Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Κατὰ τῶν πονηρῶν γυναικῶν

Ἐφραίμ ὁ Σύρος

Ασκητικές μέθοδοι για την αντιμετώπιση της σαρκικής επιθυμίας

Προτροπές για την προστασία των αισθήσεων και την καταπολέμηση των παθών μέσω της μνήμης του θανάτου και της σωματικής φθοράς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 3 από 3

Εἰκότως οὖν ἔλεγεν ὁ Σοφός· μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός. Σὺ δέ, εἰ βούλει τοῦ τοιούτου πάθους καὶ θηρίου ἀποδράσαι, ἄκουε τοῦ Παροιμιαστοῦ λέγοντος· οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια· καὶ μή σε νικήσῃ κάλλους ἐπιθυμία, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς, μηδὲ συναρπασθῇς ἀπὸ τῶν αὐτῆς βλεφάρων· γυνὴ γὰρ ἀνδρὸς τιμίαν ψυχὴν ἀγρεύει.

Νῦν οὖν, υἱέ μου, ἄκουέ μου. Μὴ ἐκκλινάτω εἰς τὰς ὁδοὺς αὐτῆς ἡ καρδία σου, καὶ μὴ πλανηθῇς ἐν ἀτραποῖς ὁδοῦ αὐτῆς· πολλοὺς γὰρ τρώσασα καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκε· καὶ μὴ ἐπιστήτω σὸν ὄμμα πρὸς αὐτήν, ἀλλ᾽ ἀποπήδησον 〈καὶ〉 μὴ χρονίσῃς.

Ὅταν οὖν ἴδῃς γυναῖκα εὔμορφον, λάμπουσαν, ἔχουσαν ὀφθαλμὸν φαιδρόν, στίλβουσαν ἀπὸ τῆς παρειᾶς, εὐμήχανόν τινα ὥραν φέρουσαν ἐπὶ τῆς ὄψεως, φλέγουσά σου τὸν λογισμὸν καὶ τὰς ἐπιθυμίας αὔξουσαν, ἐννόησον ὅτι γῆ τὸ θαυμαζόμενον, ὅτι σποδὸς τὸ ἐγκαῖον, καὶ παύσεται λυσσῶσα ἡ ψυχή.

Ἀνακάλυψον αὐτῆς τὸ δέρμα τῆς ὄψεως τῷ λογισμῷ, καὶ τότε πᾶσαν ὄψει τῆς εὐμορφίας τὴν εὐτέλειαν· οὐδὲν γὰρ ἕτερον εὑρήσεις, ἀλλ᾽ ἢ ὀστέα καὶ φλέβας καὶ δυσωδίαν. Ἐννόησον δὲ πάλιν ταύτην γηράσκουσαν, ἀλλοιουμένην, θνῄσκουσαν, ἅπαν καταρρέον τὸ ἄνθος ἐκεῖνο. Ἐννόησον τί θαυμάζεις, καὶ αἰσχύνθητι· καὶ αἰσχυνθείς, μετανόησον.