Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Ο τελικός διαχωρισμός δικαίων και αμαρτωλών

Ο διαχωρισμός των ανθρώπων κατά τη Δευτέρα Παρουσία, η απαρίθμηση των έργων των δικαίων και η καταδίκη των ανελεημόνων στην αιώνια κόλαση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 8

Δεόμεθά σου, ἵνα ἡμῖν εἴπῃς τὰ ὕστερα τούτων γινόμενα. Λαλήσω ἐν ὀδύνῃ τῆς καρδίας μου ὅτι οὐ δύνασθε ἀκοῦσαι τὰ τούτων ὕστερον γινόμενα· ἀλλὰ παυσώμεθα, φιλόχριστοι. Μὴ φοβερώτερα τῶν προειρημένων εἰσίν, ὧν παρὰ σοῦ ἠκούσαμεν;

Καὶ φοβερώτερα καὶ σκυθρωπότερα καὶ ἐλεεινότερα καὶ πολλῶν δακρύων καὶ στεναγμῶν ἄξια, ἅπερ ἂν εἰς μέσον παράγω, τρόμος λήψεται τοὺς ἀκούοντας αὐτά. Διήγησαι ἡμῖν ταῦτα, φίλε, εἰ δυνατόν, ἵνα ἀκούσοντες αὐτὰ πλέον σπουδάσωμεν μετανοῆσαι.

Εἴπω μετὰ δακρύων· οὐδὲ γὰρ ἔστι χωρὶς δακρύων ἐκεῖνα διηγήσασθαι· διότι ἔσχατά εἰσιν. Ἀλλ᾽ ἐπειδὴ ἐντολὴν ἔχομεν παρὰ τοῦ Ἀποστόλου, ταῦτα πιστοῖς ἀνθρώποις παρατίθεσθαι, ὑμεῖς δὲ πιστοί ἐστε, ταῦτα παρατίθημι ὑμῖν, καὶ ὑμεῖς δ᾽ ἑτέρους διδάξατε. Εἰ γὰρ καὶ τὴν καρδίαν μου ἀλγῶ ἐπὶ τῇ διηγήσει ταύτῃ, ἀλλὰ συμπαθήσατέ μοι, ἀδελφοί μου εὐλογημένοι. Τότε γάρ, φιλόχριστοι, μετὰ τὸ ἐρευνηθῆναι καὶ πάντων τὰ ἔργα δημοσιευθῆναι ἐπὶ Ἀγγέλων καὶ ἀνθρώπων, καὶ πάντες οἱ ἐχθροὶ τεθῶσιν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ καταργηθῇ πᾶσα ἐξουσία καὶ δύναμις, καὶ καμφθῇ τῷ Θεῷ πᾶν γόνυ, καθὼς γέγραπται, τότε ἀφορίσει αὐτοὺς ἀπ᾽ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν 〈ἀφορίζει〉 τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· οἱ γὰρ ἔχοντες τὰ καλὰ ἔργα καὶ τοὺς καλοὺς καρποὺς χωρίζονται ἀπὸ τῶν ἀκάρπων καὶ ἁμαρτωλῶν· οἳ καὶ ἐκλάμψουσιν, ὡς ὁ ἥλιος.

Οὗτοί εἰσιν οἱ τὰς ἐντολὰς τοῦ Κυρίου φυλάξαντες· οἱ ἐλεήμονες, οἱ φιλόπτωχοι καὶ φιλόρφανοι, οἱ ξενοδοχοῦντες, οἱ τοὺς γυμνοὺς περιβάλλοντες, οἱ τοὺς ἐν φυλακῇ ἐπισκεπτόμενοι, οἱ τῶν καταπονουμένων ἀντιλήπτορες, οἱ τῶν χηρῶν προστάται, οἱ τῶν κατακειμένων ἐπισκέπται, οἱ πενθήσαντες νῦν, καθὼς εἶπεν ὁ Κύριος· οἱ πτωχεύσαντες νῦν διὰ τὸν ἐν οὐρανοῖς ἀποκείμενον πλοῦτον, οἱ τὰ παραπτώματα τῶν ἀδελφῶν ἀφιέντες, οἱ τὴν σφραγῖδα τῆς πίστεως φυλάξαντες ἄθραυστον καὶ ἀμόλυντον ἀπὸ πάσης αἱρέσεως· τούτους στήσει ἐκ δεξιῶν.

Τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· οὗτοί εἰσιν οἱ ἄκαρποι, οἱ τὸν Ποιμένα τὸν καλὸν παροξύναντες, οἱ μὴ προσέχοντες ταῖς φωναῖς τοῦ Ἀρχιποίμενος, οἱ σοβαροί, οἱ ἀπαίδευτοι, οἱ τὸν καιρὸν τοῦτον τῆς μετανοίας, ὥσπερ ἔριφοι, παίζοντες καὶ σκιρτῶντες καὶ τρυφῶντες· οἵτινες ἐδαπάνησαν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ ἀσπλαγχνίᾳ τὸν πάντα χρόνον τῆς ζωῆς αὐτῶν, ὥσπερ ἐκεῖνος ὁ πλούσιος, ὁ μηδέποτε ἐλεήσας τὸν πτωχὸν Λάζαρον· διὰ τοῦτο καὶ τῆς ἐξ εὐωνύμου παραστάσεως κατεκρίθησαν, ὡς ἀνελεήμονες καὶ ἄσπλαγχνοι καὶ μὴ ἔχοντες μετανοίας καρπούς, οὐδὲ γὰρ ἔλαιον ἐν ταῖς λαμπάσιν αὐτῶν. Οἱ δὲ τὸ ἔλαιον ἐκ τῶν πενήτων ἀγοράσαντες καὶ πλήσαντες τὰ ἀγγεῖα ἑαυτῶν, ἐκ δεξιῶν παρίστανται ἔνδοξοι καὶ ἱλαροί, φαιδρὰς κατέχοντες τὰς λαμπάδας, καὶ ἀκούουσι τῆς μακαρίας ἐκείνης καὶ εὐσπλάγχνου φωνῆς· δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.

Οἱ δὲ ἐξ εὐωνύμων τῆς ὀδυνηρᾶς ἐκείνης καὶ σκυθρωπῆς ἀκούουσιν ἀποφάσεως· πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ Διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὡς οὐκ ἠλεήσατε, οὕτως οὐδὲ νῦν ἐλεηθήσεσθε· ὡς οὐκ ἠκούσατέ μου τῆς φωνῆς, οὕτως οὐδὲ ἐγὼ νῦν εἰσακούσομαι τῶν ὑμετέρων ὀδυρμῶν. Ἐμοὶ γὰρ οὐ διηκονήσατε, οὐδὲ πεινῶντά με ἐθρέψατε, οὐδὲ διψῶντα ἐποτίσατε, οὐδὲ ἐξενοδοχήσατε, οὐδὲ ἐνεδύσατε γυμνητεύοντα, οὐδὲ ἀσθενοῦντά με ἐπεσκέψασθε, οὐδὲ ἐν φυλακῇ ὄντος μου ἤλθετε πρός με. Ἄλλου ἐργάται κυρίου ἐγένεσθε καὶ ὑπουργοί, τουτέστι τοῦ Διαβόλου.