Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἐφραίμ ὁ Σύρος – Κεφάλαια ἑκατόν. Περὶ ταπεινοφροσύνης

Ἐφραίμ ὁ Σύρος

Τέλεια αυταπάρνηση, ειρήνη και εσχατολογική προσδοκία

Παραινέσεις για ειρηνική συμβίωση, η ωφέλεια της ησυχίας, η απόκρουση της απόγνωσης, η τέλεια αυταπάρνηση και η τελική ενθάρρυνση με εσχατολογική προοπτική.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἐφραίμ ὁ Σύρος

—

Κεφάλαιο 7 από 7

Κεφαλὴ ϙαʹ Ἀγαπητοί, ἀγαπήσωμεν ἀλλήλους, καὶ ὁ Ἐχθρὸς καταισχυνθήσεται· οὐ παύεται γὰρ διεγείρων ζῆλον καὶ φθόνον κατὰ τῶν δούλων τοῦ Θεοῦ. Οἱ γὰρ ἐξακολουθοῦντες τῇ τοῦ Ἐχθροῦ βουλῇ, θεασάμενοι μεταξὺ αὑτῶν ἀδελφὸν ἐκ ψυχῆς δουλεύοντα τῷ Κυρίῳ εὐαρέστως, οὐκ ἀνέχονται, ἀλλὰ μηχανὰς διεγείρουσι διῶξαι αὐτὸν βουλόμενοι, ὑποπτεύοντες μήποτε προκόψας διὰ τῆς ἀληθοῦς εὐλαβείας, ἰσχυρότερος αὐτῶν γένηται. Καὶ οὗτος μὲν διωχθεὶς πορεύεται ἀθῶος γενόμενος διὰ τῆς αἰτίας τοῦ χωρισμοῦ, οἱ δὲ αἴτιοι γεγονότες οὐκ ἀθῶοι ἔσονται. Οὕτως Ἰωσὴφ ἐπράθη εἰς δοῦλον εἰς Αἴγυπτον, ὁ Θεὸς δέ, ὃν εἶχεν ἐν τῇ ψυχῇ, οὐ παρεῖδεν αὐτόν, ἀλλ᾽ ἔδωκε χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ᾽ Αἴγυπτον καὶ ἐφ᾽ ὅλον τὸν οἶκον αὐτοῦ, καὶ οἱ ἀπογνόντες αὐτὸν ἐπορεύοντο προσκυνῆσαι αὐτῷ μετὰ δώρων, οὐ μόνον ὡς ἀδελφόν, ἀλλ᾽ ὡς βασιλέα καὶ κύριον πάσης τῆς γῆς Αἰγύπτου. Γέγραπται γάρ· Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων· ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. Καὶ πάλιν λέγει· Κύριος ἐμοὶ βοηθός, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.

Τηρήσωμεν οὖν ἑαυτούς, ἀγαπητοί, μὴ σκανδαλίσαι ἕνα τῶν μικρῶν τούτων, τοῦ Κυρίου εἰπόντος καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ· κρεῖσσον γὰρ ἦν αὐτῷ, ἵνα κρεμασθῇ μύλος ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ. Καὶ πάλιν· ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ Ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Διὸ ἀγαπήσωμεν ἀλλήλους, ἀγαπητοί, ὅπως ἰδὼν ὁ Κύριος τὴν πίστιν καὶ τὴν ὁμόνοιαν ἣν ἔχομεν εἰς τὸν φόβον αὐτοῦ, εὐφρανθῇ ἐν ἡμῖν· καθὼς γέγραπται, εὐφανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν.

Γέγραπται γάρ· ἡ δὲ ἄνωθεν σοφία, πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, καὶ τὰ ἑξῆς.

Κεφαλὴ ϙγʹ Ἐὰν οἰκῇς μετὰ ἀδελφῶν, μὴ ἔθιζε προστάττειν, ἀλλὰ μᾶλλον τύπος εἶναι αὐτῶν εἰς καλὰ ἔργα, ὑπακούων τὰ ὑφ᾽ ἑτέρου ῥηθησόμενά σοι· εἰ δὲ χρείας γενομένης λαλήσῃς, ὡς σύμβουλος γενοῦ. Ἐὰν δὲ ἕτερος ἀδελφὸς ἀντείπῃ τοῖς ὑπὸ σοῦ λεγομένοις, μὴ κινηθῇς τῇ διανοίᾳ, ἀλλὰ κατάλιπε τὸ σὸν θέλημα ἕνεκεν τῆς ἀγάπης καὶ τῆς εἰρήνης· ἐὰν γὰρ τὴν ὀργὴν τοῦ θυμικοῦ δαίμονος ἐν πραΰτητι ἀποβάλῃς, οὐκ ἰσχύσει κατὰ σοῦ. Τοιγαροῦν εἰπὲ τῷ ἀντιλέξαντί σοι οὕτως· ἐγὼ μέν, εὐλογημένε, ὡς ἰδιώτης ἐλάλησα, οὕτως σκοπήσας· καὶ συγχώρησόν μοι, ὅτι ἀγνοῶν ἐλάλησα· γενέσθω δὲ καθὼς αὐτὸς εἴρηκας· καὶ ἐν τούτῳ ἀποστραφήσεται ἄπρακτος καὶ κατῃσχυμμένος εἰς τὰ ὀπίσω ὁ τὰς ἀρχὰς καὶ ταραχὰς συνιστῶν Διάβολος. Τὸ γὰρ φιλονεικεῖν καὶ τὸ ἴδιον θέλημα συνιστᾶν, ταραχὰς ἐγείρει καὶ θυμὸν δυσίατον. Θυμὸς δὲ ἐν κόλποις ἀσεβῶν ἀναπέπαυται, καὶ ἡ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. Ὅθεν καὶ ὁ Ἀπόστολος παραγγέλλει λέγων· Δοῦλον κυρίου οὐ δεῖ μάχεσθαι.

Κεφαλὴ ϙδʹ Τοῦ Ἀποστόλου λέγοντος· Ὁ ἁγιασμὸς ὑμῶν, ἀπέχεσθαι ἀπὸ τῆς πορνείας. Ἀγὼν δέ ἐστιν οὐκ ὀλίγος μεταξὺ τοῦ ἁγιασμοῦ καὶ τοῦ μιασμοῦ. Οἱ συνεργοὶ τοῦ μιασμοῦ ὑποβάλλουσι τὰ τοιαῦτα καί φασιν· Ἰδού, οὐδείς σε ὁρᾷ. Καὶ τίνα εὐλαβῇ; Οἱ δὲ τοῦ ἁγιασμοῦ συνεργοὶ ἀντιλέγουσι πρὸς αὐτούς· ὁ Θεὸς ὁρᾷ, καὶ οἱ Ἄγγελοι αὐτοῦ πάρεισι· καὶ πῶς σὺ λέγεις, τίς σε ὁρᾷ; Ὁ πειράζων λέγει· τέως ὧδε οὐδένα ὁρῶμεν. Οἱ τοῦ ἁγιασμοῦ ὑποβάλλουσι· καλῶς εἴρηκας, ὅτι οὐδένα ὁρῶμεν. Γέγραπται γάρ· ἀπετύφλωσεν αὐτοὺς ἡ κακία καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ. Τοῦ Προφήτου βοῶντος καὶ λέγοντος· σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ ποτὲ φρονήσατε.

Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; Ἢ ὁ πλάσας τὸν ὀφθαλμόν, οὐχὶ κατανοεῖ; Καὶ ἐν ἑτέρῳ λέγει· Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με· σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας· καὶ πάσας τὰς ὁδούς μου προεῖδες· ὅτι οὐκ ἔστι δόλος ἐν γλώσσῃ μου. Ἰδού, Κύριε, σὺ ἔγνως πάντα· τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα. Σὺ ἔλπασάς με καὶ ἔθηκας ἐπ᾽ ἐμὲ τὴν χεῖρά σου. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν. Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; Καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ, ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ᾽ ὄρθρον καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με καὶ καθέξει με ἡ δεξιά σου. Καὶ εἶπα· Ἄρα σκότος καταπατήσει με καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου. Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς.

Καὶ ἐν ἑτέρῳ λέγει· ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Καὶ πῶς σὺ λέγεις, ὅτι οὐδείς σε ὁρᾷ; τοῦ Κυρίου λέγοντος· ἀμὴν λέγω ὑμῖν, ἐὰν οὗτοι σιγήσωνται, οἱ λίθοι κεκράξονται. Ταῦτα οὖν ἐνθυμοῦ ἐν τῷ λογισμῷ σου καὶ ἁμαρτία οὐκέτι σου κυριεύσει, οὐδὲ λύπη τῆς ἁμαρτίας καταλήψεταί σε, ἀλλὰ χαρὰ καὶ εἰρήνη ἐν Πνεύματι Ἁγίῳ. Τί γάρ ἐστιν ἁμαρτία; Λύπη σκοτεινὴ καὶ γνοφώδης συναντᾷ καὶ ἐξακολουθεῖ ἐμπίπτουσα ἐπὶ τοὺς ἐργαζομένους αὐτήν· τῷ δὲ ἁγιασμῷ χαρὰ καὶ εἰρήνη. Ὥστε, καθεζομένου αὐτοῦ ἐν τῇ ἡσυχίᾳ τοῦ κελλίου, ἀγάλλεται ἐν Πνεύματι Ἁγίῳ, ὥσπερ νήπιον ὑπὸ τῶν μασθῶν τῆς μητέρος αὑτοῦ. Εἶτα πάλιν ἐπανελθοῦσα ἡ χάρις ποιεῖ αὐτὸν πενθεῖν καὶ δακρύειν, διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ μνήμην τῶν προγεγονότων ἁμαρτημάτων, ἵνα μὴ τῇ περισσοτέρᾳ χαρᾷ μετεωρισθεὶς προσκόψῃ. Καὶ διὰ τῶν δακρύων λαμπρύνεται ἡ ψυχή, κατοπτριζομένη τὰ ἐπουράνια κατὰ τὴν τοῦ Κυρίου δωρεάν. Μέγα γὰρ δῶρον ἁγιασμὸς ἐν ἀγάπῃ Θεοῦ· τοῦ Κυρίου λέγοντος· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Αὐτὸς δὲ ὁ Κύριος ὁ ἐγείρων τοὺς κατερρηγμένους καὶ σῴζων τοὺς ἀπεγνωσμένους, καὶ τὰ πεπαλαιωμένα μέλη ἐν ἁμαρτίαις ἀνακαινίζων διὰ τῆς μετανοίας, ἄσπιλον ἡμῶν καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν καὶ τὸ πνεῦμα διαφυλάξῃ. ᾯ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

Κεφαλὴ ϙεʹ Ἐὰν ἡσυχάσῃ μοναχὸς ἐν τῷ κελλίῳ αὑτοῦ, ἐκ πολλῶν ταραχῶν ῥυσθήσεται. Ὁ νηπιάζων ταῖς φρεσίν, ἐὰν πλησιάσῃ ὄχλους, οὐκ ὠφεληθήσεται· ὁ δὲ τέλειος τῷ λογισμῷ ὠφέλειαν καρπίζεται. Τὸ δὲ ἡσυχάζειν κρεῖσσον.

Οἷόν τι λέγω, ἀγαπητέ· τοῦ ἀδελφοῦ πορευομένου ἐν τῇ πόλει, συναντᾷ αὐτῷ θόρυβος τῆς ἀνθρωπότητος· θεωρῶν τὸν μὲν γελῶντα, τὸν δὲ κλαίοντα, ἕτερον ὀμνύοντα μεγάλους ὅρκους, ἄλλον δυσφημοῦντα· καὶ ταῦτα θεωρῶν ὁ ἀδελφός, ἐὰν ᾖ ἀσθενὴς τῷ λογισμῷ, εὐθὺς τοῦ Φαρισαίου διενθυμεῖται ῥητόν, λέγων· Εὐχαριστῶ σοι, Κύριε, ὅτι οὐκ εἰμὶ ἐξ ἴσης τῶν ἀνθρώπων τούτων· εἰ καὶ ἐμπαθὴς πολλάκις ἀποβήσεται. Ὅθεν συμβάλλεται ἡ ἡσυχία μάλιστα τοῖς ἀσθενεστέροις. Ὁ δὲ τέλειος τῷ λογισμῷ, θεωρῶν τὰ προειρημένα εἰς ἔκπληξιν ἔρχεται ἐπὶ τοῦ Θεοῦ μακροθυμίᾳ, λέγων ἐν ἑαυτῷ· Ὁρᾷς πόση μακροθυμία τοῦ Θεοῦ, ὅτι δυσφημούμενος ὑφ᾽ ἡμῶν, μακροθύμως φέρει καὶ οὐκ ὀργίζεται, καταφρονούμενος ἀνέχεται καὶ οὐ μνησικακεῖ.

Πάντα παρέχει ἡμῖν πλουσίως εἰς ἀπόλαυσιν, παιδεύων καὶ ἐλεῶν, πάντας ἡμᾶς εἰς μετάνοιαν ἀγαγεῖν βουλόμενος διὰ τὴν πολλὴν αὑτοῦ ἀγαθότητα. Ἐγὼ δὲ τί ποιήσω ὁ ἁμαρτωλός; Ὅτι γῆ καὶ σποδὸς ὑπάρχων, ὕβριν ὑπενεγκεῖν οὐ βούλομαι, ἀλλ᾽ οὐδὲ λόγον βαστάσαι τοῦ ἀδελφοῦ· ἀτιμαζόμενος γὰρ ὀργίζομαι, παρακαλούμενος ἐπαίρομαι. Οἴμοι, οἴμοι τῷ ἁμαρτωλῷ. Καὶ κατανυγεὶς ὁ ἀδελφὸς ἐπὶ τούτοις, πορεύεται δοξάζων τὸν Θεὸν καὶ λέγων· δόξα σοι ὁ Θεός, καὶ πάλιν λέγω, δόξα σοι ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

Κεφαλὴ ϙϛʹ Ἀγαπητέ, ἐάν ποτε ῥυπαροὶ λογισμοὶ ἐκταράσσουσί σου τὴν διάνοιαν, μὴ ἀπογνῷς ἑαυτόν, ἀλλὰ μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ. Οὐ γὰρ ἐκλυθήσεταί ποτε ὁ πιστικὸς τοῦ πλοίου ὑπὸ τοῦ κεκτημένου, λέγοντος· Διατί ἀφῆκας τὰ κύματα προσκρούειν τῷ ἐμῷ πλοίῳ; Ἀλλά, διατί ἠμέλησας καὶ οὐκ ἀντεμάχου τοῖς κύμασι; Διατί δὲ οὐ προσέφυγες εἰς τὸν προκείμενον λιμένα;

Ὅσπερ ἐστίν, οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. Ὅταν γὰρ ἐγείρῃ ὁ Ἐχθρὸς καθ᾽ ἡμῶν ἐπανάστασιν λογισμῶν ῥυπαρῶν, εἰς ὦτα ἀνθρώπων εἰσελθεῖν μὴ δυναμένων, ἀντιστρεφόμενος λέγει ταῦτα· Ἀπώλου· οὐκ ἔστι σοι οὐδεμία ἐλπὶς σωτηρίας· θέλων καταποντίσαι τῇ ἀπογνώσει. Σὺ οὖν μὴ καταθάρρῃ τοῖς ὑπ᾽ αὐτοῦ λεγομένοις, ὅπως μὴ καταπλήξῃς τὴν ἰδίαν ψυχὴν τῇ ἀπογνώσει.

Ἀλλ᾽ ὅσον ἐκεῖνοι ἐπιβαροῦσι δι᾽ ἀπογνώσεως τὴν ψυχήν, τοσοῦτον ἡμεῖς κουφίσωμεν τῇ ἐλπίδι τῶν μελλόντων, μιμνησκόμενοι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ· ἵνα μὴ ἐπὶ πλεῖον βαρήσαντες οἱ ὑπεναντίοι καταποντίσωσι τὴν ψυχὴν διὰ τῶν λογισμῶν. Ἐν τῷ οὖν λέγειν αὐτοὺς πρὸς ἡμᾶς, Ἀπώλου, οὐκέτι δύνασαι σωθῆναι, εἴπωμεν ἡμεῖς πρὸς αὐτούς, Θεὸν ἔχοντες εὔσπλαγχνον καὶ μακρόθυμον οὐκ ἀπογινώσκομεν τῆς ἑαυτῶν σωτηρίας. Ὁ γὰρ εἰπών, μὴ μόνον ἑπτάκις ἀφιέναι τῷ πλησίον, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά, πολλῷ μᾶλλον ἀφίησιν ἁμαρτίας τοῖς ὑπομένουσιν εἰς τὸ σωτήριον αὐτοῦ. Ἐκπεσόντων οὖν αὐτῶν ἐκ τούτου τοῦ μέρους, ἐν τῷ ἑτέρῳ κατατρέχουσι, λέγοντες εὔσπλαγχνον καὶ μακρόθυμον τὸν Θεὸν καὶ ἀφιέντα τὰ ἁμαρτήματα· διατί μᾶλλον μὴ ἀπολαύσητε τῶν ἡδονῶν τοῦ κόσμου καὶ ἔπειτα μετανοεῖτε; Εἴπωμεν δὲ ἡμεῖς πρὸς αὐτούς· ὃ πεποιήκαμεν, πεποιήκαμεν· νυνὶ δὲ τῆς Γραφῆς ἐπιμαρτυρούσης, ἐσχάτη ὥρα ἐστίν, εἰς ποίαν ὥραν ἢ εἰς ποῖον καιρὸν ἀμελοῦντες καταφρονήσωμεν ἀφορῶντες τῆς ἑαυτῶν σωτηρίας καὶ τὸ ποιεῖν τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ ἡμῶν; Ὡμοιώθης γὰρ ἀνδρὶ καθεζομένῳ ὑποκάτω δένδρου, καὶ ὅτε ἐπισυνήχθη ἐπ᾽ αὐτῷ τὰ ἄγρια θηρία, ἀναπηδᾷ εἰς ὕψος, καὶ τὰ θηρία οὐκ ἀδικοῦσιν αὐτόν.

Λογίζου δὲ τὸ δένδρον τὸν φόβον τοῦ Θεοῦ, καὶ ἔσται ἡ χάρις συνεργός σοι ἐν πᾶσιν οἷς ἐὰν πορεύῃ, καὶ καταβαλεῖς τοὺς ἐχθρούς σου ὑποκάτω σου.

Κεφαλὴ ϙζʹ Οὕτως δεῖ τοὺς πιστοὺς βαδίζειν ἐν τῷ παρόντι βίῳ· ἐὰν συμβῇ χαρὰ ἡμῖν, εἴτε διὰ προκοπῆς, εἴτε διὰ χαρισμάτων, ὑποπτεύσωμεν, ὅτι οὐ μακρὰν ἀφέστηκεν ἡ λύπη· ἐὰν δὲ ἐπέλθῃ ἡμῖν λύπη, προσδοκήσωμεν τὴν χαρὰν ἡμῖν ἐγγὺς γενομένην. Λάβωμεν ὑπόδειγμα τοὺς πλέοντας ἐν τῇ θαλάσσῃ· οὗτοι γὰρ ἐπαναστάσεως αὐτοῖς γενομένης ἀνέμου καὶ χειμῶνος σφοδροῦ, οὐκ ἀπευδοκοῦσι τῆς ἑαυτῶν σωτηρίας, ἀλλ᾽ ἀντιμάχονται τοῖς κύμασιν, εὐδίαν προσδεχόμενοι, καὶ γαλήνης μετεσχηκότες, ζάλην προσδοκοῦσιν· ὅθεν καὶ νήφουσι διὰ παντός, μή πως ἄφνω ἐπαναστάσεως ἀνέμου γενομένης εὕρῃ αὐτοὺς ἀπαρασκευάστους καὶ καταστρέψῃ αὐτοὺς εἰς τὴν θάλασσαν.

Οὕτω δεῖ καὶ ἡμᾶς σκοπεῖν τὰ ἀμφότερα. Ὁ γὰρ προσδοκώμενος, ἐὰν ἔλθῃ, οὐ ξενίσεται ὁ τοῦτον ὑποδεχόμενος, οὐ γὰρ εὑρεθήσεται ἀπαρασκεύαστος. Ἐν τῷ οὖν συμβῆναι ἡμῖν θλῖψιν ἢ στενοχωρίαν, ἄνεσιν προσδοκήσωμεν καὶ βοήθειαν ἐκ Θεοῦ ἡμῖν γενομένην, ἵνα μὴ χρονιζούσης τῆς θλίψεως, ὡς μὴ ὑπαρχούσης ἡμῖν ἐλπίδος σωτηρίας, γεννήσῃ θάνατον. Ὁμοίως δὲ καὶ χαρᾶς ἡμῖν γενομένης, θλῖψιν προσδοκήσωμεν, ἵνα μὴ τῇ περισσοτέρᾳ χαρᾷ ἐπιλαθώμεθα τοῦ πένθους.

Κεφαλὴ ϙηʹ Ἐὰν συμπαθῶν πορεύῃ παρακαλῶν περὶ ἀδελφοῦ, πρὸ τοῦ σε συντυχεῖν ᾧ μέλλεις παρακαλεῖν, εἰπὸν τῷ λογισμῷ σου· ἐὰν μή σου ἀκούσῃ, μὴ ὀργίζου, μηδὲ ταράττου, ἵνα μὴ εἰς βλάβος γένηται ὁ σκυλμός σου καὶ τὸν ἀδελφὸν αἰτιάσῃ. Ἐάν σου ἀκούσῃ, χάρις τῷ Θεῷ. Εἴτε καὶ οὐ πληροφορεῖται ὁ ἀνὴρ πειθαρχεῖν τοῖς ὑπὸ σοῦ λεγομένοις, μὴ ὀργίζου. Τὸν γὰρ μισθὸν τῆς συμπαθείας καὶ τῆς ἐλεημοσύνης ἑτοίμως λήψῃ παρὰ Θεοῦ, ὡς διὰ τὸ ὄνομα αὐτοῦ τοῦτο πεποιηκώς.

Κεφαλὴ ϙθʹ Ἀγαπητέ, τοῦ οὐρανίου θησαυροῦ ἐπεθύμησας καὶ ἄξιος τοῦ Κυρίου εἶναι ᾑρετίσω; Ἄκουε τοῦ λέγοντος· εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο ἀκολούθει μοι. Καὶ πάλιν λέγει· ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὑτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τοιγαροῦν, εἰ μὴ διὰ τὸ βαστάσαι τὸν σταυρόν, οὐ δυνατὸν ἀκολουθεῖν τῷ Κυρίῳ. Μετὰ γὰρ τὸ εἰπεῖν, Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, λέγει, καὶ δεῦρο ἀκολούθει μοι. Μὴ οὖν μόνον τὴν ἀποταγὴν πάρεχε, ἀλλὰ καὶ τὴν ἐν τοῖς τοιούτοις πόνοις ἐπιγινομένην δοκιμήν· τότε γὰρ περισσότερος ὁ ἀγὼν καὶ ἡ πάλη πρὸς τὸν Ἀντικείμενον. Καὶ μετὰ ταῦτα, ἐὰν ἰσχύσῃ τὸν λογισμὸν μετακινῆσαι τοῦ οὐρανίου φρονήματος, τὰ ἔσχατα χείρονα τῶν πρώτων κατασκευάσει. Ὅς τε οὖν ἐσκόρπισε δαψιλῶς, τούτῳ τὰ εὐτελέστατα μετὰ ἀδείας πορίζει, καὶ τὸν νόμιμον γάμον ἀρνησάμενον, τοῦτον μοιχείας καὶ ἀσελγείας ἐραστὴν ἀπεργάζεται. Ὅθεν χρεία πολλῆς νήψεως, ἄχρις οὗ ἐξέλθωμεν ἐκ τοῦ σώματος, ἤτοι τούτου τοῦ σκάμματος.

Κεφαλὴ ρʹ Ἀγαπητέ, ἐὰν καταντήσῃς εἰς σύστημα τῶν ἀδελφῶν ἀσκητῶν, καὶ βούλει συνεῖναι αὐτοῖς δουλεύειν τῷ Κυρίῳ, γενοῦ ταπεινόφρων κατὰ πάντα, ἵνα καὶ τοὺς ἐξ οἰκτροῦ βίου παρόντας εἰς τοῦτο, παιδεύσῃ ἡ σὴ καλὴ ἀναστροφή, καὶ διεγείρωσι τὰς ἑαυτῶν ψυχὰς πρὸς κατόρθωσιν ἀρετῶν. Ὅταν οὖν προστάξωσιν ἡμῖν οἱ προεστῶτες συνεξελθεῖν τοῖς ἀδελφοῖς εἰς ἔργον, προθύμως προδράμωμεν. Εἰ δὲ βούλει λέγειν, τὸ σῶμά μου οὐχ ὑποφέρει τὸν κόπον, καθάπερ τὸ τῶν ἀγροίκων, φανερὸν τοῦτο· οὐ γὰρ δύνανται πάντες ἐξ ἴσης βάρος φέρειν· τὸ δὲ εἶναι ὑπήκοον καὶ εὐπροαίρετον πᾶσι δέδοται.

Δεῖξον οὖν τὴν πρόθεσιν ἐν ἀληθείᾳ, καὶ πάντες κουφίσωσιν ἀπὸ σοῦ τὸ βάρος, θεωρήσαντες τὸ ἀδύνατόν σου. Μὴ ἄφιε δὲ παντελῶς κουφισθῆναι τὸ βάρος ἀπὸ σοῦ, ἀλλὰ παρακάλει αὐτούς, λέγων· κἀγὼ σὺν ὑμῖν θέλω ἔχειν μέρος, καὶ συγκοπίασον αὐτοῖς κατὰ τὴν δύναμίν σου, ἣν ὁ Κύριος ἐδωρήσατό σοι. Ὁ γὰρ καρδιογνώστης, ὁ ποιήσας ἡμᾶς καὶ δοὺς ἡμῖν πνεῦμα ζωῆς, οἶδεν ἑκάστῳ οἵαν δύναμιν ἐχαρίσατο. Ἐὰν γὰρ μετὰ τὴν ἀναχώρησιν τὰ ἐναντία τῶν ἐντολῶν τοῦ Θεοῦ πράττωμεν, ματαιότης τὸ πρᾶγμα γίνεται. Μὴ οὖν ἐλθὼν ὁ Ἐχθρὸς σπείρῃ ἐν τῇ διανοίᾳ σου ἐπιθυμίαν τῶν παρελθόντων πραγμάτων, μηδόλως συνομιλεῖν τοῖς τοιούτοις λογισμοῖς ἀνάσχῃ· ἡ γὰρ μνήμη τῶν παρελθόντων πραγμάτων ὑψηλοφροσύνην τίκτει τοῖς ἀλόγως αὐτὰ διενθυμουμένοις. Ὅταν δὲ μὴ σχῇ χώραν τὰ τῆς ὑψηλοφροσύνης ἔργα πράττειν διὰ τὸν ἐνεστῶτα βίον, τῇ κακοήθει γνώμῃ αὐτὸν δίδωσιν. Ἡ δὲ κακοήθεια, οἶδας τί ἐστι; Πάθος πονηρόν, Θεὸν παροργίζον καὶ ἀνθρώπους παραπικραῖνον· ὃν δὲ τρόπον ξίφος νευροκοπεῖ ἵππον καὶ τὸν ἐπιβάτην καταβάλλει, οὕτως ἡ κακοήθης γνώμη κόπτει τοὺς τόνους τῆς ψυχῆς καὶ τῇ λύπῃ παραδίδωσι, λύπη δὲ διαφθείρει τοὺς ἐμπίπτοντας ἐν αὐτῇ. τίς δέ ποτε βουλόμενος εἰσελθεῖν εἰς πόλιν ἀπέχουσαν στάδια τριάκοντα, ποιήσας δὲ εἴκοσι ἐννέα, τὸ δὲ ἓν μὴ ποιήσας, οὗτος ἐκ τῶν ἰδίων ἐξῆλθεν καὶ εἰς τὴν πόλιν οὐκ εἰσῆλθεν.

Καθάπερ γὰρ ὁ ἐλθὼν εἰς τὴν ἑνδεκάτην ὥραν πλήρη τὸν μισθὸν ἔλαβεν, ὡς καὶ οἱ λοιποὶ βαστάσαντες τὸ βάρος τῆς ἡμέρας, οὕτως καὶ ὁ ἐργασάμενος μέχρι τῆς ἑνδεκάτης ὥρας, περὶ δὲ τὴν δωδεκάτην ἄρξηται καταστρέφειν καὶ τὰ πεφυτευμένα ἐκτίλλειν, μεθ᾽ ὧν οὐ λαμβάνει, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν εἰπόντος· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται· καὶ πάλιν· οὐδεὶς βάλλων τὴν χεῖρα αὑτοῦ ἐπὶ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἡ γὰρ γυνὴ τοῦ Λὼτ στραφεῖσα εἰς τὰ ὀπίσω ἐγένετο στήλη ἁλός· ὅθεν καὶ ὁ Ἀπόστολος τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, ἔλεγεν· ὁ γὰρ κόσμος οὗτος παράγεται, καὶ ἡ ἐπιθυμία αὐτοῦ, ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα· ξένοι γάρ ἐσμεν καὶ πάροικοι ἐν τῷ βίῳ τούτῳ· ἐὰν δὲ ἕως καιρὸν ἔχομεν ἐργασώμεθα ἐν αὐτῷ ἀρεστὰ Κυρίῳ, τὸν μισθὸν κομιούμεθα.

Κτῆσαι οὖν τὴν ὑπομονήν, ἀγαπητὲ ἀδελφέ· γέγραπται γάρ, ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσεσθε τὰς ψυχὰς ὑμῶν· ὁ Ἐνὼχ διακόσια ἔτη εὐηρέστησε τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα· καὶ ἡμεῖς ἐν τῷ βραχεῖ καιρῷ τούτῳ ὀλιγωροῦμεν; Ἀντίστα τοῖς βλαβεροῖς λογισμοῖς, καὶ εἰπὸν μετὰ τοῦ λέγοντος· Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ἐὰν ὅλον τὸν κόσμον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; Ἐκκλίνατε ἀπ᾽ ἐμοῦ πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου· τοῦ Ἐκκλησιαστοῦ βοῶντος, ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης, μετὰ τοσοῦτον πλοῦτον καὶ δόξαν.

Οὐκέτι τῇ ματαιότητι προσφέρω μου τοὺς καμάτους, ἵνα μετὰ τὴν ἐμὴν ἔξοδον ἄλλοι κληρονομοῦσιν, κἀγὼ τίσομαι τὴν δίκην, ἀλλὰ προσφέρω μου τοὺς καμάτους τῷ ἀγαθῷ καὶ οἰκτίρμονι Θεῷ τῷ παρέχοντι μετὰ θάνατον ζωήν, καὶ ἑτοιμάσαντι τοῖς ἀγαπῶσιν αὐτόν, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπων οὐκ ἀνέβη. Ὢ ναί, ἀγαπητέ, ἀνδρίζου καὶ κραταιούσθω ἡ καρδία σου καὶ ὑπόμεινον τὸν Κύριον· καὶ ἔσται ἐν εἰρήνῃ ἡ ἔξοδός σου. Ἐκεῖ ὄψει τοὺς Δικαίους χαίροντας ἐπὶ τῇ σῇ σωτηρίᾳ· ἐκεῖ αὐλισθήσῃ ἐν κόλποις Ἀβραὰμ σὺν τῷ Λαζάρῳ· τὴν γὰρ πτωχείαν ἐξελέξω, τῇ θλίψει ὑπέμεινας, ὀνειδισμοὺς ὑπήνεγκας, ἐξουδένωσιν οὐκ ἐμίσησας· διὰ τοῦτο δέξονταί σε μετ᾽ εὐφροσύνης εἰς τὰς αἰωνίους σκηνάς, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· ἐκεῖ ὄψει τὴν ζωὴν καὶ τὸ φῶς τὸ ἀληθινόν, τὴν ἐλπίδα πάσης κτίσεως, τὸν λυτρωτὴν τῶν ψυχῶν ἡμῶν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν βασιλέα τῆς δόξης, καὶ χαρήσεταί σου ἡ καρδία, καὶ τὴν χαράν σου οὐδεὶς αἴρει ἀπὸ σοῦ· αὐτὸς δὲ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διαφυλάξει ἀμέμπτους πάντας ἡμᾶς· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.