Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εὐχαὶ εἰς τὴν Θεοτόκον

Ἐφραίμ ὁ Σύρος

Βιβλικές προτυπώσεις και εκτενής εξομολόγηση αδυναμιών

Σύνθεση ύμνων και ικεσιών με αναφορές στο μυστήριο της Ενσαρκώσεως, συνοδευόμενη από εκτενή περιγραφή της πνευματικής αδυναμίας του ικέτη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 8 από 10

Εὐχὴ τῆς Θεοτόκου Παρθένε Δέσποινα Θεοτόκε, ἡ κοινὴ σωτηρία τοῦ τῶν Χριστιανῶν γένους. Σὺ μέν, ὥσπερ Μήτηρ, οὐ διέλιπες προνοουμένη ἡμᾶς, ἀλλ᾽ ὡς φιλόπαις ὁμοῦ καὶ φιλόστοργος, οὕτως ἀεὶ τὰς σὰς εὐεργεσίας ἐπιχορηγεῖς ἡμῖν, διασῴζουσα, περισκέπουσα, φυλάττουσα, κινδύνων [μου] ἐλευθεροῦσα, πειρασμῶν ἀπαλλάττουσα, ἁμαρτιῶν τοῦ πλήθους ἐλευθεροῦσα· ἡμεῖς δὲ ἀντὶ τούτων εὐχαριστοῦμεν, ἀνακηρύττομεν τὰς χάριτας, οὐ κρύπτομεν τὰς εὐεργεσίας, ᾄδομεν μεγαλοφώνως τὰ σὰ θαυμάσια, τὴν κηδεμονίαν δοξάζομεν, τὴν πρόνοιαν μεγαλύνομεν, τὴν προστασίαν ὑμνοῦμεν, τὴν εὐσπλαγχνίαν δοξολογοῦμεν· καὶ ἐπὶ μὲν τοῖς παρελθοῦσι, μεμνημένοι τῶν σῶν μεγάλων δωρεῶν, καὶ ἐξ ὅσων κινδύνων ἐρρύσθημεν διὰ σοῦ, ταύτην σοι τὴν εὐχαριστήριον ᾠδὴν ὡς χρέος προσάγομεν, οὐκ ἀντάξιον μὲν οὖσαν ταῖς σαῖς εὐεργεσίαις—τί γὰρ εἴη τούτων ἀντάξιον; —ὅμως θαρροῦντες ἱκετεύομεν τὴν σὴν εὐσπλαγχνίαν οἶκτον λαβεῖν τῶν σῶν οἰκετῶν, καὶ στῆναι πρεσβείαν πρὸς τὸν ἐκ σοῦ τεχθέντα Θεὸν ἡμῶν, τοῦ ἐξελέσθαι ἡμᾶς ἐκ τῆς αἰωνίου κολάσεως, ὅπως δοξάζωμεν τὸ πανάγιον ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας.

Ὁρᾷς, ὦ Παναγία Δέσποινα Θεοτόκε, ὅσοις κακοῖς περιέχει ἡμᾶς ὁ πονηρὸς καὶ παγκάκιστος Δαίμων; Ἰδού, εἰς πάθη πάμπολλα καὶ ἀνεκδιήγητα ἡμᾶς ἐπιτρέπει! Ἀνάστηθι οὖν καὶ μὴ ἀπώσῃ εἰς τέλος. Ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφῃς, καὶ ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; Διάλυσον τοῦ Πονηροῦ τὰ ἔνεδρα, ἄνελε τοὺς ἡμᾶς πολεμοῦντας, παῦσον τὴν καθ᾽ ἡμῶν ἐπεγειρομένην διὰ τῶν πολλῶν [μου] πταισμάτων τοῦ Θεοῦ ὀργὴν τῇ σῇ μεσιτείᾳ· ἵνα ταῖς πολλαῖς εὐεργεσίαις προστεθείσης καὶ ταύτης δοξάζωμεν τὸ πανάγιον ὄνομα τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν, ἅμα τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, σὺν τῷ ἀνάρχῳ καὶ θείῳ 〈Πνεύματι〉.

Δέσποινα Θεοτόκε, ἡ τὸν Σωτῆρα Χριστόν, τὸν Θεὸν ἡμῶν, ἡ κυήσασα, εἰς σὲ τὴν ἐλπίδα μου ἀνατίθημι ἅπασαν, καὶ ἐν σοὶ πέποιθα τὴν ὑψηλοτέραν πασῶν τῶν ἐπουρανίων δυνάμεων. Σύ με, Πανάχραντε, τῇ θείᾳ σου περιφρούρησον χάριτι, καὶ κυβέρνησόν μου τὴν ζωήν, καὶ πρὸς τὸ ἅγιον θέλημα τοῦ Υἱοῦ σου καὶ Θεοῦ ἡμῶν καθοδήγησον. Σύ μοι δώρησον τὴν τῶν πταισμάτων ἄφεσιν. Γενοῦ καταφυγή, σκέπη καὶ ἀντίληψις καὶ χειραγωγὸς εἰς τὴν αἰώνιον ζωὴν διαβιβάζουσα· καὶ ἐν ὥρᾳ δὲ τοῦ θανάτου, Δέσποινα, Δέσποινα, μὴ ἐγκαταλίπῃς με, ἀλλὰ εἰς τὴν ἐμὴν βοήθειαν τάχυνον, καὶ τῆς πικρᾶς τυραννίδος τῶν δαιμόνων ἐξάρπασον· ἔχεις γὰρ 〈σύνδρομον〉 τῇ βουλήσει τὸ δύνασθαι, ὡς ἀγαθὴ Μήτηρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν [αὐτῷ], σὺ μόνη, Δέσποινα Θεοτόκε, ὑψηλοτάτη ἐπὶ πᾶσαν τὴν γῆν· ἡμεῖς δὲ σέ, Θεόνυμφε, πίστει εὐλογοῦμεν, πόθῳ γεραίρομεν καὶ φόβῳ προσκυνοῦμεν, ἀεί σε μεγαλύνοντες καὶ σεπτῶς μακαρίζοντες. Σὺ γὰρ τιμὴ τῶν τιμῶν καὶ γέρας γερῶν καὶ ὑψωμάτων ὕψωμα.

Ἀλλ᾽, ὦ Δέσποινα, τὸ ἐμὸν ἐκ Θεοῦ ψυχαγώγημα, τοῦ ἐν ἐμοὶ καύσωνος ἡ θεία δρόσος, τῆς ξηρανθείσης μου καρδίας ἡ θεόρρυτος ῥανίς, τῆς ζοφερᾶς μου ψυχῆς ἡ τηλαυγεστάτη λαμπάς, τῆς ἐμῆς ἀπορίας ἡ ποδηγία, τῆς ἀσθενείας ἡ δύναμις, τῆς γυμνώσεως ἡ ἀμφίασις, τῆς πτωχείας ὁ πλοῦτος, τῶν ἀνιάτων τραυμάτων τὸ ἴαμα, ἡ τῶν δακρύων ἀναίρεσις, τῶν στεναγμῶν ἡ κατάπαυσις, τῶν συμφορῶν ἡ μεταποίησις, τῶν ὀδυνῶν ὁ κουφισμός, τῶν δεσμῶν μου ἡ λύσις, τῆς σωτηρίας μου ἡ ἐλπίς. Εἰσάκουσόν μου τῶν προσευχῶν, οἰκτείρησόν μου τοὺς στεναγμούς, καὶ πρόσδεξαί μου τοὺς ὀδυρμούς. Ἐλέησόν με ἐπικαμφθεῖσα τοῖς ἐμοῖς δάκρυσι. Σπλαγχνίσθητι ἐπ᾽ ἐμοί, ὡς Μήτηρ τοῦ φιλανθρώπου Θεοῦ. Ἐπίβλεψον καὶ κατάνευσον πρὸς τὴν ἐμὴν ἱκεσίαν. Ἐκπλήρωσόν μου τὸ ἐκδιψώμενον καταθύμιον, καὶ σύναψόν με τῇ συγγόνῳ καὶ συνδούλῃ, ἐν τῇ γῇ τῶν πραέων, ἐν σκηναῖς τῶν δικαίων, ἐν χορῷ τῶν ἁγίων, καὶ ἀξίωσόν με ἡ πάντων προστασία, καὶ πάντων χαρά, καὶ φαιδρὰ θυμηδία, συνευφρανθῆναί σοι.

Ταῦτα δέομαί σου ἐν τῇ χαρᾷ ἐκείνῃ τῇ ἀνεκφράστῳ ὄντως τοῦ ἐκ σοῦ γεννηθέντος Θεοῦ καὶ Βασιλέως, καὶ ἐν τῷ νυμφῶνι αὐτοῦ τῷ ἀφράστῳ, καὶ τῇ τρυφῇ τῇ ἀλήκτῳ καὶ ἀκορέστῳ, καὶ ἐν τῇ ἀνεσπέρῳ αὐτοῦ καὶ ἀπεράντῳ βασιλείᾳ.

Ναί, Δέσποινά μου. Ναί, τὸ ἐμὸν καταφύγιον, ἡ ζωὴ καὶ ἡ ἀντίληψις, τὸ ὅπλον καὶ καύχημα, ἡ ἐλπὶς καὶ τὸ σθένος μου, δός μοι σὺν αὐτῇ ἀπολαῦσαι τῶν τοῦ Υἱοῦ σου ἀνεκδιηγήτων καὶ ἀκαταλήπτων δωρεῶν ἐν τῇ ἐπουρανίῳ διαμονῇ· ἔχεις γάρ, ἔχεις, οἶδα, σύνδρομον τῇ θελήσει τὸ δύνασθαι, ὡς τοῦ Ὑψίστου Μήτηρ.

Διὰ τοῦτο τολμῶ. Μὴ οὖν ἀποστερηθείην, πανάχραντε Κυρία, τῆς ἐμῆς προσδοκίας, ἀλλὰ τύχοιμι ταύτης, Θεόνυμφε, ἡ τὴν τῶν ὅλων προσδοκίαν ὑπὲρ λόγον τεκοῦσα, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἀληθινὸν Θεὸν καὶ Δεσπότην· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ τῆς ὑπεραγίας Θεοτόκου Ἀλλ᾽, ὦ Παρθένε Δέσποινα, ἄχραντε Θεοτόκε, Κυρία μου πανένδοξε, ὑπερπανάγαθέ μου· ὑψηλοτέρα οὐρανῶν, ὑπερκαθαρωτέρα ἡλιακῶν μαρμαρυγῶν, ἀκτίνων, λαμπηδόνων· τιμιωτέρα Χερουβείμ, καὶ ἀσυγκρίτως πάντων τῶν οὐρανίων στρατιῶν ὑπερενδοξοτέρα· τῶν Προπατόρων ἡ ἐλπίς, τῶν Προφητῶν ἡ δόξα, τῶν Ἀποστόλων καύχημα, κήρυγμα τῶν Μαρτύρων, Ὁσίων ἀγαλλίαμα, καὶ ἀσκητῶν λαμπρότης· θυμιατήριον χρυσοῦν, λυχνία φωτοφόρε, ἡ στάμνος ἡ βαστάσασα τοῦ οὐρανοῦ τὸ μάννα, ἡ κιβωτὸς ἡ ἀληθής, ὁ θεόγραφος τόμος.

Ὦ βάτε ἀκατάφλεκτε, εὐρύχωρον χωρίον, καὶ ῥάβδος ἡ βλαστήσασα τοῦ Ἀαρὼν ἐκείνου! Ῥάβδος ἐδείχθης ἀληθῶς, καὶ ἄνθος ὁ Υἱός σου, Χριστὸς ἡμῶν, ἀληθινὸς Θεὸς καὶ Ποιητής σου. Σὺ κατὰ σάρκα τὸν Θεὸν ἐγέννησας καὶ Λόγον, πρὶν τόκου παρθενεύουσα, παρθένος μετὰ τόκον· καὶ κατηλλάγημεν Θεῷ, Χριστῷ μου τῷ Υἱῷ σου.

Σὺ βοηθὸς ἁμαρτωλῶν καὶ τῶν ἀβοηθήτων, χειμαζομένων σὺ λιμήν, παρηγορία κόσμου. Σὺ ὀρφανῶν ἀντίληψις, καὶ λύτρον αἰχμαλώτων. Σὺ μοναστῶν στερέωμα, ἐλπὶς 〈τῶν ἐν τῷ κόσμῳ〉. Σὺ τῶν χηρῶν ὑπομονή, ἀντίληψις καὶ σκέπη, καὶ τῶν παρθένων καύχημα, στέφανός τε καὶ τέρψις.

Κόρη σεμνὴ καὶ Δέσποινα, Βασίλισσα, Κυρία, ὑπὸ τὰς πτέρυγας τὰς σὰς σκέπασον, φύλαξόν με, μὴ κατ᾽ ἐμοῦ καυχήσηται Σατὰν ὀλεθροτόκος, καὶ κατ᾽ ἐμοῦ ὁ μιαρὸς μὴ ἐπαρθῇ Ἐχθρός μου. Σὺ γάρ μου, Πάναγνε, λιμήν, 〈σύ μου καὶ προστασία,〉 καὶ οὐ γινώσκω, Δέσποινα, καταφυγὴν ἑτέραν.

Παρακαλῶ σε, Δέσποινα, μετὰ πολλῶν δακρύων, μὴ ὁ γλυκύς σου ὁ Υἱός, ὁ ποιητὴς καὶ πλάστης, διὰ πολλὰς ἃς ἔπραξα, ἐκκόψῃ ἁμαρτίας. 〈Μεσίτευσον, Πανάχραντε, τῷ σῷ Υἱῷ καὶ Κτίστῃ τοῦ δοῦναι λύσιν τῶν ἐμῶν πολλῶν πλημμελημάτων, μὴ ὡς τὴν ἄκαρπον συκῆν τὸν ἄσωτον μ᾽ ἐκκόψῃ, μᾶλλον καιρόν μοι δώρησαι εἰς τὸ μετανοῆσαι.〉 Αἰτῶ σε δὲ ἀπέργασαι 〈τὸν σὸν ἀχρεῖον δοῦλον〉 τοῦ εἰσελθεῖν εἰς τὰς αὐλὰς ἐκείνας τῶν Ἁγίων, ἔνθα οὐκ ἔστι δάκρυα, οὐ θλῖψις, οὐδὲ λύπη, οὐ θάνατος, οὐ βάσανος, οὐδὲ στενοχωρία, ἀλλὰ χαρὰ ἡ ἄρρητος, ἀπόλαυσις δικαίων, καὶ τέρψις ἀδιάλειπτος, ζωὴ μὴ ἔχων τέλος, τρυφὴ καὶ ἀγαλλίασις, δόξα τε καὶ λαμπρότης.

Καὶ πλήρωσον τὸ στόμα μου χάριτος γλυκασμοῦ σου, καὶ κίνησον τὴν γλῶττάν μου καὶ χείλη τοῦ ὑμνεῖν σε μετὰ ψυχὴν χαρμόσυνον καὶ πρόθυμον καρδίαν, καὶ μέλος τὸ ἀγγελικὸν ἐκεῖνο τὸ ὑμνῶδες, ὃ Γαβριὴλ ἐφθέγξατο πρὸς σέ, Παρθενομῆτορ.

Ἀξίωσον τὸν δοῦλόν σου τὸν ταπεινόν, Παρθένε, τοῦ λυτρωθῆναι τῶν παθῶν καὶ πάσης ἁμαρτίας. Σκόρπισον πάντα λογισμόν, τὸν ἐκ τοῦ Διαβόλου, συχνῶς μοι ἐπεμβαίνοντα εἰς τὸ κατακρημνῆσαι τὴν παναθλίαν μου ψυχὴν εἰς τάρταρον τοῦ ᾅδου.

Ῥῦσαί με, Παναγία μου, ἐκ τῶν αὑτοῦ παγίδων· δός μοι τὸν φόβον τοῦ Θεοῦ καὶ τὴν ἀγάπην, Κόρη· προαίρεσιν θεοπρεπῆ καὶ βίον ἡγνισμένον· ἀγάπην τὴν πρὸς Κύριον ὁμοῦ καὶ τὸν πλησίον· ὑπομονήν, ταπείνωσιν, ἐγκράτειαν, νηστείαν, δάκρυα κατανύξεως καθαρτικά, Παρθένε· ἐνθύμησιν τῶν φοβερῶν κολάσεων ἐκείνων, ἐπιστροφήν τε τῶν κακῶν, ὧν ἔπραξα ὁ τάλας· καὶ γὰρ ἐκ προαιρέσεως, ὡς σύ, Παρθενομῆτορ, ἐπίστασαι, οὐκ ἔστι μοι ἐλπὶς τῆς σωτηρίας.

Ἔφθειρα καὶ ἠχρείωσα ψυχήν μου καὶ τὸ σῶμα· ἐκ νεαρᾶς ὁ ἄθλιος πάνυ ἡλικίας σκεῦος ἐγενόμην μιαρόν, ἄχρηστον, ἐφθαρμένον· ὅλως κατηκολούθησα ὁ τάλας τῷ Βελίαρ, ἐν λογισμοῖς, ἐν ἔργοις τε καὶ πράξεσιν ἀτόποις.

Ἄχρι τοῦ νῦν ὁ βδελυρὸς ἕλκει με, ὦ Παρθένε, εἰς τὰ αὑτοῦ θελήματα. Οὐαί μοι τῷ ἀθλίῳ! Ἐνέδρας ὁ παμπόνηρος βάλλει μοι καθ᾽ ἑκάστην, καὶ λογισμοὺς κακοτελεῖς οὐ δύναμαι βαστάζειν· συνήθειαν γὰρ ἔλαβον κακὴν τῆς ἁμαρτίας καὶ τάχα μόλις καὶ ποτὲ βούλομαι ἀνανῆψαι.

Ὅρκους φρικτοὺς ὁ ἄθλιος καὶ συνταγὰς ποιοῦμαι ἐξ ὅλης τῆς καρδίας μου τῷ Υἱῷ καὶ Θεῷ σου· ἄφες μοι, λέγω, Δέσποτα, τὰ ἁμαρτήματά μου, καὶ τάσσομαι ἀπὸ τοῦ νῦν, οὐ μή σοι πταίσω πλέον. Ὢ τῆς μακροθυμίας σου, Χριστέ μου ζωοδότα!

Ὢ πῶς ἀνέχει, Δέσποινα, ὁ εὔσπλαγχνος Υἱός σου, ὁρῶν τὴν καταφρόνησιν καὶ τὰς ἐπιορκίας, τὸ ψεῦδος, ὅπερ κέκτημαι, τὸ ἄμετρον, ὁ τάλας! Ἅμα τῷ συνταγῆναί με—φεῦ μοι τῆς ἀφοβίας καὶ τῆς καταφρονήσεως—αὖθις ἐπὶ τὰ πρῶτα καὶ χείρονα ἐπεκτείνομαι ὁ βέβηλος καὶ ψεύστης· καὶ ὥσπερ κύων κορεσθεὶς ἐπέκεινα τοῦ μέτρου, αὖθις ἐπὶ τὸν ἴδιον ἔμετον κατατρέχει, οὕτω κἀγὼ πορεύομαι στρέφων εἰς τὰ ὀπίσω, μηδόλως εἰς τὴν αἴσθησιν ἔρχομαι ὁ παντλήμων!

Ἀλλὰ καὶ εἰς ἀπόγνωσιν πολλάκις ὁ Βελίαρ ῥίπτει με, Παναγία μου· διὸ βοήθησόν μοι! Μή με ἐάσῃς, Δέσποινα, ἐπίχαρμα γενέσθαι τοῦ Πονηροῦ, Πανάχραντε, ἀλλὰ ἐξάρπασόν με ἐκ τῶν χειρῶν τοῦ πονηροῦ καὶ κακοτέχνου πλάνου, καὶ δοῦλόν με ἀπέργασαι τοῦ σοῦ Υἱοῦ, Παρθένε, σκεῦός τε πάλιν εὔχρηστον Πνεύματος παναγίου, τοῦ σοὶ ἐπισκιάσαντος χρόνοις ἐν τοῖς ἐσχάτοις.