Ἔργον
Ἐφραίμ ὁ Σύρος – Εὐχαὶ εἰς τὴν Θεοτόκον
Παράκληση για μετάνοια, φωτισμό και προστασία κατά την έξοδο
Εκτενείς δεήσεις για τη χορήγηση πνευματικού φωτισμού, την άφεση των πταισμάτων και τη μεσιτεία της Θεοτόκου κατά την ώρα του θανάτου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Παράκληση για μετάνοια, φωτισμό και προστασία κατά την έξοδο
Εκτενείς δεήσεις για τη χορήγηση πνευματικού φωτισμού, την άφεση των πταισμάτων και τη μεσιτεία της Θεοτόκου κατά την ώρα του θανάτου.
Εὐχὴ τῆς Θεοτόκου Δέσποινα πανύμνητε καὶ πανάγαθε, ἡ τοῦ ἐλέους πηγή, ἡ τῆς φιλανθρωπίας ἄβυσσος, τὸ ὕδωρ τὸ ζῶν, ἡ τῶν ἁμαρτανόντων προστάτις καὶ τῶν χειμαζομένων λιμήν· ἡ τὸν Θεὸν ἀσπόρως ἐν γαστρὶ δεξαμένη καὶ ἀξιωθεῖσα γενέσθαι Μήτηρ Θεοῦ· ἡ ἄμπελος ἡ ἀληθινή, ἡ μανναδόχος στάμνος, ἡ τῶν πιπτόντων ἀνόρθωσις, ἡ πάντων καταφυγὴ καὶ παντὸς τοῦ κόσμου ζωή, τὸν ἐναγῆ, τὸν φιλόπορνον καὶ φιλοτάραχον, τὸν ἀμελῆ τῇ γνώμῃ καὶ πράξει καὶ προαιρέσει ἀσώτως τὸν βίον μου δαπανήσαντα, [ἀλλ᾽] ὡς Θεοῦ Μήτηρ φιλάνθρωπός τε καὶ συμπαθής, μὴ βδελύξῃ με τὸν ἁμαρτωλὸν καὶ ἄσωτον, ἀλλὰ προφθάνουσα τὴν ἐκ ῥυπαρῶν χειλέων μου φερομένην σοι πρόσδεξαι δέησιν, ἵλεών μοι τὸν Κριτὴν ἀπεργασαμένη ταῖς εὐπροσδέκτοις καὶ παναγάθοις δεήσεσί σου τῆς ἀληθῶς πανάγνου καὶ Θεομήτορος.
Ἄνοιξόν μοι σπλάγχνα τοῦ φιλοικτίρμονος Υἱοῦ σου· παριδεῖν ἱκέτευσόν μου τὰ πταίσματα· ἴθυνόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν· καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀνάδειξόν με· καὶ μὴ ἐάσῃς με γενέσθαι κτῆμα ἢ βρῶμα τοῦ ψυχοφθόρου Σατᾶν, ἀλλ᾽ ἐγκαίνισόν με τῇ μεσιτείᾳ σου, τὸν πολλαῖς ἤδη παλαιωθέντα ταῖς ἁμαρτίαις, καὶ τόνδε τὸν ῥακώδη μου βίον κατεύθυνον, ἵνα σε μεσῖτιν ἔχων τὴν ὑπεράγαθον ἀμέμπτως τῷ Κριτῇ παραστήσωμαι, καὶ τὴν φοβερὰν ἐκφύγοιμι κόλασιν, καὶ τῆς αὑτοῦ δόξης κληρονόμον ἀναδείξῃς τῇ μεσιτείᾳ σου, ἧς καὶ τύχω, Πανάμωμε, τὸν Ποιητήν μου καθικετεύουσα· ᾧ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας. Ἀμήν.
Παρθένε Δέσποινα, ἡ Μήτηρ τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ, οἶδα ὅτι ἀκάθαρτός εἰμι καὶ βέβηλος καὶ ἐναγὴς καὶ ἀνάξιος, ὅτι ὑπερῆραν τὴν κεφαλήν μου αἱ ἀνομίαι μου· ἐπληθύνθησαν γὰρ ὑπὲρ ἀριθμὸν ψάμμου θαλάσσης· προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπες τῆς ψυχῆς μου ἐκ τῶν πολλῶν μου κακῶν. Ἀλλὰ προσέρχομαί σοι μετανοῶν καὶ προσπίπτων σοι, ἐξομολογούμενος πάντα μου τὰ δεινὰ ἁμαρτήματα. Σὲ τὴν τοῦ Θεοῦ Μητέρα πολλάκις παρώργισα, ῥυπούμενος ταῖς ἀκαθαρσίαις μου. Ἐλέησόν με ἡ πάντας ἐλεοῦσα φιλανθρώπως, καὶ συγχώρησόν μοι, καὶ μὴ βδελύξῃ με, Δέσποινα, μηδὲ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ἀποστραφῶ τεταπεινωμένος, οἴμοι, οἴμοι, ἀπὸ σοῦ! Μή, Δέσποινα, μὴ ἐπιχαρῶσί με ἐν τούτῳ, οἴμοι, οἴμοι, οἱ ἐχθροί μου! Διέγειρόν μου τὸν λογισμόν [μου] πρὸς μετάνοιαν, καὶ χειραγώγησόν με πρὸς σωτήριον ὁδόν, ἣν εὑρὼν καὶ ὁδεύσας σχῶ σε συνοδοιπόρον, καὶ τῇ σῇ ὁδηγίᾳ σωθήσομαι.
Ναί, Δέσποινα, Μήτηρ τοῦ φιλανθρώπου Θεοῦ, σύντριψον τὴν καρδίαν μου, καὶ ταπείνωσον αὐτήν, καὶ ἔμπλησον τοὺς ὀφθαλμούς μου δακρύων πνευματικῶν, καὶ φώτισον αὐτοὺς τῷ φωτὶ τῶν σῶν πρεσβειῶν, ἵνα μὴ ὑπνώσω εἰς θάνατον.
Ῥάντισόν με τῷ ὑσσώπῳ τοῦ ἐλέους σου καὶ καθάρισόν με· πλῦνόν με τῇ σῇ χάριτι τοῖς ἐμοῖς δάκρυσι, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ναί, ἡ Μήτηρ τοῦ Κυρίου μου Ἰησοῦ Χριστοῦ, δέξαι μου τὴν οἰκτρὰν ταύτην ἐξομολόγησιν καὶ δέησιν, καὶ πρόστηθι τῆς ἐμῆς διανοίας, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου ἀσκανδάλιστον ἐν μετανοίᾳ διατήρησον· καὶ ἐν τῷ καιρῷ τῆς ἀπὸ τοῦ σώματος ἐξόδου τῆς ταπεινῆς μου ψυχῆς, ὅταν τοῖς Ἐχθροῖς ἐν πύλῃ μέλλω λαλεῖν, οἴμοι, τότε φάνηθί μοι, Δέσποινα, ἱλέῳ σου ὄμματι, καὶ ἐλευθέρωσόν με ἐκ τῶν πικρῶν συλλογιστῶν καὶ δεινῶν φορολόγων τοῦ ἄρχοντος τοῦ αἰῶνος τούτου. Γενοῦ μοι συνήγορος, καὶ ἀφάνισον πάντα τὰ τῶν ἁμαρτιῶν μου χειρόγραφα τότε, καὶ προσάγαγέ με ἀκαταίσχυντον καὶ σεσωσμένον τῷ βήματι τοῦ σοῦ Υἱοῦ καὶ τοῦ ἀνάρχου Πατρὸς αὐτοῦ καὶ τοῦ παναγίου Πνεύματος, τῆς μιᾶς καὶ ἀρχιφώτου καὶ ὁμοουσίου Τριάδος.
Φιλάγαθε Μῆτερ τοῦ φιλανθρώπου καὶ ἐλεήμονος Θεοῦ, ἡ ἐλεήμων καὶ ἀγαθὴ τοῦ ἀγαθοῦ καὶ οἰκτίρμονος γαλουχός, 〈τοῦ ἐκ σοῦ βρεφουργηθέντος ὑπερφυῶς,〉 Παρθένε Δέσποινα, κλῖνον τὸ οὖς σου καὶ ἐπάκουσόν μου ἐκ τοῦ ὕψους τῆς δόξης σου. Τὰ ῥήματά μου ἐνώτισον, Πάναγνε· σύνες τῆς ἐκ βάθους κραυγῆς μου· πρόσχες τῇ φωνῇ τῆς ἐπιπόνου δεήσεώς μου, ἡ βοηθός μου 〈καὶ ἐλπίς〉. Δός μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου, ἡ παρασχοῦσά μοι τὸ ζῆν τῇ μεσιτείᾳ σου, ὅπως ἂν ἐξαγγείλω τὰ μεγαλεῖά σου, πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐκ ἔστιν ἐκεῖ ἐξομολογήσασθαι, μετὰ τὸν ἐνθένδε πικρὸν συγκλεισμόν. Ἡμάρτηκα, Πάναγνε, ἡμάρτηκα· καὶ τὰς ἀνομίας μου ἐγὼ γινώσκω· καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός. Ἐπίβλεψον εἰς τὴν τελευταίαν μου ταύτην προσευχὴν καὶ ἐξομολόγησιν τοῦ δούλου σου. Παράσχου μοι πηγὰς ἐπιπόνων δακρύων, ψυχῆς ἐσπιλωμένης καθάρσιον λουτρόν. Ἀπόπλυνον τῶν ἁμαρτιῶν μου τὸν βόρβορον. Ἐμφύτευσον ἐν τῇ πετρώδει καρδίᾳ μου τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὸν φόβον τὸν ἅγιον. Εἰσέλθῃ εἰς τὰ ἐντός μου, δι᾽ οὗ ὠδινήσω ἐκ κατωδύνου ψυχῆς μου [καὶ] καθάρσιον δάκρυον καὶ ἀποκυηθήσεταί μοι πνεῦμα σωτήριον.
Ἡλίου τοῦ 〈νοητοῦ〉 φαεινοτάτη νεφέλη, λάμψον μοι φῶς νοερὸν τῷ 〈ζοφώδει καὶ σκοτεινῷ〉 νοΐ μου, διασχίζουσα καὶ ἀπελαύνουσα τὴν παχεῖαν ὁμίχλην τῶν πονηρῶν λογισμῶν μου, ὅπως ἂν ἐν γαλήνῃ καὶ φωτὸς ἱλαρότητι τῆς σῆς ἐπιλάμψεως καὶ ἐπισκοπῆς θυσίαν θύσω ὁλόκληρον καὶ δεκτὴν [θυσίαν], ἣν ἐπηγγείλατο ὁ Υἱός σου καὶ Θεός μου, ὁ μὴ καλέσαι δικαίους ἐλθών, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν, κἀμὲ τὸν ἀνάξιον τῇ σῇ μεσιτείᾳ προσδέξηται.
Πολλοὶ τῶν ἁμαρτησάντων ἐξ αἰῶνος, ὑπεράγαθε Δέσποινα, πολλοὶ τῶν παραπεσόντων, πολλοὶ τῶν παροργισάντων καὶ μὴ φυλαξάντων τὰς ἐντολὰς τοῦ Υἱοῦ σου, ἀλλ᾽ οὐκ ἔστιν οὐδείς, ὃν οὐχ ὑπερῆρεν ἡ πληθὺς τῶν ἐμῶν ἐν γνώσει ἀνομιῶν· πᾶσα γὰρ παλαιὰ καὶ καινὴ Διαθήκη τάς τε τῶν δικαίων ἐσάλπισεν ἀρετὰς καὶ τῶν ἁμαρτωλῶν καὶ ἀνόμων ἐστηλίτευσεν ἀνοσιουργίας καὶ πράξεις, ἀλλὰ τὸ ἔνδον κριτήριον τῆς συνειδήσεώς μου βαρυτέραν πάντων συνορᾷ, περιφέρον τὴν ἀπέχθειαν τῶν ἁμαρτιῶν. Πλείω τῶν ἀπ᾽ αἰῶνος τὰ φορτία κακῶν· ὅσον καὶ τὸ ἐν ἀγνοίᾳ κατάκριμα τοῦ ἐν γνώσει κουφότερόν τε καὶ ἐλαφρότερον.
Ἐντολὴν καὶ νόμον ἔλαβεν ὁ Ἀδάμ, καὶ οὐκ ἐφύλαξεν· ἀλλ᾽ οὔπω πεῖραν εἶχε, Πανάχραντε, πτώσεως ἑτέρου καὶ κατακρίσεως. Ἐγὼ δὲ 〈ὁ ἀσελγής, καὶ ἀκρατής, καὶ ἀκόλαστος, ὁ εἰδὼς καὶ γνοὺς πάντα, καὶ σπουδάσας γενέσθαι κακός,〉 τί ἀπολογήσομαι ὁ ἄθλιος; Πάντως οὐδέν. Ὡς γὰρ ἀκρατὴς καὶ ἀκόλαστος, ἔσπευσα γενέσθαι κακός, καὶ διὰ τοῦτο ἀναπολόγητός εἰμι. Πάντων ἀθλίων ἀθλιώτερος γέγονα, τῶν ἐξ Ἀδάμ, τοῦ Κάϊν, τοῦ Λάμεχ, τῶν ἀνοήτων πυργοποιῶν, τῶν πυριβρόχων Σοδομιτῶν, τῶν ἐπὶ Νῶε κατακλυσμῷ· τῶν Αἰγυπτίων μοχθηρῶν κατακρίτων κατακριτώτερος. Πάντων ἀθλίων ἐγὼ ἀθλιώτερος, καὶ τῶν τῆς νέας Διαθήκης ἁμαρτωλῶν ἐμαυτὸν οἶδα ἁμαρτωλότερον. Βαπτισθεὶς γὰρ ῥερύπωμαι, λουσάμενος μεμόλυσμαι, τιμηθεὶς ἀξιώματι χάριτος τὴν ἀτιμίαν τῆς ἁμαρτίας ἐνδέδυμαι· τὴν χάριν ἠχρείωσα τοῦ μοναχικοῦ ἐπαγγέλματος.
Ποῖος ἄρα ἀρκέσει μοι λόγος καὶ χρόνος καὶ τρόπος εἰς κάθαρσιν τῶν τοιούτων μου ἁμαρτημάτων; Τοσοῦτον γάρ, Παναγία, τῶν ἁμαρτημάτων μου τὸ ἀνυπόστατον πέλαγος· τοιαύτη τῶν ἐμῶν κακῶν ἡ ἐπιβουλή. Τίς γένωμαι; Ποίαν ὁδὸν βαδιοῦμαι; Ἡ οὐράνιος ἄβατος· στενόχωρος ἡ ἐπίγειος· ἡ ὑπόγειος δεινή· ἡ ἐν θαλάσσῃ κεκράτηται.
Ὁρᾷς ἀνάγκην ἀνεπινόητον; Βλέπεις ἀπορίαν ἀμήχανον; Ὁ κίνδυνος βίαιος! Μικροῦ καὶ τοῦ λόγου κεκένωταί μου τὸ ὄργανον. Ἡ δυνατὴ τοῦ δυνατοῦ καὶ ζῶντος Θεοῦ Μήτηρ δός μοι χεῖρα βοηθείας ἀπορουμένῳ. Θαυμάστωσον ἐπ᾽ ἐμοὶ τῷ ἀθλίῳ τὰ ἐλέη σου. Ἐξέγειρόν μου τὴν ψυχὴν εἰποῦσα· σωτηρία σου εἰμὶ ἐγώ.
Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ, Ἄχραντε. Δέξαι τὴν δέησιν τοῦ ἀναξίου δούλου σου. Πιστεύω, Πάναγνε, ὅτι δύνασαι τοῦτο ποιῆσαι. Σῶσόν με ἡ ἀπλανὴς τῶν μετανοούντων ὁδός. Δεῖξον ἐν ἐμοὶ τῷ πάντων ἐλεεινῷ καὶ ἀθλίῳ μᾶλλον θαυμασιώτερα τὰ ἐλέη σου, ἡ ἐλπίς, Δέσποινα Θεοτόκε. Σὺ γὰρ γινώσκεις τοὺς λογισμοὺς καὶ τὰς πράξεις μου, καὶ τὴν ἀσθένειαν τῆς ταπεινῆς φύσεως, καὶ σοὶ τὴν ἐμὴν ψυχὴν παριστῶ ῥερυπωμένην πολλαῖς ἁμαρτίαις καὶ λογισμοῖς ἀτόποις. Σὺ βλέπεις, Δέσποινά μου, τὰ ἕλκη μου τῶν τραυμάτων καὶ τὰς πονηρὰς ἐνθυμήσεις.
Σὺ τὴν ἴασιν βράβευσον, ἐπιχέουσα ῥανίδα τῆς σῆς φιλανθρώπου συμπαθείας. Ἐπίβλεψον, Δέσποινά μου Θεοτόκε, καὶ εὐμενῆ ποίησόν μοι τὸν Υἱόν σου καὶ πάντων Βασιλέα, τὸν μέλλοντά μοι δημοσιεύειν ἐνώπιον Ἀγγέλων καὶ ἀνθρώπων τοὺς πονηροὺς λογισμούς μου καὶ τὰς πράξεις. Δέχεταί σε, ὡς Μητέρα φιλάνθρωπον, ὑπὲρ ψυχῆς ἀπεγνωσμένης πρεσβεύουσαν, ὡς καταφυγὴν τῶν ἁμαρτωλῶν ὑπάρχουσαν. Τοιαύτην γὰρ σὲ ἔθετο ἀντίληψιν καὶ καταφυγὴν καὶ βοηθὸν τοῖς κατ᾽ ἐμὲ ἁμαρτωλοῖς ὁ Υἱὸς καὶ Θεός σου· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.