Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εὐχαὶ εἰς τὴν Θεοτόκον
Πρώτες ικετήριες ευχές προς τη Θεοτόκο
Ακολουθία εναρκτήριων ευχών με επίκεντρο τον καθαρισμό από τα πάθη, την εξομολόγηση των αμαρτιών και την παράκληση για πνευματική καθοδήγηση.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πρώτες ικετήριες ευχές προς τη Θεοτόκο
Ακολουθία εναρκτήριων ευχών με επίκεντρο τον καθαρισμό από τα πάθη, την εξομολόγηση των αμαρτιών και την παράκληση για πνευματική καθοδήγηση.
〈Εὐχαὶ τῆς Θεοτόκου〉 Εὐχὴ τῆς ὑπεραγίας Θεοτόκου Παναγία Δέσποινα Θεοτόκε, ἡ μόνη καθαροτάτη καὶ ψυχὴν καὶ σῶμα, ἡ μόνη πάσης ἐπέκεινα καθαρότητος καὶ σωφροσύνης καὶ παρθενίας, ἡ μόνη κατοικητήριον ὅλη γενομένη τῆς ὅλης χάριτος τοῦ παναγίου Πνεύματος, κἀντεῦθεν καὶ αὐτὰς τὰς ἀΰλους Δυνάμεις ἀσυγκρίτως ὑπερβαλοῦσα τῇ καθαρότητι καὶ τῷ ἁγιασμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος, ἔπιδε ἐπ᾽ ἐμὲ τὸν ἐναγῆ καὶ ἀκάθαρτον καὶ ῥερυπωμένον καὶ ψυχὴν καὶ σῶμα τῷ μολυσμῷ τῆς ἐμπαθοῦς καὶ ἐνηδόνου ζωῆς μου· κάθαρόν μου τὴν ἐμπαθῆ διάνοιαν· ἅγνισόν μου καὶ διόρθωσόν μου τοὺς πεπλανημένους καὶ τετυφλωμένους λογισμούς· ῥύθμισον καὶ παιδαγώγησόν μου τὰς αἰσθήσεις· ἐλευθέρωσόν με τῆς τυραννούσης κακίστης καὶ αἰσχρᾶς συνηθείας τῶν ἀκαθάρτων προλήψεων καὶ παθῶν· στῆσόν μου πᾶσαν τὴν κατ᾽ ἐνέργειαν ἁμαρτίαν, καὶ δώρησαι νῆψιν καὶ διάκρισιν τῷ ἐσκοτισμένῳ καὶ ταλαιπώρῳ μου νῷ πρὸς διόρθωσιν τῶν οἰκείων σφαλμάτων τε καὶ πτωμάτων, ἵνα τοῦ σκότους τῆς ἁμαρτίας ἀπαλλαγεὶς καταξιωθῶ δοξάζειν καὶ ὑμνεῖν σε ἐν παρρησίᾳ τὴν μόνην ἀληθινὴν Μητέρα τοῦ ἀληθινοῦ φωτὸς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὅτι μόνη σὺν αὐτῷ καὶ δι᾽ αὐτὸν εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις ὑπὸ πάσης τῆς ἀοράτου καὶ ὁρατῆς κτίσεως, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ τῆς Θεοτόκου Παρθένε Δέσποινα Θεοτόκε, κεχαριτωμένη Θεογεννήτρια, ὑπερευλογημένη Θεοχαρίτωτε, δοχεῖον τῆς θεότητος τοῦ μονογενοῦς Υἱοῦ τοῦ ἀθανάτου καὶ ἀοράτου Πατρός, κλῖνον τὸ οὖς σου καὶ ἐπάκουσόν μου τῶν ἐκ ῥυπαρῶν καὶ ἀκαθάρτων χειλέων μου ἐκπεμπομένων ῥημάτων. Ἰδοὺ γὰρ ἐκ ψυχῆς συντετριμμένης καὶ τεταπεινωμένης διανοίας τῇ σῇ προσέδραμον εὐσπλαγχνίᾳ. Μὴ οὖν παρίδῃς με τὸν ἄθλιον, μηδὲ ἐάσῃς με ἀπολέσθαι εἰς τέλος τὸν ἀνάξιον δοῦλόν σου, ἀλλὰ ταῖς μητρικαῖς σου δεήσεσι χρησαμένη, ἴασαι τὴν ταλαίπωρόν μου ψυχήν, τὴν κακῶς συντριβεῖσαν τοῖς πονηροῖς μου πάθεσιν, ἣν ὁ πονηρὸς Ἐχθρὸς ταῖς φιληδόνοις ἁμαρτίαις συντρίψας εἰς γῆν κατεπάτησε.
Διὸ πάσης αἰσχύνης πεπληρωμένος εἰμί, καὶ οὐ τολμῶ, οὐδὲ εὐπροσωπῶ συγχώρησιν τῶν πολλῶν ἁμαρτημάτων καὶ ἀνιάτων τραυμάτων μου ἴασιν παρὰ τοῦ φιλανθρώπου μου Θεοῦ αἰτήσασθαι· ἐμόλυνα γὰρ τὸν ναὸν τοῦ σώματος, καὶ ταῖς ἀτόποις ἐπιθυμίαις δεινῶς αὐτὸν κατεσπίλωσα, καὶ πάσας τὰς αἰσθήσεις ἀθέσμοις πράξεσι κατηχρείωσα. Ὅθεν οὐκ ἔχω παρρησίαν ἐπάραι χεῖρας πρὸς οὐρανόν, ἃς ἐν κακαῖς ἐργασίαις ἐμόλυνα, καὶ χείλη ἀνοῖξαι πρὸς ἱκεσίαν, ἅπερ κατὰ τοῦ πλησίον λοιδορίαις καὶ συκοφαντίαις ἐσπίλωσα.
Διὰ τοῦτο, πάναγνε Δέσποινα, πρὸς τοὺς σοὺς ἀφάτους οἰκτιρμοὺς ἐμαυτὸν ἐπιρρίπτω ἐγὼ ὁ ἄθλιος καὶ ἄσωτος· οὐκ ἔχω γὰρ ἄλλην ἐλπίδα ἢ καταφυγήν, εἰμὴ σὲ καὶ μόνην, τὴν ἐμὴν παραμυθίαν καὶ ὀξεῖαν ἀντίληψιν, τὸ τῆς ἐμῆς ψυχῆς ἀγαλλίαμα, τῆς λύπης ἡ λύσις, τῆς αἰχμαλωσίας ἡ λύτρωσις, τῶν θνητῶν ἡ θέωσις, τὸ ἡμέτερον ἱλαστήριον καὶ προσφύγιον, ἡ ἀνάστασις τῶν πεπτωκότων, ἡ ἀνάπλασις τῆς ἐμῆς ψυχῆς καὶ τοῦ σώματος, τῶν ἁμαρτιῶν μου ἡ ἀπολύτρωσις, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόρρυτος ῥανίς, τῆς ζοφερᾶς μου ψυχῆς ἡ τηλαυγεστάτη λαμπάς, τῆς ἐμῆς γυμνότητος ἡ ἀμφίασις, τῶν ἐμῶν στεναγμῶν ἡ κατάπαυσις, τῶν συμφορῶν μου ἡ μεταποίησις. Εἰς σὲ γὰρ ἐλπίζω, εἰς σὲ καυχῶμαι.
Μὴ μακρύνῃς ἀφ᾽ ἡμῶν τὴν σὴν προστασίαν, ἀλλ᾽ ἐπικούρει, καὶ σκέπε, καὶ πάρεσό γε διὰ παντός. Τέρπεται ταῖς αἰτήσεσί σου ὁ μονογενής σου Υἱός. Καὶ πολλῷ μᾶλλον αὐτός, ἐν δούλοις ἐξετάζεσθαι ἑλόμενος, φυλάξει τὴν χάριν καὶ τὸ ἴδιον δόγμα σοὶ τῇ διακονησαμένῃ τούτῳ τὴν ἀπόρρητον γέννησιν. Ὅθεν καὶ χαίρει ταῖς παρακλήσεσί σου, οἰκείαν τὴν σὴν ἡγούμενος δόξαν, καὶ χρεωστικῶς ἐκπληροῖ τὰς αἰτήσεις σου. Μόνον μὴ παρίδῃς με τὸν πανάθλιον, μηδὲ αἱ τῶν πράξεών μου ἀτοπίαι τὸ σὸν ἀμέτρητον ἀνακόψωσιν ἔλεος, Θεοτόκε μου, τὸ ὑπερπόθητον ὄνομα· οὐδὲν γὰρ τῆς σῆς βοηθείας ὀχυρώτερον τρόπαιον.
Σοὶ τοίνυν, Πανάμωμε καὶ Μεσίτρια τοῦ κόσμου, ἐν μετανοίᾳ προσπίπτω, τὴν ἐν ἀνάγκαις ταχεῖαν βοήθειαν, τὴν μετὰ Θεὸν ἐπίκουρον καὶ ἀσφαλῆ καὶ κραταιὰν προστασίαν μου. Ὁ πολλοῖς ὑπεύθυνος πλημμελήμασιν ἐκ βάθους κράζω σοι τῆς καρδίας μου· ἐλέησόν με, φιλάγαθε καὶ φιλεύσπλαγχνε, τὸν πάσης δυσωδίας καὶ ῥᾳθυμίας πεπληρωμένον, καὶ πρόσδεξαί μου τὴν οἰκτρὰν ταύτην καὶ εὐτελῆ δέησιν. Εἰ καὶ ῥᾳθύμως καὶ ἀμελῶς σοι προσήνεγκα, ἀλλ᾽ εὐπρόσδεκτον ταῖς μητρικαῖς σου δεήσεσι τῷ σῷ Υἱῷ καὶ Θεῷ ἀπέργασαί με, ἀξιοῦσά με τῆς τῶν οὐρανῶν βασιλείας, αἰνοῦντα καὶ εὐλογοῦντα τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εὐχὴ τῆς Θεοτόκου Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν Σωτῆρα Χριστὸν καὶ Θεὸν ἡμῶν ἡ κυήσασα, εἰς σὲ τὴν ἐλπίδα μου ἀνατίθημι ἅπασαν, καὶ ἐν σοὶ πέποιθα, τὴν ὑψηλοτέραν πασῶν τῶν οὐρανίων Δυνάμεων. Σύ μοι, Πανάχραντε, τῇ θείᾳ σου περιφρούρησον χάριτι. Κυβέρνησόν μου τὴν ζωήν, καὶ πρὸς τὸ ἅγιον θέλημα τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν καθοδήγησον.
Σύ μοι δώρησαι πταισμάτων τὴν ἄφεσιν. Γενοῦ μοι καταφυγή, σκέπη καὶ ἀντίληψις καὶ χειραγωγὸς εἰς τὴν αἰώνιον ζωὴν διαβιβάζουσα. Ἐν ὥρᾳ δὲ τῇ φοβερᾷ τῇ τοῦ θανάτου μου, Δέσποινά μου, μὴ ἐγκαταλίπῃς με, ἀλλ᾽ εἰς τὴν βοήθειάν μου τάχυνον, καὶ τῆς πικρᾶς τυραννίδος τῶν δαιμόνων ἐξάρπασον· ἔχεις γὰρ τῇ βουλῇ σου τὸ δύνασθαι, ὡς ἀληθῶς Μήτηρ τοῦ Θεοῦ καὶ πάντων δεσπόζουσα.
Δέχου, πανευμενεστάτη Παναγία Δέσποινα Θεομῆτορ, τίμια δῶρα καὶ σοὶ μόνῃ ἁρμόζοντα παρ᾽ ἡμῶν τῶν ἀναξίων δούλων σου, ἡ πασῶν γενεῶν ἐκλελεγμένη, ἡ πάσης κτίσεως οὐρανίων καὶ ἐπιγείων ὑψηλοτέρα φανεῖσα, ἐπεὶ διὰ σοῦ τὸν Υἱὸν τοῦ Θεοῦ ἐγνωρίσαμεν, 〈καὶ〉 διὰ σοῦ γέγονε Κύριος τῶν Δυνάμεων μεθ᾽ ἡμῶν, καὶ ἠξιώθημεν τοῦ ἁγίου αὐτοῦ σώματος καὶ αἵματος. Μακαρία σὺ εἶ ἐν γενεαῖς γενεῶν, Θεομακάριστε, ἡ τῶν Χερουβεὶμ λαμπροτέρα, καὶ τῶν Σεραφεὶμ ἐνδοξοτέρα.
Καὶ νῦν, πανύμνητε Παναγία Θεοτόκε, μὴ παύσῃ πρεσβεύουσα ὑπὲρ ἡμῶν τῶν ἀναξίων δούλων σου ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης ἐπιβουλῆς τοῦ Πονηροῦ καὶ ἀπὸ πάσης περιστάσεως, καὶ τηρεῖσθαι ἀτρώτους ἀπὸ πάσης ἰοβόλου προσβολῆς· ἀλλὰ καὶ μέχρι τέλους ταῖς ἱκεσίαις σου ἀκατακρίτους ἡμᾶς διαφύλαξον, ὅπως τῇ σῇ ἀντιλήψει καὶ βοηθείᾳ διασῳζόμενοι δόξαν καὶ αἶνον καὶ εὐχαριστίαν καὶ προσκύνησιν διὰ παντὸς τῷ ἐν Τριάδι μόνῳ Θεῷ καὶ πάντων δημιουργῷ ἀναπέμπωμεν.
Δέσποινα ἀγαθὴ καὶ πανευγενεστάτη τοῦ ἀγαθοῦ καὶ παναγάθου καὶ ὑπεραγάθου Θεοῦ Μῆτερ, ἔπιδε ἐπὶ τὴν προσευχὴν τοῦ ἀναξίου καὶ ἀχρείου δούλου σου [καὶ] ἱλέῳ σου ὄμματι, καὶ κατὰ τὸ πολὺ ἔλεος τῆς ἀφάτου σου εὐσπλαγχνίας ποίησον μετ᾽ ἐμοῦ, καὶ πάριδέ μου τὰ πλημμελήματα, τά τε ἐν λόγῳ, τά τε ἐν ἔργῳ, τὰ κατὰ πᾶσαν αἴσθησιν, ἑκούσιά τε καὶ ἀκούσια, ἐν γνώσει καὶ ἀγνοίᾳ, καὶ ὅλον με καινοποίησον, ναὸν κατασκευάζουσα τοῦ παναγίου καὶ ζωοποιοῦ καὶ ἀρχικωτάτου Πνεύματος, ὃ κατῴκησε καὶ ἐπεσκίασεν ἐν τῇ παναχράντῳ νηδύϊ σου, ἡ τοῦ Ὑψίστου δύναμις· σὺ γὰρ εἶ βοηθὸς τῶν καταπονουμένων, προστάτις τῶν κινδυνευόντων, σωτὴρ τῶν χειμαζομένων, λιμὴν τῶν ἐν ζάλῃ, ἐπίκουρος καὶ ἀντιλήπτωρ τῶν περιστατουμένων.
Δώρησαι κατάνυξιν τῷ δούλῳ σου, γαλήνην λογισμῶν, εὐστάθειαν νοός, σώφρονα νοῦν, νῆψιν ψυχῆς, φρόνημα ταπεινόν, κατάστασιν ἁγιοπρεπῆ καὶ νηφάλιον, ἦθος συνετὸν καὶ κατεσταλμένον, σύμβολα φαῖνον τῆς ἔνδον ψυχῆς τε τὴν εὐταξίαν καὶ τὴν εἰρήνην, ἣν ὁ Κύριος ἡμῶν τοῖς οἰκείοις μαθηταῖς ἐχαρίσατο.
Ἀφίκοιτό μου ἡ δέησις εἰς ναὸν ἅγιόν σου, καὶ εἰς κατοικητήριον δόξης σου. Σταλαξάτωσάν μου οἱ ὀφθαλμοὶ πηγὰς δακρύων, ἵνα ἀποπλύνῃς με τοῖς οἰκείοις δάκρυσι, καὶ ἀποσμήξῃς τοῖς νασμοῖς τῶν δακρύων μου, καθαίρουσά με τοῦ ῥύπου τῶν παθῶν. Τὸ χειρόγραφον ἀπάλειψον τῶν ἐμῶν πλημμελημάτων. Διασκέδασον τὰ νέφη τῆς ἀθυμίας μου, τῶν λογισμῶν τὴν ὁμίχλην καὶ ταραχήν. Τῶν παθῶν τὴν καταιγίδα καὶ θύελλαν μακρὰν ποίησον ἀπ᾽ ἐμοῦ, καὶ ἐν ἀταραξίᾳ καὶ γαλήνῃ με διαφύλαξον. Πλάτυνον τὴν καρδίαν μου πλατυσμῷ πνευματικῷ. Εὔφρανον καὶ χαροποίησόν με χαρὰν ἀνεκλάλητον καὶ εὐφροσύνην διηνεκῆ, ὅπως τὰς ὁδοὺς τὰς εὐθείας τῶν ἐντολῶν τοῦ Υἱοῦ σου εὐθυδρόμως δραμοῦμαι, καὶ πορεύσομαι ἀκαταγνώστῳ συνειδότι καὶ ἀπροσκόπῳ διαγωγῇ. Δὸς δὲ καὶ εὐχὴν ἐμοὶ καθαρὰν τῷ εὐχομένῳ πρὸς σέ, ἵνα ἀθολώτῳ νοῒ καὶ ἀρρεμβάστῳ διαλογισμῷ μελετῶ διηνεκῶς ἀκορέστῳ ψυχῇ, ἐν νυκτὶ καὶ ἡμέρᾳ, τὰ τῶν θείων Γραφῶν λόγια, καὶ ψάλλω ἐν ἐξομολογήσει, καὶ ἀγαλλιάσει καρδίας προσεύχωμαι εἰς δόξαν καὶ τιμὴν καὶ μεγαλωσύνην τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.