Βλέπετε δὲ μή τις τολμήσῃ εἰπεῖν ὅτι οὐχ ἥμαρτον. Ὁ λέγων τοῦτο τυφλός ἐστι, μυωπάζων καὶ ἑαυτὸν φρεναπατῶν, καὶ οὐκ οἶδε πῶς κλέπτει αὐτὸν ὁ Σατανᾶς καὶ ἐν λόγοις καὶ ἐν ἔργοις, καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῶν ὀφθαλμῶν καὶ διὰ τῆς ἁφῆς καὶ διὰ τῶν λογισμῶν. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν, καὶ πάσας τὰς αἰσθήσεις αὐτοῦ καθαράς; Διότι οὐδεὶς ἀναμάρτητος· οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ᾽ ἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ. Οὐδεὶς ἀνυπεύθυνος παντελῶς ἐν ἀνθρώποις, εἰ μὴ μόνος ὁ δι᾽ ἡμᾶς πτωχεύσας, πλούσιος ὤν. Αὐτὸς μόνος ἀναμάρτητος, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, ὁ μὴ βουλόμενος τὸν θάνατον τῶν ἁμαρτωλῶν, ὁ φιλάνθρωπος, ὁ πολυεύσπλαγχνος, ὁ ἐλεήμων, ὁ ἀγαθός, ὁ φιλόψυχος, ὁ παντοδύναμος, ὁ σωτὴρ πάντων ἀνθρώπων, ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν, ὁ τῶν μετανοούντων Θεός, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ὁ τῶν χειμαζομένων σωτήρ, ἡ βοήθεια τῶν ἀβοηθήτων, ἡ ὁδὸς τῆς ζωῆς, ὁ πάντας πρὸς μετάνοιαν καλῶν καὶ μηδένα τῶν μετανοούντων ἀποστρεφόμενος.