Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Εὐχαὶ εἰς τὴν Θεοτόκον

Ἐφραίμ ὁ Σύρος

Καθολικές δεήσεις υπέρ της Εκκλησίας και του κόσμου

Τελική προσευχή που επεκτείνεται σε αιτήματα υπέρ των πασχόντων, του ποιμνίου και ολόκληρου του κόσμου, καταλήγοντας σε τριαδική δοξολογία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 10 από 10

Εὐχὴ τῆς ὑπεραγίας Θεοτόκου Παρθένε Δέσποινα Θεοτόκε, ἡ τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸν πάσης ὁρατῆς καὶ νοητῆς κτίσεως Ποιητὴν καὶ Δεσπότην, τὸν ἕνα τῆς Τριάδος Θεόν, Θεόν τε καὶ ἄνθρωπον, ὑπὲρ φύσιν καὶ λόγον γεννήσασα· τὸ σκήνωμα τῆς Θεότητος, τὸ πάσης ἁγιωσύνης καὶ χάριτος δοχεῖον, ἐν ᾧ κατῴκησε τὸ πλήρωμα τῆς Θεότητος σωματικῶς εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος· ἡ πάσης κτίσεως βασιλικῷ καὶ θεοπρεπεῖ ἀξιώματι ἀνυπερβλήτως ὑπερκειμένη καὶ ὑπερέχουσα· ἡ δόξα καὶ τρυφὴ καὶ ἄρρητος εὐφροσύνη τῶν Ἀγγέλων, ὁ βασιλικὸς τῶν Ἀποστόλων καὶ τῶν Προφητῶν στέφανος, ἡ ὑπερφυὴς καὶ θαυμαστικὴ τῶν Μαρτύρων ἀνδρεία, ἡ τῶν ἀγώνων αὐτῶν καὶ τῆς νίκης ἀφορμή, καὶ τῶν ἀθλητικῶν στεφάνων καὶ τῶν ἀϊδίων καὶ θεοπρεπῶν ἀμοιβῶν πρόξενος· ἡ ὑπέρτιμος τῶν Ὁσίων τιμὴ καὶ δόξα, ἡ τῆς ἡσυχίας ἀπλανὴς ὁδηγὸς καὶ διδάσκαλος, ἡ τῶν ἀποκαλύψεων καὶ τῶν πνευματικῶν μυστηρίων θύρα, ἡ πηγὴ τοῦ φωτός, ἡ πύλη τῆς αἰωνίου ζωῆς, ὁ τοῦ ἐλέους ἀκένωτος ποταμός, ἡ πάντων τῶν θεοπρεπῶν χαρισμάτων τε καὶ θαυμάτων ἀνεξάντλητος θάλασσα· σοῦ δεόμεθα καὶ σὲ παρακαλοῦμεν, τὴν συμπαθεστάτην Μητέρα τοῦ φιλανθρώπου Δεσπότου, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς καὶ ἀναξίοις δούλοις σου· ἐπίβλεψον εὐμενῶς ἐπὶ τὴν αἰχμαλωσίαν καὶ τὴν ταπείνωσιν ἡμῶν· ἴασαι τὰ συντρίμματα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Τοὺς ὁρατοὺς καὶ ἀοράτους πολεμίους κατάλυσον· πύργος ἰσχύος, ὅπλα πολεμικά, παράταξις ἰσχυρὰ καὶ στρατηγὸς καὶ πρόμαχος ἄμαχος γενοῦ τοῖς ἀναξίοις ἡμῖν ἀπὸ προσώπου τῶν ἐχθρῶν ἡμῶν.

Δεῖξον ἐν ἡμῖν τὰ ἀρχαῖά σου ἐλέη καὶ τὰ θαυμάσια σήμερον. Δεῖξον ἀνόμοις ἐχθροῖς ἡμῶν ὅτι μόνος Βασιλεὺς καὶ Δεσπότης ὁ σὸς Υἱὸς καὶ Θεός, καὶ σὺ Θεοτόκος κυρίως, ἡ τὸν ἀληθινὸν Θεὸν κατὰ σάρκα γεννήσασα, καὶ δύνασαι πάντα, καὶ ἰσχύεις ἐνεργεῖν ὅσα καὶ βούλει ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.

Πᾶσι τὰς αἰτήσεις πρὸς τὸ συμφέρον ἑκάστῳ δώρησαι, Δέσποινα· τοῖς νοσοῦσι τὴν ὑγίειαν, τοῖς ἐν θαλάσσῃ τὴν γαλήνην καὶ τὴν κυβέρνησιν· ὁδοιποροῦσι συνοδεύουσα καὶ φυλάττουσα, αἰχμαλώτους τῆς πικρᾶς ῥυομένη δουλείας, παραμυθουμένη τοὺς λυπουμένους, τὴν πενίαν καὶ πᾶσαν σωματικὴν ἄλλην κουφίζουσα κάκωσιν, τῶν ψυχικῶν ἀρρωστημάτων καὶ τῶν παθῶν ἀπαλλάττουσα πάντας ταῖς σαῖς ἀοράτοις προστασίαις καὶ εἰσηγήσεσιν, ἵνα τὴν ὁδὸν τῆς προσκαίρου ταύτης ζωῆς καλῶς καὶ ἀπροσκόπτως ἀνύσαντες, καὶ τῶν αἰωνίων ἐκείνων ἀγαθῶν διὰ σοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἐπιτύχοιμεν. Τοὺς δὲ πιστοὺς βασιλεῖς ἡμῶν, τοὺς τῷ φοβερῷ τοῦ μονογενοῦς Υἱοῦ σου τιμηθέντας ὀνόματι, καὶ τῇ σῇ πεποιθότας προστασίᾳ καὶ χάριτι, καὶ σὲ προβαλλομένους ἐν παντὶ καὶ μεσῖτιν καὶ πρόμαχον κατὰ τῶν ἐπικειμένων ἐχθρῶν ἀοράτως ἐνίσχυσον. Διάλυσον τὸ ταῖς ψυχαῖς αὐτῶν ἐπικείμενον τῆς ἀθυμίας νέφος. Ἄφελε ἀπὸ τοῦ πόνου τὰς ψυχὰς αὐτῶν, καὶ λαμπρὰν τὴν εὐθυμίαν καὶ τὴν χαρὰν ἀντεισάγαγε, εἰρηνικὸν καὶ ἀστασίαστον τὸ κράτος καὶ τὴν βασιλείαν αὐτοῖς ἀποκαταστήσασα.

Ῥῦσαι, Δέσποινα, ταῖς πρεσβείαις σου τὴν ἐξαιρέτως ἀνακειμένην σοι ταύτην ποίμνην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων καὶ ἐμφυλίου πολέμου· καὶ πᾶσαν ὀργὴν καθ᾽ ἡμῶν κινουμένην δικαίως ἀπόστρεψον εὐδοκίᾳ καὶ χάριτι τοῦ μονογενοῦς Υἱοῦ καὶ Θεοῦ σου· ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τῷ συναϊδίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.