Ταύτης τὰ βαδίσματα σκυθρωπά, ἀλλ᾽ ἡ ἀνταπόδοσις χαρά. Ταύτης τὰ βαδίσματα στενά, ἀλλὰ τὸ κατάλυμα εὐρύχωρον. Ταύτης τὰ βαδίσματα μετάνοια, νηστεία, προσευχή, ἀγρυπνία, ταπεινοφροσύνη, πτωχεία πνευματική, περιφρόνησις σαρκός, ἐπιμέλεια ψυχῆς, χαμοκοιτία, ἀλουσία, ξηροφαγία, πεῖνα, δίψα, γυμνότης, ἐλεημοσύνη, δάκρυα, πένθος, στεναγμός, γονυκλισίαι, ἀτιμίαι, διωγμοί, ἁρπαγαί, κολαφισμοί, κόποι διὰ τῶν χειρῶν, κίνδυνοι, ἐπιβουλαί, τὸ λοιδορεῖσθαι καὶ ὑπομένειν, τὸ μισεῖσθαι καὶ μὴ μισεῖν, τὸ κακὰ πάσχειν καὶ καλὰ ἀποδιδόναι, τὸ ἀφιέναι τοῖς ὀφειλέταις τὰ ὀφειλήματα, τὸ τιθέναι τὴν ψυχὴν ὑπὲρ τῶν φίλων, τέλος δέ, τὸ ἐκχέαι τὸ αἷμα ὑπὲρ τοῦ Χριστοῦ, ὅταν ὁ καιρὸς ἀπαιτῇ. Ταύτης τῆς στενῆς πύλης καὶ τεθλιμμένης ὁδοῦ τὰ βαδίσματα εἴ τις ἔχει, μακαρίαν λήψεται τὴν ἀνταπόδοσιν τὴν τῶν οὐρανῶν βασιλείαν, ἧς οὐκ ἔστι τέλος ποτέ.