Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Η ώρα της κρίσεως και η παράσταση ενώπιον του Κριτή

Η έναρξη της ώρας της κρίσεως, η εμφάνιση όλων των τάξεων των ανθρώπων ενώπιον του Κριτή και ο τρόμος μπροστά στη φανέρωση των έργων τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 1 από 8

Ἐρωτήσεις καὶ ἀποκρίσεις Παράκλησις φιλοχρίστων ἀκροατῶν πρὸς τὸν ἅγιον Ἐφραίμ· παρακαλοῦμεν, διδάσκαλε, μαθεῖν καὶ τὰ τούτων ἀκόλουθα ὧν παρὰ σοῦ ἠκούσαμεν. Τότε, φιλόχριστοι, πᾶσα ἡ ἀνθρωπότης ἱσταμένη μέσον τῆς βασιλείας καὶ τῆς κρίσεως, μέσον ζωῆς καὶ θανάτου, μέσον χαρᾶς καὶ ἀνάγκης, καὶ πάντες τὴν φοβερὰν τῆς ἐπερωτήσεως ὥραν ἐκδεχόμενοι, ὅτι οὐδεὶς δύναταί τινι βοηθῆσαι.

Καὶ πάντες φόβῳ κάτω νεύοντες, βλέπουσι τοὺς ἔμπροσθεν τοῦ βήματος παρισταμένους καὶ ἐπερωτωμένους, καὶ μάλιστα τοὺς ἐν ἀμελείᾳ ζήσαντας. Καὶ ταῦτα θεωροῦντες, πάλιν κάτω νεύοντες ἐνθυμοῦνται πάσας τὰς πράξεις αὐτῶν.

Εἶτα καὶ θεωρεῖ ἕκαστος τὰ ἴδια ἔργα ἔμπροσθεν αὐτοῦ, κἄν τε ἀγαθὰ κἄν τε φαῦλα. Καὶ οἱ μὲν καλὰ ἔργα ἔχοντες, μετὰ χαρᾶς προσεγγίζουσι τῷ βήματι, ὡς μέλλοντες ἀπολαμβάνειν τὸν στέφανον· ἐὰν δέ τις χαλεπὰς ἔχων ἁμαρτίας ἀμετανόητος ἐξέλθῃ τοῦ βίου, τότε θεωρῶν αὐτὰς ἔμπροσθεν αὑτοῦ παρισταμένας καὶ κατακρινούσας καὶ ἐλεγχούσας, ὀδυνώμενος λέγει· ὦ, πῶς οὐκ ἠγωνισάμην ὁ ἄθλιος, ἀλλὰ τὸν καιρόν μου ἀπώλεσα παίζων καὶ παιζόμενος; Πῶς οὐ μετενόησα; Διατί οὐκ ἠλέησα; Διατί ἐφθόνησα τῷ ἀδελφῷ μου, ἐμίσησα, ἐλοιδόρησα καὶ οὐ διηλλάγην; Ναί, ναί, ἔπραξα ὡς ἄφρων. Ἤκουον δὲ καὶ τὰς κολάσεις· ἤκουον δὲ περὶ ταύτης τῆς φοβερᾶς ἡμέρας. Διατί οὐ μετενόησα πρὸς τὸν αἴροντα τὰς ἁμαρτίας τοῦ κόσμου, ἀλλὰ παιζόμενος ἐτέλεσά μου τὰ ἔτη;

Τοὺς νηστεύοντας καὶ προσευχομένους θεωρῶν ἐχλεύαζον· οἵτινες φαιδροὶ παρίστανται τῷ Κριτῇ ἀπαιτοῦντες τοὺς μισθούς. Ἆρα τί ποιήσω ὅτε καιρὸς τῆς μετανοίας παρῆλθεν; Ταῦτα δὲ αὐτῶν ἐνθυμουμένων καὶ ὀδυρομένων, ἀκούουσι τῆς φωνῆς τοῦ Δικαστοῦ, λέγοντος· δείξατε τὰ ἔργα καὶ λάβετε μισθόν. Ἐν δὲ τῇ ὥρᾳ ἐκείνῃ σαλευθήσονται πάντα τὰ τάγματα τῶν Χριστιανῶν· ἀρχιερεῖς καὶ ἱερεῖς καὶ λευῖται. Ἕκαστος ἐγείρεται ἐν τῷ ἰδίῳ τάγματι, καθὼς γέγραπται.

Σαλευθήσονται φόβῳ βασιλεῖς καὶ ἄρχοντες καὶ δυνάσται καὶ σοφοί, πλούσιοι καὶ πένητες, δοῦλοι καὶ ἐλεύθεροι, ὅτι ἐπέστη ἡ ὥρα, ἵνα ἑκάστου τὸ ἔργον ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων φανερωθῇ καὶ ἀποκαλυφθῶσιν αἱ βουλαὶ τῶν καρδιῶν, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε καλὸν εἴτε φαῦλον.