούτοις ἀνδραγαθήμασι διαπρέπων οὐκ ἔκρινεν αὑτὸν ἄξιον τοῦ πράγματος, ἀλλ᾽ ἔφη πρὸς αὐτούς· ἐγὼ ἀσθενής εἰμι καὶ οὐ δύναμαι, ὡς ὑμεῖς. Ἡμεῖς δέ, μήτε διωγμοῦ ἐπιστάντος, μήτε ὑπό τινος διωκόμενοι, τῇ προπετείᾳ καὶ αὐταρεσκείᾳ ἀγόμεθα, καὶ ἐπιχειροῦμεν τὰ ὑπέρμετρα, ὡς Κύριον τὸν Θεὸν πειράζοντες, ὅπερ ἐστὶ φοβερόν. Οὐαὶ δὲ ἀνθρώπω πεποιθότι ἐπὶ τῇ ἰδίᾳ δυνάμει, ἢ ἀσκήσει, ἢ εὐφυότητι. καὶ μὴ εἰς Θεὸν ἔχοντι πᾶσαν αὑτοῦ τὴν ἐλπίδα· παρ᾽ αὐτοῦ γὰρ μόνου τὸ κράτος καὶ ἡ ἰσχύς.

Διατί γὰρ μὴ ἐγκύψομεν καὶ εἰς τὸν βίον τοῦ ἀββᾶ Ἀντωνίου καὶ εὑρήσομεν καὶ αὐτὸν ἐκ θείας ἀποκαλύψεως πάντα πεποιηκέναι; Ὁμοίως δὲ καὶ αὐτὸς οὐκ ἐν μοναστηρίῳ ἐκαθέζετο; Οὐκ ἀμφιάσμασιν ἐκέχρητο; Οὐκ ἄρτον ἤσθιεν; Οὐ ταῖς ἰδίαις χερσὶν εἰργάζετο; Οὐ μαθητὰς ἐκέκτητο, οἵτινες καὶ θανόντος αὐτοῦ συνέσταλκαν καὶ ἔθαψαν; Οὐ μόνον δὲ αὐτὸς ὁ μακάριος Ἀντώνιος ταύτῃ ἐχρήσατο τῇ διαγωγῇ, ἀλλὰ καὶ οἱ λοιποὶ Πατέρες, οἱ τὸν ἐνάρετον βίον ἐξασκήσαντες, οἵτινες παρακλήτορες γεγόνασι τῶν φοιτώντων πρὸς αὐτούς, δι᾽ ὧν ὁ Θεὸς σημεῖα καὶ ἰάσεις ἐπετέλει· ὡς γὰρ λύχνοι φαιδροὶ ἦσαν, ταῖς ἀρεταῖς καταλαμπόμενοι. Τούτων τὸν βίον καὶ τὸν τρόπον ζηλώσωμεν καὶ ἡμεῖς, ἐν τῇ βασιλικῇ ὁδῷ βαδίζοντες, μὴ ἐκκλίνοντες, μήτε εἰς τὰ δεξιὰ μήτε εἰς τὰ ἀριστερά.