Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Ἐρωτήσεις καὶ ἀποκρίσεις

Ἐφραίμ ὁ Σύρος

Η Ημέρα του Κυρίου και οι δύο οδοί

Παράθεση προφητικών και ευαγγελικών μαρτυριών για το απροσδόκητο της Δευτέρας Παρουσίας και η αντιπαραβολή της στενής και τεθλιμμένης οδού με την πλατειά και ευρύχωρη οδό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 8

Ἠκούσατε πῶς χλευάζονται οἱ χλευάζοντες τὰς τοῦ Κυρίου ἐντολάς. Ἠκούσατε πῶς ἀπατᾷ καὶ πλανᾷ τοὺς πολλοὺς ὁ ψυχοφθόρος βίος οὗτος. Ἔγνωτε πῶς ἐμπαίζονται οἱ ἐμπαῖκται τῶν θείων Γραφῶν. Μηδεὶς πλανηθῇ, ἀδελφοί μου εὐλογημένοι. Μή τις εἴπῃ ἢ πιστεύσῃ, ὅτι λόγοι εἰσὶ μόνον ψιλοὶ περὶ τῆς κρίσεως λεγόμενοι. Ἀλλὰ ἀκριβῶς καὶ ἀσφαλῶς πάντες πιστεύσωμεν τῷ Κυρίῳ, ὅτι ἐστὶν ἀνάστασις νεκρῶν καὶ κρίσις καὶ ἀνταπόδοσις τῶν τε καλῶν καὶ τῶν φαύλων, κατὰ τὰς θείας Γραφάς. Καὶ πάντα παριδόντες τὰ πρόσκαιρα καὶ περιφρονήσαντες αὐτῶν φροντίσωμεν τὰ τῆς ἀπολογίας καὶ παραστάσεως τοῦ φοβεροῦ βήματος, καὶ τῆς φρικτῆς ἐκείνης ἡμέρας καὶ φοβερᾶς ὥρας.

Αὕτη γὰρ ἡ ὥρα ἐστὶν ἡ πολυστένακτος, ἡ πολυκίνδυνος καὶ πολυώδυνος, ἡ πολύθλιπτος, ἡ δοκιμάζουσα ὅλον τὸν βίον. Καὶ περὶ ταύτης τῆς φρικτῆς ἡμέρας καὶ ὥρας οἱ ἅγιοι Προφῆται καὶ Ἀπόστολοι προεῖπον. Περὶ ταύτης τῆς ἡμέρας καὶ ὥρας ἡ θεία Γραφή, ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης, ἐν ταῖς ἐκκλησίαις καὶ παντὶ τόπῳ βοᾷ καὶ διαμαρτύρεται πᾶσι, καὶ παρακαλεῖ, λέγουσα· βλέπετε, γρηγορεῖτε, προσέχετε, νήφετε, προσεύχεσθε, ἐλεεῖτε, γίνεσθε ἕτοιμοι, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν ἢ τὴν ὥραν, ἐν ᾗ ὁ Κύριος ἔρχεται.

Πάντες οὖν, ὡς εἶπον, οἱ θεοφόροι, μετὰ πόνου καὶ δακρύων κράζουσι, προμηνύοντες τῆς ἡμέρας ἐκείνης τὴν ἀνάγκην. Περὶ ταύτης τῆς ἡμέρας ἔλεγεν Ἠσαΐας ὁ προφήτης· ἰδού, Κύριος ἔρχεται καταφθεῖραι πᾶσαν τὴν γῆν καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. Καὶ πάλιν ὁ αὐτὸς Προφήτης λέγει· ἰδού, ὁ Κύριος ἔρχεται, καὶ ὁ μισθὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ τὸ ἔργον ἑκάστου ἐνώπιον αὐτοῦ. Ἄλλος Προφήτης βοᾷ, λέγων· ἰδού, Κύριος ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, ἢ τίς στήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Ἕτερος δὲ Προφήτης ἀνακράζει, λέγων· Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστᾶ μου. Ἕτερος βοᾷ ἐκ προσώπου Κυρίου, λέγων· ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.

Περὶ ταύτης τῆς ἡμέρας ὁ θεοπάτωρ Δαυῒδ ἔλεγεν· ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Περὶ ταύτης τῆς ἡμέρας βοᾷ καὶ Παῦλος ὁ ἀπόστολος· ἐν ἡμέρᾳ, ᾗ κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου. Καὶ πάλιν λέγει· βλέπετε πῶς περιπατεῖτε· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Βοᾷ δὲ καὶ ὁ μακάριος Πέτρος, ὁ κορυφαῖος τῶν Ἀποστόλων, περὶ τῆς ἡμέρας ἐκείνης, λέγων· ἡ ἡμέρα Κυρίου, ὡς κλέπτης ἐν νυκτί, οὕτως ἔρχεται, δι᾽ ἣν οὐρανοὶ πυρούμενοι λυθήσονται, καὶ στοιχεῖα καυσούμενα τήκεται. Καὶ τί λέγω περὶ Προφητῶν καὶ Ἀποστόλων; Αὐτὸς ὁ Δεσπότης ἡμῶν καὶ Κύριος περὶ τῆς ἡμέρας ἐκείνης προεμαρτύρατο, λέγων· βλέπετε μὴ βαρυνθῶσιν αἱ καρδίαι ὑμῶν ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ αἰφνίδιος ἐπιστῇ ἐφ᾽ ὑμᾶς ἡ ἡμέρα ἐκείνη· ὡς παγὶς γὰρ ἐπελεύσεται ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ προσώπου πάσης τῆς γῆς. Γρηγορεῖτε οὖν, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται· καὶ ἀγωνίσασθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης τῆς ἀπαγούσης εἰς τὴν ζωήν.

Δι᾽ αὐτῆς, ἀδελφοί, βαδίσωμεν τῆς ὁδοῦ, ἵνα ζωὴν αἰώνιον κληρονομήσωμεν· ὁ γὰρ αὐτὴν βαδίζων, δῆλον ὅτι τὴν ζωὴν κληρονομήσει τὴν αἰώνιον· αὕτη γὰρ ἡ ὁδός ἐστιν ἡ ζωή. Εἰ γὰρ καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν, ἀλλ᾽ ἡμεῖς, ἀγαπητοί, μὴ ἀποτύχωμεν αὐτῆς. Μηδεὶς ἡμῶν ἔξω αὐτῆς βαδίσῃ, ἵνα μὴ εἰς ἀπώλειαν ἀπέλθῃ, καθὼς καὶ ὁ Προφήτης λέγει· μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας. Ἀκούσωμεν τοῦ Δεσπότου λέγοντος· ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ἐγώ εἰμι ἡ ζωή.

Ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται. Ἐγώ εἰμι ἡ ὁδός· ὁ ἐμοὶ ἀκολουθῶν οὐ μὴ προσκόψῃ, ἀλλ᾽ ἕξει τὸ φῶς τῆς ζωῆς. Ταύτην οὖν τὴν μακαρίαν ὁδὸν βαδίσωμεν, ἣν ἐβάδισαν πάντες οἱ ποθήσαντες τὸν Χριστόν. Ταύτης τὰ βαδίσματα θλιβερά, ἀλλ᾽ ἡ ἀνάπαυσις μακαρία.

Ταύτης τὰ βαδίσματα σκυθρωπά, ἀλλ᾽ ἡ ἀνταπόδοσις χαρά. Ταύτης τὰ βαδίσματα στενά, ἀλλὰ τὸ κατάλυμα εὐρύχωρον. Ταύτης τὰ βαδίσματα μετάνοια, νηστεία, προσευχή, ἀγρυπνία, ταπεινοφροσύνη, πτωχεία πνευματική, περιφρόνησις σαρκός, ἐπιμέλεια ψυχῆς, χαμοκοιτία, ἀλουσία, ξηροφαγία, πεῖνα, δίψα, γυμνότης, ἐλεημοσύνη, δάκρυα, πένθος, στεναγμός, γονυκλισίαι, ἀτιμίαι, διωγμοί, ἁρπαγαί, κολαφισμοί, κόποι διὰ τῶν χειρῶν, κίνδυνοι, ἐπιβουλαί, τὸ λοιδορεῖσθαι καὶ ὑπομένειν, τὸ μισεῖσθαι καὶ μὴ μισεῖν, τὸ κακὰ πάσχειν καὶ καλὰ ἀποδιδόναι, τὸ ἀφιέναι τοῖς ὀφειλέταις τὰ ὀφειλήματα, τὸ τιθέναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων, τέλος δέ, τὸ ἐκχέαι τὸ αἷμα ὑπὲρ τοῦ Χριστοῦ, ὅταν ὁ καιρὸς ἀπαιτῇ. Ταύτης τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ τὰ βαδίσματα εἴ τις ἔχει, μακαρίαν λήψεται τὴν ἀνταπόδοσιν τὴν τῶν οὐρανῶν βασιλείαν, ἧς οὐκ ἔστι τέλος ποτέ.

Πλατεῖα δὲ ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν. Ταύτης τὰ βαδίσματά εἰσι πρὸς μὲν γὰρ τὸ παρὸν χαροποιά, ἀλλ᾽ ἐκεῖθεν λυπηρά. Ἔνθεν γλυκέα, ἐκεῖθεν δὲ πικρότερα χολῆς. Ἔνθεν ἐλαφρά, ἐκεῖθεν δὲ βαρέα καὶ ἐπώδυνα. Ὧδε φαίνεται ὡς μηδαμινὰ καὶ οὐδὲν ὄντα, ἐκεῖ δὲ ὥσπερ θῆρες ἄγριοι κυκλοῦσι τοὺς ἐπιτελοῦντας καὶ μὴ μετανοοῦντας, κατὰ τὸν λόγον τοῦ Προφήτου· φησὶ γάρ· ἐν ἡμέρᾳ πονηρᾷ ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με· τουτέστιν ἡ πονηρία τοῦ βίου τούτου, ἤγουν τῆς πλατείας ὁδοῦ τὰ βαδίσματα, ἅπερ καὶ ὁ Ἀπόστολος ἐν μέρει ἀπηρίθμησε, λέγων· ἅτινά ἐστι πορνεία, μοιχεία, ἀσέλγεια, εἰδωλολατρία, ἔρις, ζῆλος, θυμός, διχοστασία, φθόνοι, φόνοι καὶ τὰ ὅμοια τούτοις. Τῆς πλατείας ὁδοῦ εἰσι τὰ βαδίσματα ὡσαύτως δὲ καὶ γελοῖα, κραυγαί, τρυφαί, κιθάραι, αὐλοί, χορεύματα, λουτρά, μαλακὰ ἐνδύματα, ἄριστα πολυτελῆ, κρότοι χειρῶν καὶ θόρυβοι, ὕπνοι ἀμέριμνοι, στρωμναὶ ἁπαλαὶ καὶ κλῖναι διάφοροι, ἀδηφαγία, μισαδελφία, τὸ δὲ πάντων χεῖρον, ἀμετανοησία καὶ τὸ μηδέποτε μνημονεύειν τῆς ἐξόδου τῆς ἐκ τοῦ βίου.

Ταῦτά εἰσι τὰ βαδίσματα τῆς χαλεπῆς ἐκείνης ὁδοῦ, ἣν πολλοί εἰσιν οἱ ὁδεύοντες, διὸ καὶ τὸ κατάλυμα ἐπιτήδειον εὑρήσουσιν. Ἀντὶ τῆς τρυφῆς τὴν πεῖναν, ἀντὶ τῆς μέθης τὴν δίψαν, ἀντὶ τῆς ἀναπαύσεως τὴν ὀδύνην, ἀντὶ τοῦ γέλωτος τὸν ὀδυρμόν, ἀντὶ τῆς κιθάρας τὸν κλαυθμόν, ἀντὶ τῆς πολυσαρκίας τὸν σκώληκα, ἀντὶ τῆς ἀμεριμνίας τὴν διχόνοιαν, ἀντὶ τῶν χορευμάτων τὸ εἶναι μετὰ τῶν δαιμόνων, ἀντὶ τῶν περιεργιῶν καὶ γοητειῶν καὶ λοιπῶν ἐπιτηδευμάτων πονηρῶν τὸ ἐξώτερον σκότος, τὴν γέενναν τοῦ πυρὸς καὶ τὰ τούτων ὅμοια, ἅπερ εἰσὶν αἱ νομαὶ τοῦ θανάτου, ἔνθα ποιμαίνει τὰ ἴδια πρόβατα καὶ τοὺς ἰδίους μαθητὰς καὶ φίλους, τοὺς βαδίζοντας τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδόν, κατὰ τὸν λόγον τοῦ Προφήτου· φησὶ γάρ· ὡς πρόβατα ἐν ᾅδῃ ἔθετο· θάνατος ποιμανεῖ αὐτούς. Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, ἐκκλίνοντες ἐκ τῆς χαλεπῆς ἐκείνης ὁδοῦ, ἀκούσωμεν τοῦ Κυρίου λέγοντος· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ ζητήσουσιν εἰσελθεῖν καὶ οὐχ εὑρήσουσι. Καὶ πολλὰ ἕτερα ὁ Κύριος καὶ πάντες οἱ θεοφόροι ὅμοια τούτοις βοῶσι.