Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἑρμηνεία

Ἐφραίμ ὁ Σύρος

Ποιμαντική διακονία, σιωπή και εξομολόγηση

Προϋποθέσεις για την ανάληψη της πνευματικής καθοδήγησης, η σημασία της σωστής χρήσης του λόγου, η αναγκαιότητα της ειλικρινούς εξαγόρευσης των πταισμάτων και η αυστηρή διαφύλαξη του απορρήτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 2 από 3

Τὸν ἑλόμενον ἄρχειν, οἴκοθεν λάβοι τὴν γνῶσιν. Ὅστις ἐπιστατεῖν ἐφίεται, πρότερον ἐξ ἑαυτοῦ τὰ τῆς ἐπιστασίας ἐκπαιδευέσθω· τουτέστιν, ὁ πρότερον ἑαυτοῦ ἄρξας, οὗτος ἄρχειν ἑτέρων ἐπιτήδειος. Ὁ πεδήσας σκιρτήματα σαρκός, καὶ ψυχῆς ἄτοπον ἐγκατασχὼν κίνημα, τῆς ποιμαντικῆς οὐκ ἀπείργηται. Ὁ σώματος καὶ ψυχῆς ἀτόπους ὀρέξεις κολάσας, τουτέστιν ἐπὶ μὲν τοῦ σώματος πορνείαν, γαστριμαργίαν καὶ τὰ ὅμοια, ἐπὶ δὲ ψυχῆς ὀργήν, θυμόν, κενοδοξίαν καὶ τὰ παραπλήσια, οὗτος πρὸς τὸ ποιμαίνειν ἀκώλυτος.

Πρὸ τῶν λόγων τὸ ἦθος παιδευέτω· ὅτι δεῖ τὸν εὐλαβῆ πρὸ τοῦ τὴν γλῶσσαν εἰς παίδευσιν τῶν ἐντυγχανόντων προτείνειν, διὰ τοῦ ἤθους παιδεύειν· ἦθος δέ φησι τό τε τῆς κινήσεως εὔτακτον καὶ τὸ τῆς ὄψεως εὔσχημον καὶ ἱλαρὸν καὶ τὸ τῆς ἄλλης σεμνὸν καταστάσεως· πολλοὺς γάρ ἐστιν ἰδεῖν ἐνίοτε λόγου μὲν καταφρονήσαντας, αἰδῶ δὲ πρὸς τὸ ἦθος κτωμένους.

Ἡ τῆς γλώσσης προπέτεια, τὸ ἥσυχον ἐξυβρίσατο· ὅτι τὸ προπετεύεσθαι γλώσσῃ τῆς ἡσυχίας ὕβρις καθέστηκε. Τὸ πολύλογον μεμπτὸν καὶ ἀπρόσιτον. Οἱ πολυλογοῦντες οὐ μόνον εἰσὶ μεμπτοί, ἀλλὰ καὶ τοὺς συνδιάγειν καὶ προσεγγίζειν αὐτοῖς θέλοντας ἀποστροφὴν ἐμποιοῦσι.

Πυνθανομένῳ, τὸ τῆς γλώσσης ἀταλάντευτον μὴ ἐξιέτω πρόβλημα· ὅτι δεῖ πρὸς τὴν ἐρώτησιν ἁρμοδίως ἀποκρίνεσθαι καὶ μὴ ἀβασανίστως ποιεῖσθαι τὴν ἀπόκρισιν. Ὁ γλώσσῃ τὴν οἰκείαν διαλευκάνας σκοτόμαιναν, θεῖον διώπτευσεν ἀμάρυγμα· σκοτόμαιναν τὴν ἁμαρτίαν φησί. Ὁ ταύτην οὖν γλώσσῃ ἐξειπών τε καὶ ἐκφαυλίσας, ὡς καθαρεύσας καὶ φωτισθείς, λαμπηδόνος θείας κατηξίωται.

Ἕτερος διασαλπίσας ἀλλοτρίου κρυφιότητα παραπτώματος, ὡς Θεῖον ἀποσυλῶν, ἔνοχος καθίσταται προνομιῶν. Ἐξαγγελίαν τινὸς πρὸς ἕτερον ἀποκαλύπτων, ὑπεύθυνός ἐστι κακῶν, ὡς ἅρπαγμα ποιούμενος τὴν ἐν τῷ μέλλοντι χρόνῳ τοῦ Θεοῦ ψῆφον· τότε γὰρ τῶν ἡμαρτημένων ἑκάστῳ παρὰ Θεῷ ἡ δημοσίευσις διορίζεται. ᾯ πτῶμα κρύφιον διήγγελται, οὐκ ἀσφαλὴς θείων ἴασις μυστηρίων. Ὃς ἁμάρτημα ἐξαγορευθὲν αὐτῷ μὴ τετήρηκεν ἐν ἑαυτῷ καὶ συνέκρυψεν, ἀλλὰ πρὸς ἕτερον ἐθριάμβευσε, τῶν θείων οὗτος μυστηρίων ἀνάξιος.

Ἡ τοῦ ἐσφαλμένου ὑπόκρυψις πλέον καθήδυνε τὸν προβολέα ἢ ὅτε διεσπουδάζετο. Εἴ τις τῶν ἀνθρώπων εἰργάσατό τι τῶν οὐ θεμιτῶν, καὶ τοῦτο κρύφιον ἐν αὐτῷ κατέχων, οὗτος τὸν τοῦτο προβαλλόμενον καὶ ὑποθέμενον αὐτῷ Δαίμονα ἐν τῷ ἀποκρύπτειν μᾶλλον κατευφραίνει ἢ ὅτε τοῦτο ἔπραττε.