Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Κεφάλαια ἑκατόν. Περὶ ταπεινοφροσύνης

Ἐφραίμ ὁ Σύρος

Νήψη, αγνεία και η ενδεδειγμένη μοναχική ευπρέπεια

Ασκητικές οδηγίες για τον έλεγχο των αισθήσεων, την προφύλαξη από σαρκικούς πειρασμούς, την εσωτερική καθαρότητα και την προσοχή κατά τις ιερές ακολουθίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 6 από 7

Τούτῳ ἡ πάλη ἐστὶ πρὸς τὴν τῆς σαρκὸς ἀσθένειαν· ὁ δὲ δοῦλος τοῦ Κυρίου οὐ πτοηθήσεται· οὐδὲ μὴ χωρίσῃ ἑαυτὸν ἐκ τῆς ἀγάπης τοῦ Θεοῦ, κατὰ τὸν λέγοντα· τίς ἡμᾶς χωρίσῃ ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; Θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς ἢ γυμνότης ἢ κίνδυνος ἢ μάχαιρα; Καθὼς γέγραπται· ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.

Ἀλλ᾽ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωή, οὔτε ἀρχαί, οὔτε ἐξουσίαι, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε δυνάμεις, οὔτε ἄγγελοι, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Πᾶσι δὲ τοῖς πάθεσι τὸ πνεῦμα τῆς πορνείας ἀκολουθεῖ. Φεῦγε λόγους αἰσχροὺς καὶ φεύξῃ ῥυπαροὺς λογισμούς.

Κεφαλὴ οηʹ Ἐὰν προστάξωσιν ἡμῖν οἱ προεστῶτες ἡμῶν συνεξιέναι τοῖς ἀδελφοῖς ἡμῶν εἰς παρέργιον, προθύμως προσδράμωμεν, μὴ ἐρίσαντες τοῖς ῥᾳθυμοτέροις. Ὁ γὰρ ἰσχύων καὶ μὴ συγκοπιῶν, κατὰ πολλοὺς τρόπους ζημιοῖ ἑαυτόν· πρῶτον μέν, τοῦ μισθοῦ ἑαυτὸν ἐστέρησε· δεύτερον δέ, πρόφασιν δέδωκε τῷ γογγυσμῷ καὶ τῇ καταλαλιᾷ, τὸ τῆς φιλαυτίας ἔργον ἐργασάμενος.

Οὐ δεῖ δὲ τὸν σπουδαῖον προσέχειν ῥᾳθυμοτέροις ἀδελφοῖς. Οὐδεὶς ἐν ἀμητῷ λέγει ποτέ· τοῦ πλησίον μὴ συνάγοντος ἑαυτῷ σῖτον, οὐδ᾽ ἐγὼ συνάγω ἐμαυτῷ. Ἀλλ᾽ ἕκαστος, ὡς καιρὸν ἔχει, συνάγει ἑαυτῷ τροφάς, καὶ τοῖς κτήνεσιν αὑτοῦ, ἵνα ἀνενδεὴς διαμείνῃ. Καὶ ἐὰν εἰς τὰ σαρκικὰ τοσαύτη σπουδή, οὐ πολλῷ μᾶλλον εἰς τὰ πνευματικά;

Κεφαλὴ οθʹ Προηγεῖσθαι τιμῇ γέρουσι καλόν· καὶ συμπαθῆσαι ἀσθενοῦσιν ἀγαθόν ἐστι. Σοφοὶ δὲ γέροντες ἄλειμμα ἀδελφῶν πρὸς ἑδραίωσιν ψυχῆς.

Κεφαλὴ πʹ Ἀρχὴ ὑπερηφανίας τὸ μὴ συγκοπιᾶν τοῖς ἀδελφοῖς κατὰ δύναμιν. Συνερχομένων δὲ ἡμῶν εἰς ἔργον, μὴ πολυλογῶμεν· ἀλλ᾽ ἡ σπουδὴ ἡμῶν ἔστω, δι᾽ ὧν ἐξήλθομεν.

Κεφαλὴ παʹ Ἡ ἀφοβία γεννᾷ ὑπερηφανίαν· ἡ ὑπερηφανία δὲ μήτηρ ἀνυποταγῆς. Ταπεινοφροσύνη δὲ καὶ πραΰτης καθήλωσαν τὸν κεκτημένον αὐτὰς εἰς τὸν φόβον τοῦ Θεοῦ, ὥσπερ στύλον καθηδρευμένον ἐν ναῷ Κυρίου.

Κεφαλὴ πβʹ Ἀσύμφορον τῷ μοναχῷ συνάφειαν ἔχειν μετὰ γυναικός. Μετὰ παρθενευούσης μηδόλως προσεγγίσῃς, ἐάνπερ ἐστί σοι σαρκικὸν φρόνημα. Μοναχὸς γὰρ ἐν οἴνῳ συντρίβων γυναιξί, τοῦ βάλλοντος ἑαυτὸν εἰς πῦρ οὐ διαφέρει.

Ὁ δὲ φυγὼν συντυχίας αὐτῶν, φεύγει ὥσπερ δορκὰς ἐκ βρόχων.

Κεφαλὴ πγʹ Νῆφε ἐκ νεότητός σου, ἀδελφέ, ἵνα μὴ μεταμεληθῇς ἐπ᾽ ἐσχάτων σου. Μὴ οὖν ζηλούτω ἡ καρδία σου ἄνδρας ἁμαρτωλούς· γέγραπται γάρ· μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.

Ἔλπισον ἐπὶ Κύριον καὶ ποίει χρηστότητα.

Κεφαλὴ πδʹ Ἀγαπητέ, ἐὰν ὁ ἀδελφός σου κακῶς ἀναστρέφεται, νουθέτει αὐτόν, λέγων· παῦσον ἀδελφέ· οὐ γὰρ συμφέρει σοι ἡ ἀναστροφὴ αὕτη. Φέρε δὲ αὐτῷ ὑπόδειγμα ἕνα τῶν πεσόντων· τῷ δὲ προσώπῳ, οὐχ ὡς τὸ πταῖσμα τοῦ πεσόντος ἐξαγορεύων, ἀλλ᾽ ἵνα τὸν παρόντα ὠφελήσῃς, ὅπως ἐφορῶν εἰς τὸν παρακολουθήσαντα κίνδυνον φεύγῃ τὸ πτῶμα. Φέρε δὲ αὐτῷ καὶ μνήμην τῶν εὐαρεστησάντων τῷ Κυρίῳ καὶ διάκρινον αὐτῶν ἀμφοτέρων τὴν ἀνταπόδοσιν· καὶ ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου. Ἐὰν δὲ ἐπιμείνῃ τῇ αὐτῇ γνώμῃ καὶ ὑφ᾽ ἑτέρων νουθετούμενος ἀπειθεῖ, τὰ τῆς καταφρονήσεως ἔργα ἐπιτελῶν, τήρει σεαυτὸν ἀπ᾽ αὐτοῦ, εὐχόμενος περὶ αὐτοῦ πρὸς Κύριον, κατὰ τὸν λέγοντα· εἰ δέ τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν, διὰ τῆς ἐπιστολῆς, τοῦτον σημειοῦσθε καὶ μὴ συναναμίγνυσθε αὐτῷ, ἵνα ἐντραπῇ· καὶ μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν.

Κεφαλὴ πεʹ Τίς θεασάμενός ποτε ἕτερον ἐπιβάντα ἐπὶ τρίβου καὶ ἐν αὐτῇ πεσόντα εἰς θάνατον, οὐ φεύγει τὴν τρίβον, ἵνα μὴ τῷ αὐτῷ περιπέσῃ πτώματι;

Κεφαλὴ πϛʹ Μὴ ἀπατῶ, ἀδελφέ, χορτασίᾳ κοιλίας, καὶ μὴ μεθύσκου οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία· οὐ γάρ ἐστί σοι κέρδος, εἰ μὴ τὸ ποιεῖν τὸ θέλημα Κυρίου.

Κεφαλὴ πζʹ Φύλασσε, ἀδελφέ, τὴν ἁγνείαν τοῦ σώματός σου. Ἐὰν φυλάξῃς ἐν ἀγάπῃ Χριστοῦ, πᾶσαν ἀρετὴν εὐκόλως δύνασαι κατορθῶσαι. Τὸ γὰρ Ἅγιον Πνεῦμα τὸ ἐνοικοῦν ἐν σοί, χαίρει ἐν σοί, ὅτι τὸν ναὸν τοῦ Θεοῦ θυμιᾷς τῇ ἁγνείᾳ καὶ τῇ ὀρθῇ προαιρέσει, καὶ ἐνισχύσει σε εἰς πᾶν ἔργον ἀγαθόν.

Ταῦτα δὲ τὰ τρία ἐργαλεῖά εἰσι πρὸς κατόρθωσιν ἀρετῶν καὶ τῆς ἐνθέου ἁγνείας, ἐγκράτεια γαστρὸς καὶ γλώσσης καὶ ὀφθαλμοῦ χαλινός. Ἐὰν οὖν τὰ δύο φυλάξῃς, ὀφθαλμοὺς δὲ μὴ φυλάξῃς τοῦ ῥέμβεσθαι, οὐ μὴ κρατήσῃς βεβαίαν τὴν ἁγνείαν. Ὥσπερ γὰρ ἀγωγὸς συντετριμμένος ἀπόλλυσι τὰ ὕδατα, οὕτως καὶ ὀφθαλμὸς μετέωρος ἀπόλλυσι νοῦν σώφρονα. Ὅταν δὲ περὶ βρώσεως ἐπιθυμία ἀναβῇ ἐπὶ σέ, εἰπὲ τῷ λογισμῷ· λόγισαι ὅτι εἰ ἀπήλαυσας χθὲς τῆς βρώσεως ταύτης, οὐχὶ σήμερον νῆστις ἀνέστης; Εἰ δὲ καὶ λόγῳ ἀνωφελεῖ ὑποβάλλῃ σοι ἐπερωτῆσαι, εἰπὲ τῷ λογισμῷ σου· λόγισον ὅτι ἤδη ἐπηρώτησας καὶ ἀπεκρίθη σοι ὁ πλησίον, καὶ σίγα. Εἰ δὲ καὶ μετεωρισμὸν ὑποβάλλῃ σοι, εἰπὲ τῷ λογισμῷ· διὰ τοῦτο εἶ ἐνταῦθα, ἵνα μὴ καταμάθῃς κάλλος ἀλλότριον. Σεαυτῷ πρόσεχε καὶ μὴ ἀμέλει, ὅπως γένηταί σοι ἡ διάνοια καθηλωμένη εἰς τὸν φόβον τοῦ Θεοῦ, κατὰ τὸν λέγοντα· καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.

Κεφαλὴ πηʹ Λογίζομαι ὅτι συμβάλλεται τῷ μοναχῷ, μάλιστα δὲ τῷ νέῳ, μὴ ἐξιέναι τοῦ κελλίου ἄτερ κατανωτίου ἢ ἑτέρου περιβλήματος· ἀσχημοσύνην γὰρ αὐτῷ παρέχει. Τὸ γὰρ γυμνῷ τῷ λεβήτωνι, εἴτε τῷ κολοβίῳ, νεανιευόμενον περιπατεῖν, αἰσχρόν ἐστι τῷ μοναχῷ. Γέγραπται γάρ· ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου, καὶ περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι.

Ὅτι οὐ δεῖ τὸν μοναχὸν νίπτεσθαι τὸ σῶμα ἢ τοὺς πόδας ἐμπαθῶς. Καθάπερ οἱ φιλήδονοι διὰ τῆς τοῦ σώματος φιλοκαλίας καὶ τῶν ἱματίων ἀγρεύουσιν ἑαυτῶν τὰς ἡδονάς, οὕτως ὁ εὐσεβείας ἀγωνιστὴς διὰ τῶν ἐναντίων τοῖς ἐναντίοις ἀντιτάσσεται.

Κεφαλὴ πθʹ Ὅτι οὐ δεῖ ποιεῖν τι πρὸς ἐπίδειξιν ἀνθρώπων, ἀλλὰ πάντα ἐκ καθαρᾶς καρδίας, ὡς τοῦ Θεοῦ γινώσκοντος τὰ ἄδηλα καὶ τὰ κρύφια, καὶ ὡς παρ᾽ αὐτοῦ μόνου τὴν ἀνταπόδοσιν ἐλπίζοντες ἀπολαβεῖν. Ὅτι οὐ δεῖ τὸν μοναχὸν ξένην ὁμιλίαν προσφέρειν, μάλιστα δὲ ἐν καιρῷ τῆς συνάξεως, ἵνα μὴ ἐκκοπὴν δῶμεν ἑτέροις. Ἰδοὺ οἱ ἀδελφοὶ ἡμῶν ἐργάζονται, καὶ ἡμεῖς διακενοῦμεν· αὐτοὶ ἀκούοντες τὰς θείας Γραφὰς συμπίνουσιν, ὥσπερ γῆ διψῶσα ὑετόν, ἡμεῖς καὶ ἔσω ὄντες ἔξω ῥεμβόμεθα τῷ λογισμῷ· αὐτοὶ νήφουσιν, ἡμεῖς δὲ ἀμελοῦμεν· αὐτοὶ ἀγρυπνοῦσιν ἐν ταῖς προσευχαῖς, ἡμεῖς δὲ τῷ ὕπνῳ καὶ τῇ ῥᾳθυμίᾳ ἐπεδήσαμεν ἑαυτούς· αὐτοὶ τῶν στεφάνων κατέλαβον, ἡμεῖς δὲ ἐναπεμείναμεν τῇ ῥᾳθυμίᾳ ἡμῶν· αὐτοὶ τῷ Κυρίῳ εὐηρέστησαν, ἡμεῖς δὲ τῷ κόσμῳ. Τοιγαροῦν καὶ ἡμεῖς ἀνανήψωμεν, ἵνα καταλάβωμεν. Πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται· ὅτι χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Κεφαλὴ ϙʹ Ἀγαπητέ, τίμα τὸν Θεὸν καὶ τὰς ἐντολὰς αὐτοῦ τήρει, καὶ ὄψει τοὺς ἐξουθενοῦντάς σε ὀπίσω σου ἐν τάχει, κἂν μὴ ὧδε, ἀλλ᾽ ἐκεῖ. Τήρησον οὖν τὴν ἀγάπην, ὥσπερ κόρας ὀμμάτων· φῶς καὶ ζωή ἐστιν ἐν αὐτῇ. Τήρησον αὐτήν· χαρά ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτήν. Κτῆμά ἐστι θεϊκόν, ἀγγελική ἐστιν ἀξία. Τήρησον αὐτήν. Ἐὰν ἀγαπήσῃς αὐτήν, ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ἐὰν φυλάξῃς αὐτήν, ἔσται σοι ἀγαλλίαμα ἐνώπιον τοῦ Θεοῦ καὶ τῶν Ἀγγέλων. Ἐὰν ἀγαπήσῃς αὐτήν, ἐν πᾶσι τοῖς ἔργοις σου εὐοδωθήσῃ. Ἐὰν ἀγαπήσῃς αὐτήν, ἐνοικήσει ἐν σοὶ ἡ χάρις τοῦ Θεοῦ, καὶ ἔσται ἡ χάρις ὥσπερ πηγὴ πηγάζουσα ἰάματα τοῖς ἀνθρώποις, καὶ ἡ εὐωδία αὐτῆς εὐφρανεῖ σου τὴν καρδίαν. Στύλος ἐστὶ πασῶν τῶν ἀρετῶν· οὐκ ἔστιν ἐν αὐτῇ λύπη θανάτου· δικαιοσύνην καὶ ἀνδρείαν, ὑπομονὴν καὶ εἰρήνην διδάσκει· οἶκός ἐστι Θεοῦ· τήρησον αὐτήν. Αὐτὸς δὲ ὁ Κύριος δωρήσεται ἡμῖν αὐτὴν καὶ τοὺς καρποὺς αὐτῆς. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.