Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Η καταδίκη των αμαρτωλών και τα είδη των κολάσεων

Επεξήγηση των διαφόρων βαθμών της κολάσεως ανάλογα με τα αμαρτήματα, η καταδίκη των εργατών της ανομίας και ο οδυνηρός αποχωρισμός τους από τους δικαίους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 4 από 8

Διὰ τοῦτο ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ οἱ ἐργάται τῆς ἀνομίας. Καὶ τότε ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον. Εἰς μίαν δὲ κόλασιν ἀπέρχονται πάντες, ἢ διάφοροί εἰσι κολάσεις;

Διάφοροι κολάσεων τόποι εἰσίν, ὡς ἐν τῷ Εὐαγγελίῳ ἠκούσαμεν. Ἔστιν οὖν σκότος ἐξώτερον· δῆλον ὅτι καὶ ἄλλο ἐσώτερον. Γέεννα τοῦ πυρὸς τόπος ἄλλος· βρυγμὸς ὀδόντων τόπος ἴδιος· σκώληξ ἀκοίμητος ἐν ἑτέρῳ τόπῳ ἐστίν· ἡ λίμνη τοῦ πυρὸς τόπος ἕτερος· ὁ τάρταρος τόπος ἴδιος· τὸ ἄσβεστον πῦρ ἰδία χώρα· καταχθόνια καὶ ἀπώλεια ἐν ἰδίοις τόποις· κατώτατα γῆς ἄλλος τόπος· ᾅδης ἔνθα ἀποστρέφονται οἱ ἁμαρτωλοὶ καὶ πυθμὴν ᾅδου τόπος χαλεπώτερος.

Ἐν ταύταις ταῖς κολάσεσι καταμερίζονται οἱ ἐλεεινοί, ἕκαστος πρὸς ἀναλογίαν τῶν πταισμάτων αὐτοῦ, εἴτε σφοδρότερον εἴτε μαλακώτερον, κατὰ τὸ γεγραμμένον, ὅτι σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται· τοιοῦτο δέ ἐστι καὶ τό, δαρήσεται πολλὰς καὶ ὀλίγας. Ὥσπερ δὲ ὧδέ εἰσι διαφοραὶ κολάσεως, οὕτως καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Οἱ δὲ ἔχοντες κατ᾽ ἀλλήλων ἔχθραν, ἐὰν τούτους οὕτως ἐκδημῆσαι συμβῇ ἐκ τοῦ σώματος, ἀπαραίτητον κρῖμα εὑρήσουσιν ἐν ὥρᾳ κρίσεως, καὶ ὡς μεμισημένοι εἰς τὸ ἐξώτερον πῦρ ἀποπέμπονται καὶ σκότος ἀτελεύτητον, ὡς καταφρονήσαντες τῆς εὐκόλου τοῦ Κυρίου ἐντολῆς, τῆς λεγούσης· ἀγαπᾶτε ἀλλήλους καὶ συγχωρεῖτε ἕως ἑβδομηκοντάκις ἑπτά. Πᾶς δὲ ὁ ἁμαρτήσας οὐκ ὀφείλει ἀμέριμνος διάγειν, οὐδὲ πάλιν ἀπογινώσκειν· διότι παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα Ἰησοῦν Χριστόν, τὸν Θεὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Οὐχὶ τῶν ἀμεριμνούντων, οὐδὲ τῶν ἀνακειμένων 〈καὶ〉 ῥεγχόντων, οὐδὲ τῶν τρυφώντων, οὐδὲ γελώντων, ἀλλὰ τῶν πενθούντων καὶ μετανοούντων καὶ βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, οἳ καὶ παρακληθήσονται ὑπὸ τοῦ Παρακλήτου. Ὁ δὲ ἁμαρτήσας καὶ ἐπιλαθόμενος τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ οὕτως ἐκδημῶν τοῦ σώματος, ἐπὶ τοῦτον ἡ ὀργὴ Θεοῦ ἐπιπεσεῖται ἐκείνη, ἣν Μανασσῆς ἐμήνυσεν, εἰπὼν ὅτι ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου.

Οὐαὶ τῷ φιλοπόρνῳ. Οὐαὶ τῷ μεθύσῳ καὶ σὺν αὐτῷ τῷ λοιδόρῳ. Οὐαὶ τοῖς μετὰ τυμπάνων καὶ κιθαρῶν καὶ αὐλῶν τὸν οἶνον πίνουσι, τὰ δὲ ἔργα Κυρίου οὐκ ἐμβλέπουσιν, οὐδὲ τῶν λόγων αὐτοῦ μνημονεύουσιν. Οὐαὶ τοῖς ἐνυβρίζουσι τὰς θείας καὶ ἱερὰς Γραφάς. Οὐαὶ τοῖς ἀπολλύουσι τὸν καιρὸν τοῦτον τῆς μετανοίας καὶ ἐπιστροφῆς εἰς μετεωρισμοὺς καὶ γελοῖα· ζητήσουσι γὰρ τὸν καιρόν, ὃν κακῶς ἐδαπάνησαν, καὶ οὐ μὴ εὕρωσιν. Οὐαὶ τοῖς ἐν πνεύμασιν ἐπερωτῶσι πλάνοις, καὶ πρὸς μάντεις ἀπερχομένοις, καὶ προσέχουσι διδασκαλίαις δαιμόνων, ὅτι σὺν αὐτοῖς κατακριθήσονται ἐν τῷ μέλλοντι αἰῶνι. Οὐαὶ τοῖς γράφουσιν ἀδικίαν. Οὐαὶ τοῖς τὰ περίεργα ποιοῦσι, γοητείας καὶ μαντείας καὶ παιδοφθορίας καὶ περίαπτα, βάμματα καὶ πέταλα, ἅπερ ὀνομάζουσι φυλακτά, τῇ δὲ ἀληθείᾳ ὄντα φθορὰ καὶ ἀπώλεια ψυχῆς καὶ σώματος. Οὐαὶ τοῖς ἀποστεροῦσι μισθὸν μισθωτοῦ, ὅτι ὁ ἀποστερῶν μισθὸν ὡς ἐκχέων αἷμα. Οὐαὶ τοῖς ἀδίκως δικάζουσι· τοῖς δικαιοῦσι τὸν ἀσεβῆ καὶ τὸ δίκαιον ἐκ τοῦ δικαίου αἴρουσιν.

Οὐαὶ τοῖς μιαίνουσι τὴν ἁγίαν πίστιν ἐν αἱρέσεσιν, ἢ τοῖς αἱρετικοῖς συγκαταβαίνουσιν. Οὐαὶ τοῖς τὸ ἀνίατον πάθος νοσοῦσι, τουτέστι τὸν φθόνον καὶ τὴν βασκανίαν. Καὶ τί πολλὰ λέγω καὶ οὐ κόπτω ταχέως τὸν λόγον; Οὐαὶ πᾶσι τοῖς ἐξ ἀριστερῶν λαχοῦσιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, ὅτι σκοτισθήσονται καὶ πικρῶς δακρύσουσιν, ὅτε ἀκούσουσι τῆς ὀδυνηρᾶς ἐκείνης ἀποφάσεως, τὸ πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι. Ἄλλοι δὲ πάλιν καὶ ἀκούσουσι τῆς ὀδυνηρᾶς καὶ λυπηρᾶς ἐκείνης ἀποφάσεως, τὸ ἀποστραφήσονται οἱ ἁμαρτωλοὶ εἰς τὸν ᾅδην. Ἄλλοι ἀκούσουσι τὸ ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς· ἀποχωρεῖτε ἀπ᾽ ἐμοῦ, ἐργάται τῆς ἀδικίας. Ἄλλοι ἀκούσουσι, δηλονότι οἱ φθονεροί, τὸ ἆρον τὸ σὸν καὶ ὕπαγε. Καὶ ποῦ ἆρα; Δηλονότι ὅπου οἱ ἀκούσαντες τὸ πορεύεσθε ἀπ᾽ ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ. Ἕτεροι ἀκούσουσι τὸ δήσαντες αὐτοῦ χεῖρας καὶ πόδας, ἐξενέγκατε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἄλλοι, ὡς τὰ ζιζάνια, δεσμευθήσονται εἰς τὸ κατακαῆναι ἐν τῇ καμίνῳ τοῦ πυρός. Ὥσπερ δὲ πολλοὶ τρόποι τῆς σωτηρίας εἰσίν, οὕτω καὶ πολλαὶ μοναὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ὥσπερ εἰσὶ πολλοὶ τρόποι τῶν ἁμαρτιῶν καὶ τῶν παραπτωμάτων, οὕτω καὶ πολλοὶ τρόποι τῶν κολάσεων.

Ὅσοι ἔχετε δάκρυα καὶ κατάνυξιν, κλαύσατε μετ᾽ ἐμοῦ· ἐγὼ γάρ, ἀδελφοί μου εὐλογημένοι, ἐμνήσθην τοῦ ἐλεεινοῦ χωρισμοῦ ἐκείνου καὶ οὐ δύναμαι φέρειν· ἐν τῇ ὥρᾳ γὰρ ἐκείνῃ τῇ φοβερᾷ διαχωρίζονται ἀπ᾽ ἀλλήλων τὸν ἐλεεινὸν καὶ ὀδυνηρὸν χωρισμὸν καὶ ἀποδημοῦσιν ἀποδημίαν, ἐπιστροφὴν μὴ ἔχουσαν.

Τίς οὕτω λιθοκάρδιος, ὃς οὐ μὴ κλαύσῃ ἀπεντεῦθεν τὴν ὥραν ἐκείνην, ὅτε διαχωρίζονται ἐπίσκοποι ἀπὸ συνεπισκόπων, πρεσβύτεροι ἀπὸ συμπρεσβυτέρων, διάκονοι ἀπὸ συνδιακόνων, καὶ ὑποδιάκονοι ἀπὸ ὑποδιακόνων, καὶ ἀναγνῶσται ἀπὸ τῶν ἑταίρων αὐτῶν; Τότε χωρίζονται οἱ ποτὲ βασιλεῖς καὶ κλαύσουσι καὶ ἐλαθήσονται ὡς ἀνδράποδα. Τότε στενάξουσιν ἄρχοντες καὶ πλούσιοι ἄσπλαγχνοι, καὶ ἀποβλέψουσι πανταχόθεν στενοχωρούμενοι, καὶ οὐδεὶς ὁ βοηθῆσαι δυνάμενος. Οὔτε ὁ πλοῦτος φαίνεται, οὔτε οἱ κόλακες παρίστανται, οὔτε εὑρήσουσιν ἔλεος, οὐδὲ γὰρ ἠλέησαν, οὔτε προέπεμψαν, ἵνα εὕρωσι, καθὼς καὶ ὁ Προφήτης λέγει περὶ τῶν τοιούτων, ὅτι ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδέν. Τότε διαχωρίζονται γονεῖς ἀπὸ τέκνων καὶ φίλοι ἀπὸ φίλων.

Τότε ἀποχωρίζονται ὀδυνηρῶς συζυγίαι, αἳ οὐκ ἐφύλαξαν τὴν κοίτην αὐτῶν ἀμίαντον. Τότε διαχωρίζονται καὶ οἱ τῷ σώματι μὲν παρθένοι, τῷ δὲ τρόπῳ ἄσπλαγχνοι καὶ ἀπηνεῖς· ἡ γὰρ κρίσις ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος. Ἀλλὰ παρεάσω τὰ πολλὰ εἰπεῖν, ὅτι συνέχει με φόβος καὶ τρόμος ἐν τῇ διηγήσει ταύτῃ. Καὶ ἵνα συντόμως εἴπω· τότε λοιπὸν ἀπελαύνονται ἐκ τοῦ βήματος καὶ ἀπάγονται ὑπὸ Ἀγγέλων αὐστηρῶν, ὠθούμενοι καὶ τυπτόμενοι καὶ τοὺς ὀδόντας τρίζοντες, καὶ πυκνότερον ἐπιστρεφόμενοι ἰδεῖν τοὺς δικαίους καὶ τὴν χαράν, ὅθεν ἐχωρίσθησαν. Καὶ βλέπουσι τὸ φῶς ἐκεῖνο τὸ ἀνεκλάλητον· βλέπουσι τὰ κάλλη τοῦ παραδείσου· βλέπουσι τοὺς γνωρίμους ἐν τῇ χαρᾷ ἐκείνῃ· βλέπουσι τὰς μεγάλας ἐκείνας δωρεάς, ἃς λαμβάνουσι παρὰ τοῦ Βασιλέως τῆς δόξης οἱ καλῶς ἀγωνισάμενοι. Εἶτα κατὰ μικρὸν ἀποσχοινιζόμενοι καὶ ἀπορφανιζόμενοι πάντων τῶν δικαίων καὶ φίλων καὶ γνωρίμων, λοιπὸν καὶ αὐτοῦ τοῦ Θεοῦ ἀποκρύπτονται, μηκέτι δυνάμενοι θεωρεῖν τὴν χαρὰν καὶ τὸ φῶς ἐκεῖνο τὸ ἀληθινόν. Καὶ λοιπὸν προσεγγίζουσιν ἐπὶ τὰς προειρημένας κολάσεις, τοῦ διασπαρῆναι καὶ διασκορπισθῆναι ἐν αὐταῖς.