Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Κεφάλαια ἑκατόν. Περὶ ταπεινοφροσύνης

Ἐφραίμ ὁ Σύρος

Σιωπή, εγκράτεια και αντιμετώπιση των λογισμών της ακηδίας

Η αξία της σιωπής, διηγήσεις περί συνδιαλλαγής αδελφών και η αναγκαιότητα εργασίας με αγαθή συνείδηση για την απόκρουση της κενοδοξίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 5 από 7

Κεφαλὴ ξζʹ Εἴ τις οὐχ ὑποταγῇ μειζοτέρῳ, καθὼς χρή, βασταζέτω ἀσθένειαν ἀρχαρίου, ἵνα διὰ τούτου τοῦ πόνου ἀνασώσῃ πόνους τοῦ προλεχθέντος χρόνου· τοῦ Ἀποστόλου λέγοντος, ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν καὶ μὴ ἑαυτοῖς ἀρέσκειν· ἕκαστος γὰρ ἡμῶν τῷ πλησίον ἀρεσκέτω [εἰς ἀγαθὸν πρὸς οἰκοδομήν].

Κεφαλὴ ξηʹ Οὐ χρονιεῖ μοναχὸς ἐν τόπῳ ἑνὶ καὶ οὐχ εὑρήσει ἀνάπαυσιν, ἐὰν μὴ πρότερον ἀγαπήσῃ τὴν σιωπὴν καὶ τὴν ἐγκράτειαν. Ἡ γὰρ σιωπὴ ἐκδιδάσκει τὴν ἡσυχίαν καὶ τὸ συνεχῶς προσεύχεσθαι· ἡ δὲ ἐγκράτεια ἀπερίσπαστον ἀποκαθίστησι τὸν λογισμόν. Τέλος δὲ εἰρηνικὴ κατάστασις διαδέχεται τὸν κεκτημένον ταῦτα.

Κεφαλὴ ξθʹ Ἐν καιρῷ τοῦ πειρασμοῦ ἀποφαίνεται ἡ δοκιμὴ τοῦ πιστοῦ· οὐ δεῖ δὲ ἐκκακεῖν ἐν καιρῷ τοῦ πειρασμοῦ, ἀλλὰ νήφειν ἐν προσευχαῖς καὶ εὐποιΐαις. Ὃν τρόπον οἱ πλέοντες τὴν θάλασσαν νήφουσι λαβόντες σφοδρὸν χειμῶνα καὶ περισσῶς ἀγρυπνοῦσι καὶ τὸν Κύριον ἐπικαλοῦνται, καθὼς [φησὶν] ἐν τῷ προφήτῃ Ἰωνᾷ ἐστι γεγραμμένον· καὶ τὸ πλοῖον ἐκινδύνευε συντριβῆναι, καὶ ἐφοβήθησαν οἱ ναυτικοὶ καὶ ἀνεβόων ἕκαστος πρὸς τὸν θεὸν αὑτοῦ καὶ ἐκβολὴν ἐποιοῦντο τῶν σκευῶν τῶν ἐν τῷ πλοίῳ εἰς τὴν θάλασσαν. Ὅπερ ἐστὶν ὑπόδειγμα πρὸς ἀποταγὴν γηΐνων πραγμάτων. Πάντων γὰρ δεῖ καταφρονεῖν τῶν κοσμικῶν πραγμάτων καὶ μόνης ἀντιποιεῖσθαι τῆς αἰωνίου ζωῆς· καὶ μὴ ἐν τῷ συμβῆναι ἡμῖν περίστασιν ἀπογνῶμεν ἑαυτῶν. Ὁρῶμεν γὰρ τὸν Προφήτην καὶ ἐν κοιλίᾳ ὄντα τοῦ κήτους μὴ ἀπελπίσαντα τῆς ἑαυτοῦ σωτηρίας, ἀλλὰ προσευχόμενον καὶ λέγοντα· Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου. Ἐκ κοιλίας ᾅδου κραυγῆς μου, ἤκουσας φωνῆς μου. Ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης· οὐ γὰρ ταρορᾷ Κύριος τοὺς ἐπικαλουμένους αὐτὸν ἐν ἀληθείᾳ. Τοιγαροῦν καὶ ἡμεῖς, ὅταν συμβῇ θλῖψις, πρὸς Κύριον καταφεύγωμεν, κατὰ τὸν λέγοντα· Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου. Οὐ πάντοτε γὰρ γαληνιᾷ ἡ θάλασσα· καὶ οὐ δυνατόν, ἄτερ πειρασμοῦ ἐκπλεῦσαι τὸν ἐνεστῶτα βίον.

Ἐὰν δὲ κατάσχωμεν τὴν πίστιν τοῦ Κυρίου, καθάπερ πηδάλιον, εἰσάξει ἡμᾶς εἰς τὸν τῆς ζωῆς λιμένα, καὶ ἀποθέμενοι τὸν μόχθον, ἐνδυσώμεθα ζωὴν καὶ ἀφθαρσίαν.

Κεφαλὴ οʹ Ἀγαπητέ, ἐὰν πνεῦμα ἀκηδίας ἐνοχλήσῃ σε, μὴ κατάπιπτε, ἀλλὰ δεήθητι τοῦ Κυρίου καὶ παρέξει σοι τὴν μακροθυμίαν, καὶ μετὰ τὴν εὐχὴν καθίσας ἐπισυνάγαγέ σου τοὺς λογισμούς, καὶ παρακάλει τὴν ψυχήν σου κατὰ τὸν λέγοντα· ἱνατί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με;

Ἔλπισον ἐπὶ τὸν Θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, ὁ Θεός μου. Καὶ εἰπόν, τί ὀλιγωρεῖς, ψυχή μου; Μὴ γὰρ διαπαντὸς δεῖ κατοικεῖν ἡμᾶς ἐν τῷ βίῳ τούτῳ; Ἄκουε τοῦ λέγοντος, πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Ἐννόησον τοὺς προενοικήσαντας ἐν τῷ μοναστηρίῳ, ἔνθα νῦν σὺ παροικεῖς, καὶ γνῶθι καὶ ἴδε, ὅτι καθάπερ κἀκεῖνοι παρῆλθον ἐκ τοῦ αἰῶνος τούτου, οὕτως καὶ ἡμᾶς, ὅταν Θεὸς βουλήσῃ, δεῖ παροικήσαντας ἀπιέναι. Ἡ δὲ τῶν δικαίων ζωὴ μετὰ τὴν τελευτὴν ὑπάρχει. Ὅθεν καὶ ὁ Προφήτης λέγει ἐπιποθῶν τὴν μέλλουσαν ζωήν· ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ ὁ Θεός. Πότε ἥξω καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; Ὡς γὰρ δεσμωτήριον ἡγοῦντο οἱ Ἅγιοι τὸν παρόντα βίον.

Ὅθεν καὶ ἐν ἑτέρῳ λέγει· νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ. Οὕτως καὶ ὁ Ἀπόστολος τὴν ἐπιθυμίαν εἶχε τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι.

Κεφαλὴ οαʹ Δύο ἀδελφοὶ γέροντες εἶχον θλῖψιν πρὸς ἀλλήλους· ἔτυχεν οὖν ἕνα ἐξ αὐτῶν ἀσθενῆσαι. Ἀπῆλθεν οὖν ἀδελφός τις εἰς ἐπίσκεψιν τοῦ γέροντος· καὶ παρεκάλει ὁ γέρων τὸν ἀδελφόν, λέγων· μάχην ἔχομεν ἐγὼ καὶ ὁ δεῖνα ὁ γέρων, καὶ ἔθελον ἵνα παρακαλέσῃς αὐτόν, ὅπως φιλιωθῶμεν. Εἴθε γὰρ καλὸν κἀγὼ ἐδυνάμην ποιῆσαί τινι. Ἔφη ὁ ἀδελφός· ἐκέλευσας, ἀββᾶ, ἐγὼ παρακαλῶ. Καὶ ἐξελθὼν ὁ ἀδελφός, διελογίζετο ἐν ἑαυτῷ, μήποτε οὐκ ἀνέξεται ὁ γέρων τῆς παρακλήσεως, μήποτε καὶ παροξυσμὸς γίνεται. Καὶ κατ᾽ οἰκονομίαν Θεοῦ, φέρει τις τῶν ἀδελφῶν πέντε σῦκα καὶ ὀλίγα συκάμινα.

Καὶ ἐκλεξάμενος ὁ ἀδελφὸς ἓν σῦκον, καὶ ἐκ τῶν ἄλλων ὀλίγα, ἀπήνεγκε τῷ γέροντι εἰς τὸ κελλίον αὐτοῦ, καὶ εἶπε· τάχα τις αὐτὰ ἐνήνοχε τῷ γέροντι, καὶ εἶπέ μοι· δέξαι, δὸς τῷ δεῖνα γέροντι. Καὶ ὡς ἤκουσε ταῦτα ὁ γέρων, ἔστη ἐννεὸς καὶ εἶπε· ταῦτα ἐμοὶ ἔπεμψε; Καὶ εἶπεν ὁ ἀδελφός· ναί, ἀββᾶ. Καὶ ἀπέλαβεν αὐτὰ ὁ γέρων, εἰπών· καλῶς ἥκεις. Καὶ ἀναχωρήσας ὁ ἀδελφὸς ἀπὸ τοῦ γέροντος, εἰς τὸ κελλίον ἑαυτοῦ ἦλθε, καὶ λαβὼν σῦκα καὶ ἐκ τῶν συκαμίνων ὀλίγα ἀπήνεγκε καὶ τῷ ἄλλῳ γέροντι, καὶ μετανοήσας αὐτῷ εἶπε· δέξαι ταῦτα, ἀββᾶ, ἀπέστειλέ σοι ὁ δεῖνα ὁ γέρων. Συνήλλαξε δὲ αὐτοὺς εἰς εἰρήνην διὰ τῶν τριῶν σύκων καὶ ὀλίγων συκαμίνων. Καὶ οὐκ ἔγνωσαν οἱ γέροντες ὃ ἐποίησεν ὁ ἀδελφός. Ἔφη οὖν, ἐφιλιώθημεν; Εἶπε δὲ ὁ ἀδελφός· ναί, ἀββᾶ, διὰ τῶν εὐχῶν σου. Καὶ εἶπεν ὁ γέρων· δόξα τῷ Θεῷ. Καὶ ἐφιλιώθησαν οἱ γέροντες διὰ τῆς χάριτος τοῦ Θεοῦ.

Κεφαλὴ οβʹ Ἐν κοινοβίῳ τινί, χρείας γενομένης ἀδελφὸν εἰς τὴν οἰκονομίαν σταθῆναι, ἐξελέξατο ὁ ἡγούμενος ἀδελφὸν οἷον ἐβουλήθη· μέλλων δὲ ὁ ἀδελφὸς καταλιμπάνειν τὸ κελλίον αὑτοῦ, παρέθετο τὰ σκεύη αὑτοῦ ἑτέρῳ ἀδελφῷ, εἰπών· ἐὰν συμβῇ με ἐξελθεῖν ἀπὸ τῆς οἰκονομίας, παρέχῃς μοι αὐτά· ὁ δὲ συνέθετο διδόναι. Καὶ οὐ μετὰ πολὺν χρόνον, ἀπέστη ὁ ἀδελφὸς ἀπὸ τῆς οἰκονομίας, εἰπών· ἐν τῇ ἡσυχίᾳ τοῦ κελλίου μου ἀναπαύομαι μᾶλλον. Καὶ εἶπε τῷ ἀδελφῷ· δός μοι ἃ παρεθέμην σοι. Ὁ δὲ οὐκ ἠθέλησε παρασχεῖν.

Ἰδὼν δὲ ὁ ἀδελφὸς ὅτι παροξύνεται, μὴ θέλων παρασχεῖν, ἐσιώπησεν. Ἕτερος οὖν ἀδελφὸς παρεκάλει αὐτόν, λέγων· ποίησον ἀγάπην· ἐάν τι σοὶ παρέθετο ὁ ἀδελφός, μὴ στερήσῃς αὐτὸν τῶν αὑτοῦ, μήποτε τὸ κρίμα βάλῃ σε ἔξω.

Ὁ δὲ καὶ αὐτῷ εἶπεν· οὐδὲν ἔχω αὐτοῦ. Καὶ μεθ᾽ ἡμέρας πέντε ἢ δέκα, λαβὼν λογισμοὺς ἀδελφὸς ὁ τὰ σκεύη εἰληφώς, μετὰ πολλῆς θλίψεως ἐξῆλθε τοῦ κοινοβίου. Τοῦ γὰρ ἡγουμένου παραινέσαντος μὴ ἐξιέναι, καθυβρίσας αὐτὸν ἀνεχώρησεν. Ὁ οὖν οἰκονόμος κατ᾽ ἐπιτροπὴν τοῦ ἡγουμένου ἀνοίξας αὐτοῦ τὸ κελλίον, τὰ εὑρεθέντα σκεύη διεμέρισε τοῖς ἀδελφοῖς. Καὶ μετ᾽ ὀλίγας ἡμέρας μετανοήσας ὁ ἀδελφὸς ὑπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. Καὶ εὗρεν τὸ κελλίον αὐτοῦ ἠνεῳγμένον καὶ τὰ σκεύη αὑτοῦ δεδομένα διαφόροις ἀδελφοῖς· καὶ ἐλυπήθη σφόδρα, καὶ οὐκ ἐχρόνισεν ἀπολαβεῖν ὃ πεποίηκε τῷ ἀδελφῷ.

Κεφαλὴ ογʹ Ἀδελφὸς ἠρώτησεν ἀδελφόν τινα, λέγων· ὁ ἀββᾶς ἔταξέ με ἐξελθεῖν εἰς τὸ ἀρτοποιόν, ποιῆσαι τοὺς ἄρτους τῶν ἀδελφῶν· καὶ τῶν ἐργατῶν κοσμικῶν ὄντων, λαλοῦσιν ἃ μὴ δεῖ, καὶ οὐκ ὠφελοῦμαι ἀκούειν ταῦτα· τί οὖν ὤφειλον ποιῆσαι; Ὁ δὲ ἀδελφὸς ἀπεκρίνατο, λέγων· οὐχ ἑώρακας παιδία γράμματα μανθάνοντα ἐπὶ τὸ πλῆθος, καὶ ἕκαστον αὐτῶν τὸ ἴδιον μάθημα μελετᾷ καὶ οὐχὶ τὸ τοῦ ἑτέρου, εἰδὸς ὅτι τὸ ἴδιον ἀπαγγελεῖ τῷ ἑαυτοῦ διδασκάλῳ καὶ οὐχὶ τὸ τοῦ ἑτέρου; Εἰ δὲ νικᾶσαι ὑπὸ τῶν παθῶν, ἄκουε τοῦ λέγοντος· πάντα δοκιμάζοντες, τὸ καλὸν κατέχετε.

Κεφαλὴ οδʹ Ὁ πληθύνων λόγους ἐν μέσῳ ἀδελφῶν, πληθύνει μάχας, καὶ πληθύνει μῖσος ἑαυτῷ· φειδόμενος δὲ χειλέων, ἀγαπηθήσεται. Μέγα δὲ φῶς ἐν ψυχῇ φόβος Κυρίου, ἐκδιώκων ἐξ αὐτῆς τὸ σκότος καὶ καθαρὰν ἀπεργαζόμενος.

Κεφαλὴ οεʹ Ἀδελφοί, μετὰ τῆς εὐχῆς τὸ ἔργον φιλοκαλήσωμεν, ὅτι μισθός ἐστιν, ἐάνπερ τὸ ἔργον ἀδόλως ἐπιτελῶμεν. Ὁ γὰρ ἐξ ἐριθείας ἢ φιλαυτίας ἢ φιλαργυρίας ἀμελήσας τοῦ ἔργου, ἀκούσει τὸ γεγραμμένον· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν, δὸς αὐτοῖς. Ὁ δὲ ἐργαζόμενος ἐν καθαρᾷ συνειδήσει, ὡς τῷ Θεῷ καὶ οὐκ ἀνθρώποις ἀρέσαι θέλων, ἀξιωθήσεται ἐκείνης τῆς εὐλογημένης φωνῆς· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.

Κεφαλὴ οϛʹ Ἐὰν ἀποταξάμενος τῷ βίῳ ἐξέλθῃς ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ καταπαύσῃ σε Κύριος ὁ Θεός σου, ἐν ᾧ μέλλεις ἡσυχάζειν τοῦ λοιποῦ, μὴ θελήσῃς ἐξενεγκεῖν ἑαυτῷ ὄνομα ἐν τῷ τόπῳ, κἂν ἄρχων ἦς καὶ μέγας σφόδρα ἐν τῇ γῇ σου. Ἀλλ᾽ εἰπὸν τῷ λογισμῷ σου, ὡς καὶ ὁ Προφήτης· πτωχὸς καὶ πένης εἰμὶ ἐγώ· ἵνα ὁ Θεὸς ἀντιλάβηταί σου, καὶ ὑψώσει σε.

Κεφαλὴ οζʹ Ἐρώτησις: Διατί ὀλιγωρεῖ ὁ ἀδελφὸς καθεζόμενος ἐν τῷ κελλίῳ αὑτοῦ; Ἀπόκρισις: Ἐφ᾽ ὅσον ἡ ψυχὴ τὰ γήϊνα φαντάζεται, αἱ ποικίλαι τῶν ἐπιθυμιῶν τοῦ κόσμου τούτου καὶ αἱ μάταιαι ἡδοναὶ προσαγόμεναι τῇ ψυχῇ διὰ τῶν λογισμῶν, ἐκλύουσι τὸν τόνον αὐτῆς· ὅθεν καὶ ὀλιγωρεῖ ὁ ἀδελφὸς ἐν τῷ κελλίῳ καθεζόμενος. Ἐὰν δὲ μισήσῃ τὸν κόσμον τοῦτον καὶ τὴν ἀπάτην αὐτοῦ, καὶ ἑαυτὸν παραστήσῃ δοῦλον τῷ Κυρίῳ ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ, οὐ μὴ κατισχύσῃ κατ᾽ αὐτοῦ ὀλιγωρία· καὶ ποιεῖ τοῦ λοιποῦ τὸ ἔργον αὑτοῦ ἐν ἀνέσει. Πρὸς δὲ τὸν τῆς κενοδοξίας λογισμὸν ἡ πάλη αὐτῷ ἀντίκειται· καὶ ταύτην ἐκδιώξεται ὁ τοῦ Κυρίου δοῦλος, ἀναλογιζόμενος τὴν ἑαυτοῦ ἀσθένειαν τῆς φύσεως καὶ τίνος τὸ δώρημα, κατὰ τὸν λέγοντα· τί γὰρ ἔχεις, ὃ οὐκ ἔλαβες; Εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι, ὡς μὴ λαβών;